18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

στρατεύσασθαι ὅλως ἐκεῖ. ἢ καὶ ἄλλως, ἀπώλεσα οἶκον τὸν τοῦ Πριάμου,

κεκτημένον πολλὰ ὧν ὄφελον τὰ τρίτα κτησάμενος κατά τινα θετέον συμβίβασιν ὡς

εἰκὸς, μὴ προσμεῖναι τῇ ἁλώσει τῆς Τροίας περὶ ἣν τοσοῦτοι ὤλοντο, ἐνταῦθα δὲ,

προσεκτέον καὶ τῇ τοῦ παραφραστοῦ ∆ημοσθένους μεταβολῇ, ἐχούσῃ οὕτως. ἀντί γε

τῶν ἀνδρῶν τῶν ἀπολωλότων, οὐκ ἂν ἐδεξάμην τὰ πάντων χρήματα πάντως, εἰ καὶ

τὴν τρίτην μοῖραν τῶν νῦν ὄντων μοι, ἔχειν τις προὔτεινεν ἐφ' ᾧ τε σώζεσθαι τοὺς

ἐν Τροίᾳ ἀπολωλότας. Ἔνθα ὅρα τὸν τˉε σύνδεσμον Ἀττικῶς πλεονάσαντα τὸ

παρέλκον, ὡς ἐν καὶ τῷ, ἄλλως τε καὶ εἰ οἷον τε. (ῃερς. 96.) Τὸ δὲ ναιετάοντα,

συνήθως ἔφη ἀντὶ τοῦ οἰκούμενον. συνηθέστερον δὲ τὸ, εὖ ναιομένην πόλιν. ἅπερ

ἔπαινός ἐστιν εὐνομουμένης καὶ εὐδαίμονος πόλεως. ὥσπερ εὐτειχίστου, τὸ,

ἐϋκτίμενον πτολίεθρον. δοκεῖ δὲ τὸ ναιετάειν, προϋποκείμενον ἔχειν θέμα, οὐ

βαρύτονον τὸ ναίω, ἀλλὰ τὸ ναιῶ ναιέσω. ἐξ οὗ καθὰ αἰνῶ αἰνέσω αἰνέτης καὶ

αἰνετὸς, 1.153 οὕτω καὶ ναιῶ ναιέσω, ναιέτης ὁ ἄλλως ναέτης. ἀφ' οὗ ῥῆμα τὸ

ναιετῶ. ὁ δὲ εἰρημένος ναέτης, ὑποβάλλει νοεῖν, ὅτι ὥσπερ κλαίω κλάω καίω κάω,

οὕτω δύναται καὶ ναίω νάω εἶναι ἀφ' οὗ ὁ ναέτης. ἴσως δὲ, ἀχρηστίαν ἐκύρωσε τοῦ

νάω τὸ οἰκῶ, ἡ κοίνωσις τοῦ νάω τὸ ῥέω. εἴποι δ' ἄν τις, τούτων κατάρχειν

θεματικὸν μονοσύλλαβον ῥῆμα τὸ, νῶ νήσω τὸ σωρεύω. ἐξ οὗ ὅλα τὰ τοιαῦτα. καὶ

γὰρ καὶ οἱ ναίοντές που, σεσωρευμένοι εἰσί. καὶ πηγῆς δὲ ὕδωρ ἄθρουν σωρευθὲν,

οὕτω νάει ἀπόῤῥυτον. ἢ καὶ ἄλλως, στατὸν μὲν, ἀένναον δέ. ἐκ τούτων δὲ, πολλὰ

παρῆκται καὶ διάφορα. ὁ ναὸς ἐν ᾧ πολλοὶ συσσωρεύονται. ἡ ναῦς εἴτε νῆυς ἣν

σωρὸς ἐγκείμενος βαρύνει. τὸ νᾶμα. αἱ νηΐδες. καὶ ἕτερα. Τὸ δὲ κεχανδότα,

πλεονασμὸν ἔχει τοῦ ˉν μετρικῶς. φύσει γὰρ, δίχα τοῦ ˉν ἐστὶν ὡς δηλοῖ τὸ κέχαδεν.

οὐ γὰρ ἀπὸ τοῦ χαίνω ἀλλ' ἐκ τοῦ χάζω, γίνεται. χρῆσις δὲ τοῦ κέχαδεν, ἐν τῷ, Ἥρῃ

δ' οὐ κέχαδε χόλον θυμός. εἰ γὰρ καί τινες βούλονται γράφειν ἔχαδε λόγῳ δευτέρου

ἀορίστου, ἀλλ' ἡ πλείων χρῆσις τῶν ἀντιγράφων, κέχαδεν αὐτὸ οἶδεν. (ῃερς. 100.)

Ὅτι μνησθεὶς ὁ Μενέλαος τοῦ Ὀδυσσέως, λέγει ἅπερ ἄν τις παρῳδήσας ἐν καιρῷ

προσαρμόσῃ ἀνδρὶ φίλῳ χρησίμῳ ἦν ὅτε. τῷ τέως δὲ, ἐπὶ μακρὸν ἀποδήμῳ. εἰσὶ δὲ

ταῦτα. πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων, πολλάκις ἐν μεγάροισι καθήμενος

ἡμετέροισιν, ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι. ἄλλοτε δ' αὖτε παύομαι. αἰψηρὸς

δὲ κόρος κρυεροῖο γόοιο. τῶν πάντων, οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ ὡς ἑνὸς,

ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν μνωομένῳ. ἐπεὶ οὔτις Ἀχαιῶν τόσσ'

ἐμόγησεν, ὅσσ' Ὀδυσσεὺς ἐμόγησε καὶ ᾔρατο. τῷ δ' ἂρ ἔμελλεν αὐτῷ κήδε' ἔσσεσθαι.

ἐμοί δ' ἄχος αἰὲν ἄλαστον κείνου. ὅπως δὴ δηρὸν ἀποίχεται. οὐδέ τι ἴδμεν ζώει ὅγ' ἢ

τέθνηκεν. ὀδύρονται νύ που αὐτὸν Λαέρτης θ' ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια.

Τηλέμαχός τε. καὶ ἑξῆς. Καὶ ὅρα ὅπως ὁ ποιητὴς πολυσχήμων ὢν, τὸν μὲν Νέστορα,

ἔπλασεν ἐρωτήσαντα καὶ οὕτω μαθόντα τίνες οἱ παραβαλόντες ξένοι. τὸν δὲ

Μενέλαον, ποιεῖ δίχα τοῦ ἐρωτῆσαι, γνόντα τοὺς ξενισθέντας. ἅμα γὰρ μνήμη τῶν

τοῦ πατρὸς περιῆλθε τὸν Τηλέμαχον ἐξ ὧν ὁ Μενέλαος ἔφη, καὶ εὐθὺς δακρύσας,

γνωρίζεται. ὡς φανήσεται κατωτέρω. ἐν τούτοις δὲ καὶ πίστις λαμπρὰ τῷ νεανίᾳ

γίνεται τοῦ, πάνυ τὸν Ὀδυσσέα ὑπὸ Μενελάου φιλεῖσθαι. οὐ γὰρ μαθὼν τίνες οἱ

ξένοι, εἶτα ἐλάλησεν ἔπαινον τοῦ Ὀδυσσέως. ἦ γὰρ ἂν ἔδοξε πρὸς χάριν ἐπαινεῖν.

ἀλλ' ἁπλῶς οὕτω ἀνέπλευσαν καθ' Ἡρόδοτον εἰπεῖν, τοιοῦτοι λόγοι τῷ Μενελάῳ

διὰ φιλίαν ἄκραν καὶ μνήμην παλαιῶν χαρίτων. ἧς ὀφειλέται οἱ εὐγενεῖς ὅτε πρός

τινος εὖ πάθοιεν. (ῃερς. 106.) Ὅρα δ' ἐν τούτοις τὴν τῆς πολλῆς φιλίας αἰτίαν. τὸ

πολλὰ μογῆσαι ὑπὲρ τοῦ φίλου. καὶ ὡς μετ' ὀλίγα φησὶ, πολλοὺς μογῆσαι ἀέθλους.

οὐ μὴν τὸ πολλὰ συμφαγεῖν καὶ συμπιεῖν, οἷς οἱ φορτικοὶ φίλοι κρίνονται. κατὰ τὸ,

οἷόν μιν ἐγὼ ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε. Τὸ δὲ φρένα

τέρπομαι, ἡδονήν τινα προσεῖναι καὶ τῷ δακρύειν δηλοῖ. Τὸ δὲ αἰψηρὸς κόρος γόου,

γνωμικῶς ἐῤῥέθη. δηλοῖ δὲ οὐ παντελῆ παῦσιν θρήνου τοῦ ἐπὶ τοῖς φίλοις. ἀλλ' ὅτι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

174

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!