18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

γὰρ καὶ αἱ θύραι, καὶ τὸ θύραζε γενέσθαι. (ῃερς. 499.) Τὸ δὲ ἐσθέμεναι, ἡ σφοδρότης

ἐστὶ τοῦ κακοῦ. οὐ γὰρ ἐλύπει τοὺς ξένους. οὐκ ἀπεστέρει. οὐκ ἄλλως ἀδικῶν ἦν.

ἀλλ' οὐδὲ λῃστρικῶς γοῦν ἔκτεινε μόνον, ἀλλὰ καὶ κατήσθιεν. (ῃερς. 480.) Ὅτι

Ὀδυσσέως φωνήσαντος καθὰ προσεχῶς ἐῤῥέθη, χολωσάμενος κηρόθι μᾶλλον ὁ

Κύκλωψ ἧκεν ἀποῤῥήξας, ὡς καὶ προεδηλώθη, κορυφὴν ὄρεος μεγάλοιο. κὰδ δ'

ἔβαλε προπάροιθε νεὼς κυανοπρώροιο. τυτθὸν ἐδεύησε δ' οἰήϊον ἄκρον ἱκέσθαι.

ἐκλύσθη δὲ θάλασσα (ῃερς. 484.) κατερχομένης ὑπὸ πέτρης ἤγουν κατελθούσης.

χρόνος γὰρ καὶ νῦν εἴληπται ἀντὶ χρόνου. τὴν δὲ, ἐς ἤπειρον παλιῤῥόθιον φέρε

κῦμα, πλημυρὶς ἐκ πόντοιο. (ῃερς. 486.) θέμωσε δὲ χέρσον ἱκέσθαι. τουτέστιν

ἠνάγκασεν ἔπεισεν ἐγγίσαι εἰς γῆν. γίνεται δὲ ἡ λέξις ἐκ τοῦ θέμις. ὅθεν θεσμὸς ὁ

νόμος, ᾧ ἐξ ἀνάγκης πειθόμεθα, ἵνα ᾖ θεσμῶσαι τὸ ὡς εἰπεῖν δικαιῶσαι. κεῖται δὲ

καὶ μετ' ὀλίγα ἡ λέξις ἔνθα ὁ Κύκλωψ μετὰ δευτέραν λαλιὰν τοῦ Ὀδυσσέως πολὺ

μείζονα λᾶαν ἀείρας, (ῃερς. 538.) ἧκεν ἐπιδινήσας ἤγουν συστρέψας. ἐπέρεισε δὲ ἶνα

ἀπέλεθρον, ἤγουν ἐπεστήριξε τῷ λίθῳ διὰ ἐπιδινήσεως δύναμιν πολυπέλεθρον, ὃ

καὶ ἐν Ἰλιάδι κεῖται. (ῃερς. 539.) κὰδ δ' ἔβαλεν, οὐκέτι προπάροιθε τῆς νηὸς ἵνα εἰς

τὴν τῶν Κυκλώπων γῆν ἐπανέλθῃ ἡ ναῦς, ἀλλὰ μετόπισθεν αὐτῆς τυτθόν. καὶ τὰ

ἑξῆς ὡς ἐνταῦθα κεῖται δίχα τοῦ, πρόσω δὲ φέρε κῦμα. ἡ μὲν γὰρ πρώτη βολὴ

πρόσθεν τῆς νηὸς πεσοῦσα ἔστρεψεν ἐκείνην παλίμπλουν, ἡ δὲ δευτέρα κατόπιν

γενομένη εἰς τὴν τοῦ πέραν νησιδίου χέρσον θέμωσεν ἱκέσθαι τὴν ναῦν. ὥσπερ ἐκ

προστάγματος κἀκεῖνο καὶ τοῦτο ποιήσασα, ὁποῖα τὰ τερατώδη τῆς ποιήσεως. (ῃερς.

483.) διὸ ἐν μὲν τῇ πρώτῃ βολῇ οὐκ εὐνόητόν ἐστι πῶς ὁ λίθος ὁ πεσὼν ἔμπροσθεν

ἔνθα ὁ πλοῦς ἦν τῆς πρώρας καὶ κλύσας οὕτω τὴν θάλασσαν ὀλίγον ἐδέησεν ἱκέσθαι

εἰς ἄκρον οἰήϊον, ἤγουν καθικέσθαι τοῦ οἰακίου τοῦ περὶ τὴν πρύμναν. ἐν δὲ τῇ

δευτέρα βολῇ πάνυ καλῶς κεῖται. ὀπίσω γὰρ πεσὼν ὁ λίθος βραχὺ ἐδέησεν ἱκέσθαι

κατὰ τοῦ πηδαλίου. διὸ ἐν μὲν τοῖς πρώτοις στίχοις, τὸ τυτθὸν ἐδεύησεν οἰήϊον

ἄκρον ἱκέσθαι, ἀστέρα ἔχει μετὰ ὀβελοῦ. ὡς ἄριστον μὲν ἔπος ὂν ἐκεῖθεν δὲ

ὀβελιζόμενον. ἐν δὲ τοῖς δευτέροις στίχοις ἀστέρα μόνον ἔχει ὡς ἐκεῖ ἄριστα

κείμενον. οἱ δὲ παλαιοὶ ἐνταῦθα φασὶ ὅτι νοητέον ὡς στρέψας Ὀδυσσεὺς τὴν νῆα καὶ

ἀνακωχεύσας ἐβόησεν. ἔχων πρὸς μὲν τῇ γῇ τῶν Κυκλώπων τὴν πρώραν. πρὸς δὲ τῇ

ἀντικρὺ νήσῳ τῇ λαχείᾳ, τοὺς οἴακας. διὸ καὶ ὁ λίθος ὑπερβληθεὶς βραχύ τι ἐδέησε

καθικέσθαι τοῦ ἀναστραφέντος οἴακος. καὶ ἡ ναῦς ἐξώσθη αὖθις πρὸς τῇ γῇ τῶν

Κυκλώπων παλιῤῥόθιος. ἵνα καὶ ἐν τῇ πρώτῃ βολῇ καὶ ἐν τῇ δευτέρᾳ δὲ ἄλλως

μέντοι καὶ ἄλλως κινδυνεύσῃ βληθῆναι ὁ οἴαξ τῆς νηὸς, τὸ πρῶτον μὲν ἐν τῷ

στραφῆναι, τὸ δεύτερον δὲ, ἐν τῷ κατευθὺ πλέειν. (ῃερς. 537.) Ἐν τούτοις δὲ

σημείωσαι καὶ ὡς ἐπέτεινε τὴν ἰσχὺν ὁ Κύκλωψ, πολὺ μείζονα λᾶαν βαλών. καὶ

αὐτὸν, ἐκ διαστήματος διπλασίονος. ἡ γὰρ δευτέρα τοῦ Ὀδυσσέως βοὴ οὐκ ἐκ τοῦ

αὐτοῦ γέγωνε τόπου, ἀλλ' ὅτε δὶς τόσον ἅλα πρήσσοντες ἀπῆσαν οἱ περὶ αὐτόν. καὶ

ἔστι νοεῖν, ὅτι καὶ Ὀδυσσεὺς ἐπέτεινε καὶ αὐτὸς τὴν φωνήν. καὶ τὴν μὲν ἀρχὴν

ἐβόησεν εἰς ὅσον ἀκουσθῆναι. καὶ δὶς δὲ τόσον ἀπελθὼν πάλιν βοήσας ἠκούσθη. οὐ

γὰρ ποσότητα δηλοῖ φωνῆς ἐν τούτοις ὡς τοσοῦτον καὶ μόνον τοῦ Ὀδυσσέως βοᾶν

δυναμένου, ἀλλὰ μέτρον ἁπλῶς ἀκοῆς λαμβάνει. καὶ τοῦτο, 1.358 οὐκ

ἐστενοχωρημένης ἀλλὰ δυναμένης ἀκοῦσαι εἰ καὶ τριπλάσιόν τις κεκράξεται τὴν

φωνὴν ἐκτείνας. καὶ καινὸν οὐδὲν εἴπερ καὶ ἐν τῇ λαχείᾳ ὄντες οἱ περὶ τὸν Ὀδυσσέα

ἤκουον τὴν τῶν Κυκλώπων φθογγήν. εὐρύφωνος δὲ ὡς εἰκὸς ὁ Ὀδυσσεὺς, ὃς καὶ ἐν

Ἰλιάδι ὄπα λέγεται μεγάλην ἀπὸ στήθεος ἱέναι. (ῃερς. 486.) Ἰστέον δὲ ὅτι τὸ θέμωσεν

οὐ μόνον ἀντὶ τοῦ ἠνάγκασεν, ὡς ἐῤῥέθη, ἀλλὰ καὶ ἀντὶ τοῦ ἐποίησε κατὰ τοὺς

παλαιοὺς, παρὰ τὸ θεῖναι τουτέστι ποιῆσαι. (ῃερς. 483.) Οἰήϊον δὲ ποιητικώτερον, τὸ

οἰάκιον, ὅ ἐστι πηδάλιον, περὶ ὧν προγέγραπται. (ῃερς. 484.) Τὸ δὲ ἐκλύσθη, ἀρίστη

λέξις. ἀφ' ἧς καὶ ὁ κλύδων. (ῃερς. 485.) Παλιῤῥόθιον δὲ, τὸ παλίῤῥουν. καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

407

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!