18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

οἱ τόδ' ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη ἀργυρέη, κολεὸν δὲ νεοπρίτου ἐλέφαντος

ἀμφιδεδίνηται πολέος δέ οἱ ἄξιον ἔσται, τίθησιν ἐν χερσὶν Ὀδυσσέως, ξίφος

ἀργυρόηλον. καὶ χαῖρε φησὶ πάτερ ὦ ξεῖνε, (ῃερς. 408.) ἔπος δ' εἴ πέρ τι βέβακται

δεινὸν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι. ὃ δὴ πᾶς εἴπῃ ἂν, ὁ μετὰ ὕβρεις

φιλούμενος γηραιῷ ἐνδόξῳ τινί. εἶτα καὶ εὐφήμως ἐπεύχεται τῷ Ὀδυσσεῖ, τὰ ἑαυτοῦ

ἰδεῖν. καὶ Ὀδυσσεὺς εἰπὼν φιλοφρόνως, καὶ σὺ φίλος μάλα χαῖρε θεὸς δέ τοι ὄλβια

δοίη, ἐπάγει. (ῃερς. 414.) μηδέτι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο τούτου, ὃ δή

μοι δῶκας ἀρεσσάμενος ἐπέεσσι. τοῦτο δὲ πρὸς ἀποτροπιασμὸν ἐῤῥέθη, μὴ καὶ ἐπὶ

κακῷ ἡ τοῦ ξίφους δόσις ἀποβαίη δυστυχῶς. εὔχεται γὰρ Ὀδυσσεὺς μὴ δεηθῆναί

ποτε τοῦ ξίφους τούτου, ἀλλ' ἀπόθετον φυλάξειν αὐτό. (ῃερς. 416.) νῦν μέν τοι, ἀμφ'

ὤμοις αὐτὸ τίθησι κατὰ τὸ πολλαχοῦ φανὲν Ἑλληνικὸν ἔθος. Ἰστέον δὲ ὅτι ἐκ τοῦ

ξίφους οὐ μόνον διαξιφίζεσθαι τὸ πολεμεῖν ὡς παρὰ τῷ κωμικῷ, οἷον Μήδοισι

διεξιφίσω, ἀλλὰ καὶ ξιφίζειν τὸ χειροτονεῖν, παραπλήσιον φασὶ ξίφει τὸ τῆς χειρὸς

σχῆμα ποιοῦντα. καὶ ξιφισμὸς, σχῆμα φασὶν ἐμμελείας. (ῃερς. 403.) Ἔστι δὲ

κἀνταῦθα ὑπιδέσθαι τὴν Φαιακικὴν τερατολογίαν. οἱ γὰρ μὴ δεδιότες δηϊοτῆτα καὶ

οἷς οὐ μέλει τὰ πολεμικὰ, φαίνονται ἰδοὺ ὡς ἐκ τοῦ Εὐρυάλου, καὶ ὅπλοις χρώμενοι.

εἰ καὶ μὴ βιός ἐστιν αὐτῷ μὴ δὲ φαρέτρα ἅπερ ἀπέφησεν ἡ Ναυσικάα. (ῃερς. 402.)

Ἀρέσασθαι δὲ, τὸ φιλικῶς θεραπεῦσαι ἤγουν φιλοφρονήσασθαι. ὅθεν καὶ ἐρίηρες οἱ

πρὸς φιλίαν ἡρμοσμένοι ἑταῖροι. καὶ ἀρθμὸς ἡ φιλία. καιρίᾳ δὲ οὔσῃ τῇ λέξει ὅσον

εἰς ποίησιν, τρεῖς ἐν τοῖς ῥηθεῖσιν ἐχρήσατο ὁ ποιητής. συντάσσεται δὲ μετὰ

αἰτιατικῆς, ὡς δηλοῖ τὸ, αὐτὸν ἀρεσσάσθω. καὶ, τὸν ξεῖνον ἀρέσσομαι. (ῃερς. 404.)

Οὐδετέρως δὲ κἀνταῦθα τὸ κολεόν. ὃ κοινότερον, κουλεὸν λέγεται μετὰ τοῦ ˉυ.

(ῃερς. 405.) Τὸ δὲ ἀμφιδεδίνηται, ἀντὶ τοῦ, κύκλῳ περιθέει. οὐ μέντοι τετόρευται

κατὰ τὸν κυρίως δῖνον. οὐ γάρ ἐστιν ἐσφαιρῶσθαι ξίφους θήκην κυλινδροειδῶς.

λαμπρὸν δὲ τὸ ξίφος καὶ πολλοῦ ἄξιον, ὡς ἡ ἔκφρασις δηλοῖ. (ῃερς. 408.) Βέβακται

δὲ, οὐχ' ἁπλῶς ἀπλῶς ἀντὶ τοῦ εἴρηται, ἀλλὰ κατὰ τοὺς παλαιοὺς, ἀντὶ τοῦ

πεφλυάρηται, ἀπὸ τοῦ βάζω. ἐξ οὗ καὶ ὁ παρὰ Λυκόφρονι βάβαξ γίνεται. (ῃερς. 409.)

Τὸ δὲ ἀναρπάξασαι ἄελλαι, ἀστείως ἔχει. ὡς τοῦ προφορικοῦ λόγου εἰς ἀέρα

χεομένου τὸν ἐν τῇ φωνῇ πληττόμενον. (ῃερς. 410.) Ὅτι ἔστι ποτὲ πρὸς

πολυπλάνητον ξένον ῥηθῆναι πρός τινος τὸ, σοὶ δὲ θεὸς ἄλοχόν τ' ἰδέειν καὶ πατρίδ'

ἱκέσθαι δοίη, ἐπειδὴ δηθὰ φίλων ἄπο πήματα 1.309 πάσχεις. (ῃερς. 426.) Ὅτι

λουστικῆς παρασκευῆς φράσις τὸ, ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δ' ὕδωρ.

καὶ τὸ, ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα. καὶ τὸ, αἱ δὲ λοετροχόον

τρίποδ' ἔστασαν ἐν πυρὶ κηλέῳ. ἐν δ' ἂρ ὕδωρ χεῦαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.

γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε. (ῃερς. 437.) θέρμετο δ' ὕδωρ. ἔστι δὲ τὸ θέρμω

πρωτότυπον τοῦ θερμαίνω. (ῃερς. 326.) Χαλκὸς δὲ ἰαίνεται, ἀντὶ τοῦ θερμαίνεται,

καθὰ καὶ ἀλλαχοῦ δηλοῦται. διὸ καὶ χαλκοῦ ἰαινομένου θέρμεται τὸ ὕδωρ. (ῃερς.

434.) Ὁ δὲ τρίπους καὶ τιβὴν παρά τε Λυκόφρονι καὶ ἄλλοις λέγεται. ὡς οἱονεὶ

τριβὴν ὅ ἐστι τρεῖς βάσεις ἔχων. (ῃερς. 435.) Πῦρ δὲ κήλειον, τὸ καυστικόν. καὶ

ἀποβολῇ τοῦ ˉι κήλεον, ὁμοίως τῷ τέλειον τέλεον. (ῃερς. 436.) Ξύλα δὲ ὑποδαίειν,

τὸ ὑποκάτω τρίποδος ἀνακαίειν. ἐκ δὲ τῆς ἐννοίας ταύτης ξύλα δανὰ καὶ κάγκανα,

τὰ εἰς τὸ δαίεσθαι καὶ καίεσθαι ἐπιτήδεια. Γάστρη δὲ τρίποδος, ὁ πυθμήν. παρηγμένη

καθ' ὁμοιότητα τοῦ πάτρη καὶ μίτρη. (ῃερς. 437.) Ὅτι καινόν τι σχῆμα καὶ τὸ, (ῃερς.

429.) δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων. ἦν γὰρ εἰπεῖν, δαιτί τε τέρπηται

καὶ ἀοιδῇ. ὁ δὲ ποιητὴς καινοτέρον κατὰ περίφρασιν ἐσχημάτισεν. Ὕμνον δὲ ἀοιδῆς

περιφραστικῶς τὴν ᾠδὴν λέγει. ἐξ οὗ λαβὼν καὶ Πίνδαρος ὁμοίως φράζει πολλαχοῦ.

(ῃερς. 449.) Ὅτι ἐν τῷ, αὐτόδιον δ' ἄρα μιν ταμίη λούσασθαι ἄνωγεν, οἱ μὲν

αὐτόδιον φασὶν ἀντὶ τοῦ παραχρῆμα, ἐξ αὐτῆς ὁδοῦ, οὐκ ἀλλαχοῦ που χωρισθέντα,

οἱ δὲ ἀντὶ τοῦ, αὐτοδίως ἤγουν αὐτίκα μετὰ τὸ δῆσαι τὴν κιβωτόν. ἔδησε γὰρ ὡς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

351

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!