18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

δὲ καὶ ἀπατεών. καὶ τὰ τοιαῦτα. καὶ ἔστι σαφὴς χρῆσις ἀμπελεῶνος. οὗ πρὸς

ὁμοιότητα καὶ ὁ κοινὸς λεγόμενος ἀνδρὼν, ἀνδρεὼν κεῖται παρ' Ἡροδότῳ. οἶκος καὶ

αὐτὸς μέγας. ὁ παρ' ἄλλοις ἀνδρόδομος ἢ τρίκλινος. (ῃερς. 123.) Θειλόπεδον δὲ,

εἵλης βοτρύων τόπος. ψυκτὴρ σταφυλῶν. ὕπαιθρος ἡλίῳ ἐκκείμενος. καὶ ὡς εἰπεῖν,

πέδον εἵλης ὅ ἐστι θερμότητος Ἡλίου. ὡς καὶ ὁ ποιητὴς παρετυμολογεῖ ἐν τῷ,

τέρσεται ἠελίῳ. ἢ καὶ ἄλλως 1.268 εἰπεῖν καθ' Ὅμηρον, λευρὸς ὅ ἐστιν ὁμαλὸς τόπος

τερσόμενος ἡλίῳ. σύγκειται δὲ ἡ λέξις κατά τινας καθ' ὁμοιότητά τινα τοῦ

στρατοπέδου, παρὰ τὸ τˉο ἄρθρον οὐδέτερον καὶ τὴν εἵλην καὶ τὸ πέδον. οἷς καὶ

ἀρέσκει, θειλόπεδον ἀεὶ ἄνευ ἄρθρου προφέρειν, ὡς ἐγκειμένου τοῦ ἄρθρου

συνθέτως τῇ λέξει. διὸ καὶ μὴ δεῖν φασι λέγειν τὸ θειλόπεδον. ἵνα μή τις λέγῃ

τρόπον τινὰ, τὸ τὸ εἱλόπεδον διπλάζων τὸ ἄρθρον καὶ οὕτω βαρβαρικῶς ἀδολεσχῶν.

ὥσπερ φασὶν, οὐδὲ ὁ θάτερος εἴποι τις ἂν, ἵνα μὴ ἀδολεσχοίη. καὶ ἐκεῖ γὰρ, ∆ωρικὸν

ἄρθρον ἀρσενικὸν τὸ τˉο, σύγκειται μετὰ τοῦ ἅτερος. ἐξ ὧν θάτερος. καθ' ὁμοιότητα

τοῦ οὐδετέρου καὶ τοῦ θηλυκοῦ. ἤγουν τοῦ, τὸ ἅτερον θάτερον. καὶ τὴν ἁτέρα

θατέρα. καὶ λέγουσι μὲν οἱ τοιοῦτοι, πιθανῶς. τί γὰρ ἂν καὶ βούλοιτο τὸ θῆτα

στοιχεῖον προκατάρχειν ἐν τῷ θειλόπεδον, εἰ μὴ ἐξ ἄρθρου ἦν; ἀντιλέγονται δὲ

αὐτοὶ διὰ τὸ θειλοπεδεύω. οὐ γὰρ δή που καὶ ἐν τῷ τοιούτῳ ῥήματι, τὸ τˉο ἄρθρον

σύγκειται. εἴποιεν δ' ἂν ἴσως πρὸς τούτοις ἐκεῖνοι, μηδὲν μὴ δὲ τοῦτο αὐτοῖς

προσίστασθαι. καθάπαξ γὰρ τὸ τˉο ἄρθρον καθ' ἕξιν τινὰ συντεθὲν ἐν τῷ θειλόπεδον

καὶ κραθέν, ἔμεινεν ἀχώριστον τῆς λέξεως καὶ ἐν τῷ ῥήματι. ὁποῖόν τι γέγονε καὶ ἐν

τῷ ταυτόν. κἀνταῦθα γὰρ τὸ τˉο ἄρθρον ἑκτικῶς τῇ αὐτὸς ἀντωνυμίᾳ συντακὲν

κατὰ σύνθεσιν, διέβη καὶ εἰς τὸ ταυτίζω ῥῆμα καὶ εἰς τὸ θηλυκὸν τὴν ταυτότητα. εἰσὶ

δὲ οἱ ἄλλως λύοντες τὴν ἀπορίαν τῆς τοῦ θῆτα στοιχείου προκατάρξεως ἐν τῷ

θειλόπεδον, συνέθεντο τὴν λέξιν ἀπὸ τοῦ θεῖναι καὶ τῆς ἕλης καὶ τοῦ πέδον. Ὅτι δὲ

τὴν εἵλην οἱ παλαιοὶ καὶ ἕλην φασὶν, ἐν ῥητορικοῖς δηλοῦται λεξικοῖς. ἔνθα κεῖται

καὶ ὅτι εἵλη καὶ ἕλη, ἡ τοῦ ἡλίου αὐγή. καὶ εἱληθερεῖν, τὸ ἡλιάζεσθαι, καὶ εἱλεῖν, τὸ

ἐν ἡλίῳ ξηραίνειν. καὶ εὔειλον χωρίον, τὸ εὐήλιον. καὶ πρόσειλον, τὸ πρὸς

μεσημβρίαν τετραμμένον. (ῃερς. 124.) καὶ εἱληθερὲς ὕδωρ, τὸ ὑπὸ ἡλίου

τεθερμασμένον. Ἐν δὲ τῷ ἕτερον μὲν θειλόπεδον, ἑτέρας δὲ τρυγῶσιν, ἄλλας δὲ

τραπέουσιν, ἕτεραι δ' ὑποπερκάζουσιν, ἐφ' ὧν ἐν τρισὶ τόποις κεῖται τὸ ἕτερον

εἰωθὸς ἐπὶ δύο λέγεσθαι καὶ δηλοῦν τὸ ἓν ἐξ αὐτῶν, γράφοντες οἱ παλαιοὶ περὶ τοῦ

ἕτερος καὶ ἄλλος, λέγεσθαί φασι τὸ ἕτερος καὶ ἐπὶ πολλῶν. ∆ημοσθένης γοῦν ἐν τῷ

κατ' Ἀριστοκράτους φησί. τρίτον δ' ἕτερον δικαστήριον πρὸς τούτοις. οὕτω δὲ καὶ τὸ

ἄλλος οὐ μόνον ἐπὶ πολλῶν, ἀλλὰ καὶ ἐπὶ δύο. καὶ ὅλως, ἀδιαφόρως Ἀττικοὶ

χρῶνται ἀμφοῖν. ὥστε καὶ ἐκ παραλλήλου λέγουσιν ἀμφότερα. καὶ οὕτω μέν τινες.

ἕτεροι δὲ, καὶ οὕτω φασίν. ἕτερον καὶ ἄλλο, ἀδιαφόρως. Πλάτων οὖν ἐν πολιτείαις,

φησίν. ἄλλη μὲν ἡ ἀπωθοῦσα χεὶρ, ἑτέρα δὲ ἡ προσαγομένη. καὶ οὕτω μὲν αὐτοί.

ἀφανίζοντες τὴν περὶ τοῦ ἕτερος παλαιὰν παρατήρησιν. ἥτις ἐπὶ δύο τίθεσθαι τὸ

ἕτερον παραδιδοῦσα, τὸ ἓν ἐκ τῶν δύο λέγει δηλοῦν. εἰ δέ τις ἀκριβῶς τῇ Ὁμηρικῇ

φράσει προσχοίη, εὑρήσει κἀνταῦθα φυλαττόμενον τὸ κοινῶς πάλαι παραδοθέν. εἰ

γὰρ καὶ οἱ μεθ' Ὅμηρον Ἀττικοὶ τὸ ἕτερον καὶ ἐπὶ τρίτου τινὸς καὶ τετάρτου

τιθέασιν, ἀλλ' Ὅμηρος ἐπὶ δύομόνων τάττει αὐτό. τὸ γοῦν ἕτεραι δ' ὑποπερκάζουσι,

πρὸς μόνας τὰς ἀνωτέρω ῥηθείσας ὄμφακας διέστειλεν. ὥσπερ αὖ πάλιν

διαστέλλονται πρὸς τὰς ἐν θειλοπέδῳ, αἱ τρυγώμεναι. ἔφη γάρ. ἧς ἕτερον μὲν,

θειλόπεδον. ἑτέρας δὲ, τρυγῶσιν. ὅθεν τρίτας μέλλων εἰπεῖν τὰς πατουμένας, οὐ

λέγει ἑτέρας δὲ τραπέουσιν, ἵνα μὴ ἐπὶ τρίτου πράγματος θήσῃ τὸ ἕτερον. ἀλλὰ

εἰπὼν ὡς ἕτεραι μὲν θειλοπεδεύονται ἕτεραι δὲ τρυγῶνται, ἐπάγει. ἄλλας δὲ

τραπέουσι. τὸ μὲν γὰρ ἕτερος, ἐπὶ δύο μόνων λέγεται. τὸ δὲ ἄλλος, ἐπὶ πλειόνων.

Ἰστέον δὲ ὡς κατὰ τοὺς παλαιοὺς, οὐ μόνον ἕτερον καὶ ἕτερα, ἀλλὰ καὶ μετὰ τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

305

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!