18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ψαύσας, τότε δὴ νικᾶν τὸν τοιοῦτον μνηστῆρα, καὶ πολλὰ ἐλπίζειν γαμήσειν τὴν

Πηνελόπην. τὸν δὴ Εὐρύμαχον, πλείστας εἰληφέναι τοιαύτας νίκας ταύτῃ τῇ παιδιᾷ,

καὶ εὔελπιν εἶναι τῷ γάμῳ, ἐπίδοξον ὄντα λαβεῖν τὴν βασιλείαν, ὥστε δῆλον ἐκ

τούτων, ὡς καλῶς καθὰ προδεδήλωται, καὶ ἀστραγαλίζειν τὸ πεττοῖς καθ' Ὅμηρον

τέρπεσθαι, λέγεται. μέχρι γὰρ καὶ ἐσάρτι, οὕτως ἀστραγαλίζουσι καὶ μάλιστα ὀνείοις,

οἱ τοιαῦτα πεττεύοντες εἴτε παίζοντες. ὁ τοίνυν εἰς τὸν τῆς Πηνελόπης γάμον

ἐπίδοξος ἥρως οὗτος, καὶ νῦν ὑπούλως τὸν λόγον μεταχειριζόμενος, πρῶτον μὲν

συνετῶς προοιμιάζεται ὅτι ἐν θεοῦ γούνασι κεῖται ὅς τις ἐν Ἰθάκῃ βασιλεύσει. εἶτα,

καὶ ἐπεύχεται τῷ Τηλεμάχῳ ὅτι κτήματα δ' αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις,

κατὰ τὸν σὸν λόγον. μὴ γὰρ ὅγε ἔλθοι ἀνὴρ ὅς σε ἀέκοντα βίῃ κτήματ' ἀποῤῥαίσει,

Ἰθάκης ἔτι ναιεταώσης. καὶ οὕτω προοιμασάμενος, ἐπάγει ὡς δῆθεν εὔνους, ἀλλὰ

θέλω σε φέριστε περὶ ξείνοιο ἔρεσθαι. Καὶ σημείωσαι ὅπως τοῦ Τηλεμάχου ἀνωτέρω

ἐνδειξαμένου ὡς εἴρηται ὅτι οὐκ ἀνάγκη πᾶσα τινὰ τῶν μνηστήρων βασιλεῦσαι,

εἰκὸς γὰρ καὶ ἄλλῳ τινὶ τὴν βασιλείαν ταμιεύεσθαι, εἰπόντος δὲ καὶ ὡς εἰ καὶ τῆς

βασιλείας ἐκπέσῃ, τοῦ γοῦν οἴκου ἄναξ ἐσεῖται τοῦ πατρικοῦ, ὁ Εὐρύμαχος πρὸς

ἄμφω ἀπαντᾷ, τὴν μὲν βασιλείαν, ἐν θεοῦ γούνασι κεῖσθαι εἰπὼν, οἷα μὴ θέλων

ἀλαζονεύεσθαι. τὸ δὲ τοῦ οἴκου ἄνακτα γενέσθαι τὸν Τηλεμάχον, εἰς εὐχὴν θέμενος

διὰ τὸ δῆθεν δυσχερές. οἱονεὶ λέγων, ὅτι οὐ μόνον οὐ βασιλεύσεις ὦ Τηλέμαχε, ἀλλ'

εὐκταῖον σοι καὶ τὸ τὰ σὰ ἔχειν. (ῃερς. 404.) Τὸ δὲ εἰπεῖν μὴ γὰρ ἔλθοι ἀνὴρ ὅς τις

ποιήσει τάδε, ἐσχημάτισται καὶ αὐτό. δοκεῖ μὲν γὰρ λέγειν ὅτι μὴ γένοιτο

ἀδικηθῆναί σε. λέγει δὲ ἀληθῶς, ὅτι μηδεὶς ἄλλος ἔλθοι βλάψων σε. ὡς ἡμῶν

δηλαδὴ τῶν Ἰθακησίων ἀρκούντων εἰς τοῦτο. Τὸ δὲ ἀέκοντα καὶ τὸ βίῃ, ἐκ

παραλλήλου θέσεως ταυτὸν σημαίνουσι. Τὸ δὲ ἀποῤῥαίσει κτήματα, δηλοῖ μὲν τὸ

φθερεῖ 1.72 δαπανήσας. γίνεται δὲ ἀπὸ τοῦ ῥῶ ῥαίω ἀφ' οὗ καὶ ῥαιστὴρ ἡ σφύρα.

καθὰ καὶ πέτω τὸ πίπτω, καὶ ἐν συγκοπῇ καὶ παραγωγῇ πτῶ πταίω τὸ προσκόπτω.

οὕτω δὲ καὶ λῶ λαίω ἐξ οὗ τὸ λιλαίω. καὶ κεδῶ κεδαίω τὸ σκεδάζω. καὶ κλῶ κλαίω.

καὶ κῶ καίω. ἐκ δὲ τοῦ ῥαίω, καὶ ῥαϊστὴς ἐξ οὗ κυνοραϊστὴς καὶ θυμοραϊστής. τὸ

μέντοι ῥῶ, τὸ γάμμα προσλαβὸν, τὴν γρώνην ποιεῖ. καὶ τὴν γράστιν. καὶ τὴν γραῖαν.

Ὅτι εὐχὴ ἀγαθὴ πρὸς οἰκοδεσπότην τὸ, κτήματα δ' αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν

ἀνάσσοις. (ῃερς. 407.) Ὅτι ὁ ἐρωτῶν περὶ ἀγνοουμένου ξένου, ἐρεῖ. ὁππόθεν οὗτος

ἀνὴρ, ποίης δ' ἐξεύχεται εἶναι γαίης, ποῦ δὲ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα. (ῃερς.

410.) Καὶ σημείωσαι ὅτι τὸ πατρὶς ἄρουρα ἐντελῶς νῦν εἴρηται. ὡς καὶ τὸ, πατρίδα

γαῖαν. καὶ παρὰ Πινδάρῳ, ἄρουραν πατρίαν. ὅτε δὲ μόνον τις εἴπῃ τὸ πατρὶς,

ἐλλιπῶς εἶπεν. Ὅτι τὸ ἐέλδεσθαι, τὰ πλείω μὲν ὡς καὶ ἐνταῦθα ἐνέργειαν δηλοῖ. ἔστι

δὲ ὅτε, καὶ παθητικὴν ἔννοιαν ἔχει, ὡς καὶ ἐν Ἰλιάδι. νῦν τοι ἐελδέσθω πόλεμος,

ἀντὶ τοῦ ἀγαπάσθω. τοιαῦτα δὲ καὶ τὸ μορμολύττομαι καὶ βιάζομαι καὶ ἄλλα μυρία,

μέσως ἔχοντα. (ῃερς. 411.) Ὅτι τὸ ἀναμεῖναι καὶ καρτερῆσαι, ὑπομεῖναι λέγει. φησὶ

γάρ. οἷον ἤγουν ὅπως ἀναΐξας, οἴχεται οὐδ' ὑπέμεινε γνώμεναι. οἰκεῖος δὲ ὁ λόγος,

ἐπὶ ταχείας ξένου ὑποχωρήσεως. (ῃερς. 412.) Ὅτι κάλλους δηλωτικὸν τὸ, οὐ γάρ τι

κακῷ εἰς ὦπα ἐῴκει. οἱ τοῦ κάλλους δὲ γνώμονες μνηστῆρες τοῦτο φασὶν, ἀπὸ τῆς

ὄψεως τὸν φανέντα Μέντην χαρακτηρίζοντες. ὦπα τὸ ὅλον εἰπόντες πρόσωπον ἀπὸ

τοῦ τιμιωτάτου μέρους. ἀφ' οὗ καὶ τὸ πᾶν παρωνόμασται πρόσωπον, οἱονεὶ τὸ πρὸς

τοῖς ὀφθαλμοῖς. τὸ γὰρ μετὰ τοὺς ὦπας, μέτωπον. Ἰστέον δὲ ὅτι τὸ οὐ μὲν γάρ τι

κακῷ εἰς ὦπα ἐῴκει, οὕτως ἡ παλαιὰ μεταβολὴ φράζει. ὅσα μὲν γὰρ ἰδεῖν, σφόδρα

ἐῴκει τῶν γεννικῶν εἶναι. Ἔνθα ὅρα ὅτι τὸ, γεννικῶν, ἑτεροῖόν ἐστι τῆς παρὰ τῷ

κωμικῷ σημασίας καθ' ἣν ἐκεῖνος γεννικὸν κρέας φησὶ, τὸ γενναῖον διὰ πάχος.

(ῃερς. 414.) Ὅτι ἐπὶ φιλικῆς ἀποδημίας ἀνελπίστου, εἴποι τις ἄν. νόστος ἀπώλετο

τοῦ δεῖνος, οὔτ' οὖν ἀγγελίαις ἔτι πείθομαι εἴ ποθεν ἔλθοι, οὔτε θεοπροπίης

ἐμπάζομαι. (ῃερς. 416.) Ἰστέον δὲ ὅτι θεοπρόπος μὲν ἁπλῶς, ὁ μάντις. θεοπροπία δὲ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

82

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!