18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

κατὰ τὴν νεκυίαν δηλωθήσεται ὡς ἐγχωρεῖ. Τιθωνοῦ δὲ εἰ καὶ μὴ ἐμνήσθη ὁ ποιητὴς

ἐνταῦθα, ὅμως ἱστόρησεν ἐν τῇ Ἰλιάδι ἐπιτροχάδην αὐτὸν καθὰ. καὶ ἔδει περὶ οὗ

ἰστέον, ὅτι ἐξ αὐτοῦ ὡς ὑπεργηράσαντος, οἱ λίαν πρεσβύται, Τιθωνοὶ ἐσκώπτοντο.

ὡς καὶ ἀπὸ τοῦ Ἰαπετοῦ καὶ Κρόνου, οἱ αὐτοὶ, Κρόνοι τε καὶ Ἰαπετοί. ληροῖ δὲ ὁ

μῦθος περὶ Τιθωνοῦ, καὶ ὅτι διὰ γῆρας, ἐν ταλάρῳ ἢ καρτάλῳ τῷ δηλουμένῳ ἐν τοῖς

τοῦ κωμικοῦ, ἐκρεμάσθη. ὡς ἂν δηλαδὴ μὴ φαίνοιτο τοῖς πολλοῖς. ἢ εἰς τέττιγα

μετεβλήθη. (ῃερς. 123.) Τὸ δὲ ἕλετο, ταυτὸν τῷ, ἐξείλετο, προέκρινεν. Ὀρτυγία δὲ

κατὰ τοὺς πλείονας, ἡ ∆ῆλος, μία τῶν Κυκλάδων περὶ ἧς φασὶ καὶ οἱ τοῦ

Λυκόφρονος σχολιασταὶ ὡς παρωνυμουμένης ὄρτυγι δαιμονίᾳ τινί. ἢ καὶ παρὰ τοὺς

ἐκ πελάγους εἰς τὴν ∆ῆλον καταίροντας ὄρτυγας ὡς ἐν τοῖς ἑξῆς που φανεῖται.

Ἁγνὴν δὲ τὴν Ἄρτεμιν ὡς παρθένον καλεῖ. ὅπερ ἡ Ἀφροδίτη οὐκ ἂν ἔχοι. (ῃερς. 125.

σθθ.) Τὸν δὲ Ἰασίωνα, γεωργὸν ἡ κατὰ τὸν Ἑλλάνικον ἱστορία ἔχει Κρῆτα τὸ γένος.

∆ιὸς υἱὸν καὶ Ἡμέρας, παρ' ᾧ μετὰ κατακλυσμὸν εὑρέθη φασὶ σπέρματα. ὅθεν καὶ ἡ

∆ημήτηρ κατὰ τὸν μῦθον ἐφίλει αὐτὸν ὡς καὶ Ἡσιόδῳ δοκεῖ. καὶ μίγνυται, οὐκ ἐν

θαλάμῳ ἀλλ' ἐν νειῷ τριπόλῳ. ἣν ὁ αὐτὸς Ἡσίοδος ἐξαίρει ἀλεξιάρην καλέσας καὶ

παίδων εὐκηλήτειραν, καὶ ἐκ τῆς τοιαύτης μίξεως ὁ πλοῦτος γεννᾶται. ὁ ὡραῖος

δηλαδή. ὃν γαῖα φέρει ∆ημήτερος ἀκτήν. ὁ δὲ τῷ Ἰασίωνι τούτῳ ἐνσκήψας

κεραυνὸς, εἰς πολὺν αὐχμὸν νοεῖται, ὃς οἷα ὀλέθριος ἀπεναντίας ἥκει τοῖς γεωργοῖς

ὅτε γένηται. (ῃερς. 125.) Τὸ δὲ ὅλον εἰπεῖν, ἐπεὶ γεωργικώτατος ὁ Ἰασίων, δόξαν

ἔσχε, ∆ήμητρι συνῳκηκέναι καὶ τὸν πλοῦτον τεκεῖν καθ' Ἡσίοδον. δοκεῖ δὲ καὶ

προσφυῶς κληθῆναι Ἰασίων, ὡς παρὰ τὸ ἵημι διὰ τὴν τῶν σπορίμων ἕσιν ὅ ἐστι

πέμψιν κατὰ τῆς γῆς. ὁ δὲ Ἀῤῥιανὸς ἱστορεῖ καὶ ὅτι Ἰασίων, ἀδελφὸς Ἀετίωνος καὶ

∆αρδάνου πρόγονος Πριάμου, ἐκ ∆ήμητρος καὶ Κόρης κάτοχος γενόμενος, εἴς τε

Σικελίαν ἦλθε, καὶ ἐπὶ πολλὴν ἄλλην γῆν ἐπλανήθη τὰ ἐκείνης ὄργια δεικνύων. διὸ

λόγον ἔσχεν, ὡς ∆ημήτηρ αὐτῷ μίσγεται. τούτου φησὶν υἱὸς, Πάριος. ᾧ ἐπώνυμον,

τὸ ἐν Ἑλλησπόντῳ Πάριον ὡς οἰκιστῇ. ὅτι δὲ ἡ ∆ημήτηρ εἰς γῆν ἀλληγορεῖται ὡς οἵα

τις γῆ μήτηρ, τεθρύληται. εἴη δὲ ἂν ἡ τοιαύτη εὐπλόκαμος, διὰ τοὺς ἐξ ἀνθέων

στεφάνους οἷς κόμη καλλύνεται. Σημείωσαι δὲ ὅτι εἰ καὶ ταυτόν ποτε πλόκαμος καὶ

πλοκαμὶς, ἀλλ' οἱ παλαιοὶ, καὶ κόσμον 1.6 γυναικεῖον τὴν πλοκαμῖδα εἶναι

δηλοῦσιν. ἣν καὶ κορυφαίαν φασὶν, ἤγουν κορυφήν. τὴν δ' αὐτὴν, καὶ σκόλλυν καὶ

κρέκαν μετὰ τοῦ ˉν ἢ καὶ χωρὶς τοῦ ˉν. κεῖται γοῦν ἐν ῥητορικῷ λεξικῷ, ταῦτα.

κρέκαν καὶ κορυφαίαν, τὸ αὐτό. καὶ σκόλλυν. μάλιστα δὲ Ἀττικοὶ πλοκαμῖδα. καὶ

ἴσως ἐντεῦθεν καὶ εὐπλοκαμῖδες Ἀχαιαὶ, ὡς εὐκόσμητοι. Ἰστέον δὲ καὶ ὡς ἐκ τοῦ

πλέκω μὲν, αἱ εἰρημέναι λέξεις παρήχθησαν. ἐκ δὲ τοῦ πέπλεχα, οὐ μόνον οἱ ἐν τῇ

Ἰλιάδι πλοχμοὶ, ἀλλὰ καὶ τὸ πλόχανον. ἔστι δὲ αὐτὸ, πλέγμα τι κατὰ τοὺς παλαιοὺς,

ᾧ καθαίρεται σῖτος. καὶ δοκεῖ κοσκινοειδές τι ἐκεῖνο εἶναι. οὗ ἀναλογία κατὰ τὸ,

ὄχανον. κόπανον. ξόανον. ἕδρανον. ἤρανον. ἐξ οὗ πληθυντικὸν κατὰ συγκοπὴν, ἦρα

καὶ ἐπίηρα. Πλοχμῷ δὲ ἀνάλογον, ὀχμός. οὗ ὄνομα παράγωγον ἀνάττικον μὲν τὸ

νεοχμός. Ἀττικὸν δὲ, ὁ συνεοχμὸς οὗ καὶ παρ' Ὁμήρῳ χρῆσις. ὧν θέμα, τὸ ἔχω. ἀφ'

οὗ λόγῳ μὲν παρακειμένου ἐνεργητικοῦ ἀῤῥήτου τὸ, πέτρης ἔχμα, Ὁμηρικῶς. ἤγουν

κράτημα. συνοχή. μέσου δὲ παρακειμένου τολμήσαντος οὐδ' αὐτοῦ ἐκφωνηθῆναι, τὸ

πρόεγμα διὰ τοῦ γάμμα στοιχείου, καθ' ὁμοιότητά τινα τοῦ, βρεχμὸς καὶ βρέγμα. ἔστι

δὲ πρόεγμα ὡς δηλοῖ ὁ Σουΐδας, στήριγμα. ὥστε εἶναι ἀπὸ τοῦ ἔχω, τὸ ἔχμα τὸ

πρόεγμα. τὸν ὀχμόν. οὗ ῥῆμα ὀχμάζειν παρ' Εὐριπίδῃ. καὶ τὸν συνεοχμόν. καὶ τὸν

νεοχμόν. τοῦ ἔχειν δὲ πάντως ἐξέχονται, καὶ ἡ ἐν ἄλλοις ῥηθεῖσα ὄχη τὸ ὄρος. καὶ τὸ

ὄχα καὶ ἔξοχα. καὶ τὸ ὀχεῖν καὶ ὀχεύειν. καὶ τὸ ὀχεῖον. καὶ ἄλλα. καὶ ταῦτα μὲν οὕτω

λελέχθω καὶ ἐς τοσοῦτον. (ῃερς. 127.) Τὸ δὲ ᾧ θυμῷ εἴξασα τουτέστι τῇ οἰκείᾳ

ἐπιθυμίᾳ, παντελῶς ἑτεροῖόν ἐστι τοῦ, ᾧ θυμῷ μεγαλήτορι εἴξας. ἐκεῖνο γὰρ ἐπὶ

θυμοῦ ἐν Ἰλιάδι κεῖται. Τὸ δὲ μίγη φιλότητι, πρὸς διαστολὴν ἑτέρων φησὶ μίξεων.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

234

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!