18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Τὸ δὲ βουλήμην κ' ἐπάρουρος διττὴν ἔχει γραφήν. ἢ γὰρ ἐπάρουρος ὁ γῆν

ἐργαζόμενος εἴτε καὶ ἁπλῶς ἐπίγειος, ἢ τρισυλλάβως πάρουρος ὁ εἰς φυλακήν τινα

τεταγμένος μισθωτικῶς. οὖρος γὰρ καὶ ὁ φύλαξ, ὁ καὶ ἐπίουρος. Ἄκληρος δὲ ἀνὴρ ὁ

ὀλιγόκληρος. διὸ ἑρμηνεύων ἐπήγαγεν, ᾧ μὴ βίοτος εἴτουν κλῆρος πολύς. (ῃερς.

495.) Ὅρα δὲ καὶ ὅτι πόλις καὶ ἐνταῦθα ἡ Ἑλλὰς ὑπὸ τῷ Πηλεῖ οὖσα καθὰ καὶ ἡ Φθία.

λαμπραὶ δὲ ἄμφω καὶ περιώνυμοι. διὸ καὶ Ὀδυσσεὺς εὐρὺ κλέος ἔχειν ἐῤῥέθη που

καθ' Ἑλλάδα καὶ μέσον Ἄργος. καὶ Εὐριπίδης δὲ ἐν τῷ ἀπορεῖν περί που τὰ τῆς

Ἑκάβης εἰ ∆ωρίδαγῆν ἀφίξεται ἢ Φθίαν ὁ ἐκεῖσε χορὸς, τὴν αὐτὴν δηλοῖ ἔννοιαν τὸ

καθ' Ἑλλάδα καὶ μέσον Ἄργος ἐν διαφόροις λέξεσι. ∆ωριεῖς τε γὰρ οἱ περὶ τὸ Ἄργος

ἤτοι τὴν Πελοπόννησον, καὶ ἡ Φθία δὲ Θετταλικὴ καθὰ 1.430 καὶ ἡ Ἑλλάς. ὡς γοῦν

μεγάλων τμημάτων ἐν Ἀχαιοῖς ἡ ποίησις μνημονεύει τῶν τε κατὰ Θετταλίαν, τῶν τε

κατὰ Πελοπόννησον. (ῃερς. 496.) Τὸ δὲ γῆρας κατέχει χεῖρας καὶ πόδας, δίδωσιν

ἀστείως τὸ γῆρας δεσμὸν φύσεως εἰπεῖν. (ῃερς. 499.) Τὸ δὲ οἷος ποτὲ ἐν Τροίᾳ

ἔπεφνον λαὸν ἄριστον τὸ τοῦ Ἀχιλλέως δηλοῖ φιλότιμον μεμνημένου ὧν

ἠρίστευσεν, ἔτι δὲ καὶ τὸ ἀνδρεῖον, ὡς μὴ λαὸν ἁπλῶς φονεύοντος, ἀλλὰ καὶ

ἄριστον. (ῃερς. 505.) Ὅτι ὁ ἐφ' οἷς ἠρωτήθη ἀληθευτικῶς ἐρεῖ τὸ, πᾶσαν ἀληθείην

μυθήσομαι ὥς με κελεύεις. Ἰστέον δὲ ὅτι ἐνθυμούμενός τις Ἀχιλλέα καὶ Αἴαντα καὶ

Νεοπτόλεμον, ἤδη δὲ καὶ Πάτροκλον, τοὺς ἀνέκαθεν Αἰγινήτας, εὔξαιτ' ἂν εἴπερ

εὐροεῖ τὰ κατὰ βίον καὶ ἄριστα τύχης ἔχει, μὴ ἀκοῦσαι παροιμιωδῶς πρὸς τῷ τέλει

τοῦ βίου τό· ταπρῶτ' ἀρίστους παῖδας Αἴγιν' ἐκτρέφει. καὶ γάρ τοι καὶ οἱ ῥηθέντες

ἥρωες ἀκμαῖοι μὲν ἔθαλλον, ὕστερον δέ φασιν ἐπὶ τὸ χεῖρον μετέβαλλον, ὡς αἱ κατ'

αὐτοὺς ἱστορίαι δηλοῦσιν. (ῃερς. 507.) Ὅτι τὸν Νεοπτόλεμον Ὀδυσσεὺς ἤγαγεν εἰς

Τροίαν ἀπὸ Σκύρου, ἢ τῆς νήσου κατά τινας ὧν εἷς καὶ ὁ Σοφοκλῆς, ἢ καθ' ἑτέρους

ἀπό τινος πόλεως ∆ολόπων Σκύρου καλουμένης. (ῃερς. 510.) τὸν δὲ Νεοπτόλεμον

τοῦτον ὃς καὶ Πύῤῥος ἐκαλεῖτο, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, ἐγκωμιάζων ὁ

Ὁμηρικὸς Ὀδυσσεὺς φησίν· ὅτε ἀμφὶ πόλιν Τρώων φραζοίμεθα βουλὰς, αἰεὶ πρῶτος

ἔφραζε καὶ οὐχ' ἡμάρτανε μύθων. (ῃερς. 511.) Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν

οἴω, τουτέστι μόνοι, αὐτὰρ ὅτ' ἐν πεδίῳ Τρώων μαρνοίμεθα χαλκῷ, οὔτε ποτ' ἐς

πληθὺν μένεν ἀνδρῶν οὐδ' ἐν ὁμίλῳ, ἀλλὰ πολὺ προθέεσκεν, ἑὸν μένος οὐδενὶ

εἴκων. πολλοὺς δ' ἄνδρας ἔπεφνεν (ῃερς. 515.) ἐν αἰνῇ δηϊοτῆτι, τουτέστι, πολλοὺς

ἀνεῖλε μαχόμενος. πάντας δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομῄνω ὅσσον λαὸν

ἔπεφνεν ἀμύνων Ἀργείοισιν, ἀλλ' οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ ἥρω'

Εὐρύπυλον. πολλοὶ δ' ἀμφ' αὐτὸν ἑταῖροι Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.

κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον. αὐτὰρ ὅτ' εἰς ἵππον κατεβαίνομεν ὃν

κάμ' Ἐπειὸς Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δ' ἐπὶ πάντ'ἐτέταλτο, ἠμὲν ἀνακλῖναι πυκινὸν

λόχον ἠδ' ἐπιθεῖναι. ἔνθ' ἄλλοι ∆αναῶν ἡγήτορες ἠδὲ μέδοντες (ῃερς. 526.) δάκρυά

τ' ὠμόργνυντο, οἷα δηλαδὴ δακρύοντες, τρέμεν δ' ὑπὸ γυῖα ἑκάστου, κεῖνον δ' οὔ

ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν οὔτ' ὠχρήσαντα χρόα κάλλιμον, οὔτε παρειῶν

(ῃερς. 529.) δάκρυ' ὀμορξάμενον, ὅ πέρ ἐστι περίφρασις τοῦ δακρύσαντα. ὁ δέ με

μάλα πόλλ' ἱκέτευεν (ῃερς. 530.) ἱππόθεν ἐξίμεναι, ὅ ἐστιν ἐξελθεῖν. ξίφεος δ'

ἐπεμαίετο κώπην, καὶ δόρυ χαλκοβαρὲς, οὐ κατ' ἐμοῦ δηλαδὴ τοῦ λοχαγοῦ ὡς

κωλύοντος αὐτὸν, ἀλλὰ κατὰ τῶν Τρώων, ὡς ἕτοιμος ὢν συμμίξαι αὐτοῖς. διὸ

ἑρμηνεύων ἐπάγει· (ῃερς. 531.) κακὰ δὲ Τρώεσσι μενοίνα, ἤγουν προεθυμεῖτο. ἀλλ'

ὅτε δή φησι Πριάμοιο πόλιν διεπέρσαμεν αἰπὴν, μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ

νηὸς ἔβαινεν, (ῃερς. 534.) ἀσκηθὴς, ὅ ἐστιν ἀβλαβὴς ὡς πολλαχοῦ δηλοῦται. ὃ καὶ

ἑρμηνεύων ἐπάγει· οὔτ' ἂρ βεβλημένος ὀξέϊ χαλκῷ οὔτ' αὐτοσχεδίην οὐτασμένος,

οἷά τε πολλὰ γίνεται ἐν πολέμῳ. ἐπιμὶξ δὲ μαίνεται Ἄρης. (ῃερς. 538.) ταῦτα δὲ τοῦ

Ὀδυσσέως εἰπόντος γηθόσυνος ἐπὶ τοῖς τοῦ παιδὸς ἀγαθοῖς ὁ καλὸς Ἀχιλλεὺς

γενόμενος ᾤχετο. φησὶ γάρ· ὣς ἐφάμην. ἡ δὲ τοῦ Ἀχιλλέως ψυχὴ φοίτα μακρὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

490

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!