18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Ἀλκμανικὸν λέγεσθαι διὰ τὸ τὸν Ἀλκμᾶνα κατακόρως αὐτῷ χρᾶσθαι. οἷον· Κάστωρ

ὠκέων πώλων ἐλατῆρε καὶ Πολυδεύκεις. γίνεται δὲ, ὅτ' ἂν τὸ μετὰ δύο λέξεις

τεθησόμενον μεσολαβηθῇ μετὰ μίαν τεθέν. οἷον· ἐγὼ ἤλθομεν καὶ σύ, τὸ γὰρ

ἤλθομεν μεσολαβεῖται δυσὶ λέξεσι ὧν ὕστερον τεθῆναι ὤφειλεν. ὡς καὶ ἐνταῦθα τὸ

ῥέουσι μέσον κεῖται τοῦ Πυριφλεγέθων καὶ Κωκυτὸς, ὀφεῖλον κεῖσθαι μετ' αὐτούς.

Πέπλασται δὲ ὡς καὶ τοῖς παλαιοῖς δοκεῖ ὁ Ἀχέρων παρὰ τὸ ἄχεα ῥέειν, ὡς καὶ ὁ

Πυριφλεγέθων παρὰ τὸ πῦρ ᾧ οἱ θνήσκοντες ἐφλέγοντο, (ῃερς. 514.) καὶ ὁ Κωκυτὸς

διὰ τὸν ἐπ' αὐτοῖς ἔνδακρυν θρῆνον. καὶ ἡ Στὺξ διὰ τὸ στυγητὰ εἶναι τὰ κάτω καὶ διὰ

τὸ στυγνάζεσθαι δὲ τοὺς θνήσκοντας. ἡ μέντοι ἱστορία οἶδε ποταμὸν ἀληθῶς ὑπὲρ

γῆς Ἀχέροντα καὶ Πυριφλεγέθοντα δὲ καὶ Κωκυτὸν, καὶ πηγήν τινα Στύγα, ἐξ ὧν τὰ

ἐν Ἅιδου πλάττονται. οἱ γοῦν ἱστοροῦντες ἔθνος Εὐρωπαῖον τοὺς Κιμμερίους

ἐπέκεινα Ἰταλίας οἰκοῦν ὑπὸ γῆν ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται φασὶ καὶ πηγὴν ἐν

τοιούτοις τόποις Στύγα εἶναι νομιζομένην, καὶ Πυριφλεγέθοντα, καὶ Ἀχέροντα, ὡς

καὶ αὐτίκα μετὰ βραχὺ εἰρήσεται. Λυκόφρων δὲ τὸν Πυριφλεγέθοντα ὥσπερ καὶ τὸν

Κωκυτὸν Ἰταλικοὺς ἱστορεῖ ποταμοὺς, ἐκκύπτοντας τοῦ πολυδέγμονος, ὄρους

τούτου ὑψηλοτάτου ἐν τοῖς ἐκεῖ. εἰ καὶ ὁ μῦθος παρεκνεύει μετοχετεύων εἰς τὸν

Ἅιδην αὐτοὺς διὰ τὸ κατὰ τὰς κλήσεις οἰκεῖα δοκεῖν εἶναι τὰ τοιαῦτα τοῖς Ἅιδου

τόποις. ἡ δὲ γεωγραφικὴ περὶ Στυγὸς καὶ Πυριφλεγέθοντος καὶ Ἀχέροντος ἱστορία

τοιαύτη. πλησίον τῆς Σικελικῆς Κύμης Ἀχερουσία λίμνη, ἀνάχυσίς τις τεναγώδης

θαλάσσης· περὶ δὲ τὸν ἐν Βαΐαις κόλπον κόλπος τις ἕτερος ποιῶν χερόννησον

ἔχουσαν ἰσθμὸν ὀλιγοστάδιον, ὁ Ἄορνος, ἀγχιβαθής φησι καὶ ἀρτίστομος,

περικυκλούμενος ὀφρύσιν ὀρθαῖς, συνηρεφὴς ἀγρίᾳ ὕλῃ μεγαλοδένδρῳ καὶ ἀβάτῳ.

ἐν ᾧ μῦθος τοὺς ὄρνις ὑπερπετεῖς γενομένους καταπίπτειν εἰς τὸ ὕδωρ,

φθειρομένους ὑπὸ τῶν ἀναφερομένων ἀέρων ὡς ἐν τοῖς Πλουτωνίοις. διὸ καὶ τοῦτο

χωρίον Πλουτώνειόν τι ὑπελάμβανον, καὶ τοὺς Κιμμερίους ἐνταῦθα ἔλεγον. καὶ

εἰσέπλεον τινὲς προθυσόμενοι καὶ ἱλασόμενοι τοὺς καταχθονίους, ἱερέων

ὑφηγουμένων τὰ τοιάδε. καὶ ὕδατος δὲ αὐτόθι πηγὴ ποταμίου ἐπὶ τῇ θαλάσσῃ, οὗ

ἀπείχοντο πάντες, τὸ τῆς Στυγὸς ὕδωρ αὐτὸ νομίσαντες. καὶ Πυριφλεγέθοντα δὲ ἐκ

τῶν θερμῶν ὑδάτων ἐτεκμαίροντο τῶν πλησίον, ὥσπερ ἴσως καὶ ἐκ τῆς ῥηθείσης

Ἀχερουσίας Ἀχέροντα. ἐν τούτῳ φησὶ τῷ Ἀόρνῳ κόλπῳ τὰ περὶ τὴν νεκύαν τὴν

Ὁμηρικήν. καὶ νεκυομαντεῖον δὲ ἐνταῦθα ἱστοροῦσι γενέσθαι. καὶ Ὀδυσσέα εἰς

τοῦτο ἀφικέσθαι. καὶ τοῦτο μὲν πλατύτερον. ἐκεῖνο δὲ συντομώτατον, ὡς ἐν Κύμῃ

καὶ ∆ικαιαρχείᾳ Πυριφλεγέθων καὶ λίμνη Ἀχερουσία, καὶ νεκυομαντεῖον τὸ ἐν τῷ

Ἀόρνῳ. ὁ δὲ ταῦτα γράψας γεωγράφος λέγει καὶ ὅτι ποταμὸς Ἀχέρων καὶ περὶ

Θεσπρωτίαν ἐν τῇ χειμερίῳ ἄκρᾳ, ἐκβάλλων εἰς τὸν γλυκὺν λιμένα. ἔνθα δηλαδὴ ἡ

χειμέριος ἄκρα κατὰ τὰ ἑῷα τῆς Κερκύρας, ῥέων ἐκ λίμνης Ἀχερουσίας, καὶ ὅτι

ἐμβάλλει καὶ εἰς τὸν Ἀλφειὸν Ἀχέρων ποταμός. ἔνθα καὶ ὁ Ἅιδηἐκτετιμῆσθαι

λέγεται ἱκανῶς, ὡς καὶ ἐν τοῖς τοῦ περιηγητοῦ γέγραπται. ὡς εἶναι καὶ ἐκεῖσε

ποταμὸν τοιούτου Ἅιδου, τὸν αὐτόθι Ἀχέροντα. καὶ περὶ Φενεὸν δὲ τὸ τῆς Στυγὸς

ὕδωρ ἱστορεῖ ὁ αὐτὸς, ἱερὸν νομιζόμενον. Ἡρόδοτος δὲ, περὶ Νώνακριν. ὃς καὶ αὐτὸς

λέγει ὡς Ἀχέρων ποταμὸς ἐν Θεσπρωτίᾳ, ἔνθα 1.393 καὶ νεκυομαντεῖον, ὡς εἶναι

στοχάσασθαί τινα πιθανῶς ἐκ τῶν τοιούτων πλασθῆναι καὶ τὰ ἐν Ἅιδου τῷ ποιητῇ.

γέγραπται δὲ περὶ Στυγὸς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. Ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηται

καὶ ταῦτα· Ἄορνος, λιμὴν περὶ Τυρσηνίαν. καὶ ἐν Κύμῃ δέ φησι τῇ Χαλκιδικῇ

Ἄορνος λίμνη. περὶ ἣν πεφυκότων πολλῶν δένδρων μηδὲν τῶν ἀποπιπτόντων

φύλλων ἐμπίπτειν εἰς αὐτήν. εἶναι δὲ καὶ νεκυομαντεῖον ἐκεῖ, ταυτὸν δὲ εἰπεῖν

ψυχοπόμπιον, κατὰ τὸν γράψαντα ὅτι ἔστι καὶ ἐν Μολοττοῖς ψυχοπόμπιον. ὅθεν

θεοὶ Μολοττικοὶ οἱ ἐν τούτῳ. (ῃερς. 515.) Τὸ δὲ ἀποῤῥὼξ, κεῖται καὶ πρὸ τούτων ἐν

τοῖς τοῦ Κύκλωπος. Ἡ δὲ πέτρα πλάττεται πρὸς πιθανότητα τοῦ ἐκεῖθεν τὴν Στύγα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

447

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!