18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

φίλον τετιημένος ἦτορ εὗδον παννύχιος καὶ ἐπ' ἠῶ καὶ μέσον ἦμαρ. δείλετό τ'

ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκε. (ῃερς. 290.) καὶ ἐπὶ πᾶσιν ἐκτίθεται ὡς αἱ

ἀμφίπολοι ἔπαιζον. καὶ ὡς ἡ τοῦ βασιλέως θυγάτηρ ἐν αὐταῖς ἦν ἐοικυῖα θεοῖς. καὶ

ὡς αὐτὸς μὲν ἱκέτευσεν, ἡ δὲ, οὔτι νοήματος ἤμβροτεν ἐσθλοῦ. ὡς οὐκ ἂν ἔλποιο

νεώτερον ἀντιάσαντα ἐρξέμεν. αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν, (ῃερς. 295.) ἐφ'

οἷς τελειοῖ τὸ διήγημα, εἰπών. αὕτη μοι σῖτον ἔδωκεν ἅλις ἠδ' αἴθοπα οἶνον. καὶ

λοῦσεν ἐν ποταμῷ, καί μοι τάδε εἵματ' ἔδωκεν. 1.275 ὃ δὴ ἀπόκρισις μέν ἐστι πρὸς

τὸ, τίς τοι τάδε εἵματ' ἔδωκεν. ἀφορμὴ δὲ τοῦ διηγήσασθαι γέγονεν. εἶτα καθιστῶν

τὸ χωρίον, ἐπιφέρει συμπληρωτικῶς. (ῃερς. 297.) ταῦτά τοι ἀχνύμενός περ, ἀληθείην

κατέλεξα. ἤγουν ἀληθῶς ἢ πρὸς ἀλήθειαν. τοῦτο μὲν, ἐλλειπτικῶς. τοῦτο δὲ,

ἐπιῤῥηματικῶς. Καὶ ὅρα τὸ ἀληθείην, ἀμφιβόλως ἔχον εἴτε ἀπὸ προπαροξυτόνου τοῦ

ἀλήθειαν, εἴτε ἀπὸ παροξυτόνου τοῦ ἀληθείαν, γέγονεν Ἰωνικῶς. οἱ γὰρ παλαιοὶ

Ἀττικοὶ κατὰ Αἴλιον ∆ιονύσιον, ἐξέτεινον τὰς τῶν τοιούτων ὀνομάτων ληγούσας.

διὸ καὶ παρόξυναν αὐτά. ἡ ἀγνοία γάρ φησιν ἔλεγον καὶ ἡ εὐκλεία. καὶ ἡ ἱερεία. καὶ

ἡ ἀναιδεία δέ φησι καὶ ἡ προνοία. ὧν πάντων ἐκτείνεται μὲν ἡ τελευταῖα, ἡ δὲ πρὸ

αὐτῆς ὀξύνεται. Ἀριστοφάνης ∆αιταλεῦσιν, ὦ προνοία καὶ ἀναιδεία. Ὅρα δὲ ὡς τὸν

μακρὸν ἐκεῖνον τοῦ Ὀδυσσέως κίνδυνον ἐν ὀλιγίστῳ φράσας ἐνταῦθα, ὅμως οὐκ

ἀπήλλαξεν οὐδὲ τὸ τοιοῦτον χωρίον τοῦ φοβερῶς φρασθῆναι. (ῃερς. 244.) Τὸ δὲ

ἀπόπροθεν ὥσπερ καὶ τὸ οὐδέ τις αὐτῇ θεῶν ἢ ἀνθρώπων μίσγεται, πολὺν

ἐκτοπισμὸν τῆς Ὠγυγίας νήσου δηλοῖ. καθὰ καὶ ἡ βασιλικὴ κόρη τὴν πατρίδα

ἐξετόπισεν ὅτε εἶπεν, οὐδέ τις ἡμῖν βροτῶν ἐπιμίσγεται. ∆ολόεσσαν δὲ τὴν Καλυψὼ

ἔφη, διὰ τὰς περὶ ἀθανασίας ψευδεῖς ὑποσχέσεις. ἅμα δὲ καὶ ὑπολαλεῖ Ὀδυσσεὺς, ὡς

οὐ πείθεται ῥᾷον τοῖς μεγάλα ὑπισχνουμένοις. (ῃερς. 246.) δεινὴ δὲ θεὸς, ἴσως μὲν,

καὶ ἡ φοβερά. μάλιστα δὲ, ἡ δεξιὰ καταφρόνησις. καὶ διατοῦτο δολόεσσα ἐπίτηδες.

δῆλον γὰρ ὡς φρονήσεως μήτηρ ἡ δεινότης οὖσα ὑποτίθησιν ἐν καιρῷ καὶ τὸ, λόγοις

τε καὶ ἔργοις δολιεύεσθαι. καὶ εἴη ἂν τοῦτό γε, ὁμοία ἡ δολόεσσα Καλυψὼ, τῷ

Ὀδυσσεῖ ὃς δόλων ἆτος ὢν, αὐχεῖ που διὰ τοῦτο πᾶσιν ἀνθρώποις μέλεσθαι. (ῃερς.

247.) Τὸ δὲ μίσγεται καὶ ἐν τούτοις ἀντὶ τοῦ, συνοικεῖ ἁπλῶς εἴρηται. οὐ μὴν ἀντὶ

τοῦ νόμῳ γάμου σύνεστιν, ὁποῖον τὸ, γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι. (ῃερς.

298.) Ἐφέστιος δὲ, ὁ ἐπὶ τῆς αὐτῆς ἑστίας. ὃς καὶ φιλητὸς ἦν διὰ τὸν ἐφέστιον ∆ία.

Καὶ ὅρα ὡς εἰ καὶ ταυτὸν ἱστία καὶ ἑστία, ὅμως διαφέρει ὁ ἐφέστιος καὶ τὸ προλεχθὲν

ἐπίστιον. ἐφέστιος μὲν γὰρ, ὁ προῤῥηθείς. ἐπίστιον δὲ οὐδετέρως ὡς προείρηται,

νεὼς οἶκος ὁ καὶ νεώσοικος ἐν ἑνὶ μέρει λόγου καὶ νεώριον. ὅτε μέντοι κατὰ γένος

ἀρσενικὸν ἐπίστιος λεχθῇ, ὁ αὐτὸς τῷ ἐφεστίῳ ἐστὶν ὡς καὶ τοῦτο προδεδήλωται.

ἀπὸ δὲ τῆς ἑστίας καὶ ὁ ἐν Ἰλιάδι ἀνέστιος γίνεται. ἐκ ταύτης δὲ, καὶ παροιμία τὸ,

ἑστίᾳ θύομεν, ἐφ' ὧν οὐκ ἔστι φασὶ μεταδοῦναι οὐδὲ ἐξενεγκεῖν. ἵνα εἴη τὸ, ἑστίᾳ

θύομεν, ταυτὸν τῷ, οὐδενὶ μεταδιδόαμεν τῶν τῆς ἑορτῆς. καὶ ἑτέρα παροιμία τὸ, ἀφ'

ἑστίας ἀρχόμενος. ἤγουν ἐκ τῶν κρειττόνων ἢ καὶ ἐκ τῶν οἰκείων. μετῆκται δέ

φασιν ὁ λόγος ἐκ τῶν ἱερῶν. ἔθος γὰρ, Ἑστίᾳ πρῶτον ἀπάρχεσθαι. τῆς ἑστίας δὲ

γίνεται καὶ τὸ ἑστιᾶν, ὅπερ κατὰ τοὺς παλαιοὺς οἱ ∆ωριεῖς ἱστιᾶν λέγουσιν ἐν τῷ

ἰῶτα. περὶ δὲ ἱστίας καὶ ἑστίας καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. (ῃερς. 250.) Τὸ δὲ

ἐκέασε τί τὲ σημαίνει καὶ ὅπως γίνεται, προγέγραπται. (ῃερς. 252.) Τὸ δὲ ἀγκὰς ἑλὼν,

λειότερον ἐκφωνεῖται τοῦ, ἀγκὰς ἐμάρπτεν ὅπερ ἐν Ἰλιάδι κεῖται. ἐπεὶ καὶ ἕτερόν

ἐστι τοῦτο ἐκείνου κατ' ἔννοιαν. ἐν δὲ τοῖς ἑξῆς, περιπλεχθῆναι ἐρεῖ τὸ, ἀγκὰς ἑλεῖν.

(ῃερς. 256.) Τὸ δὲ ἐνδυκέως, οὐ φιλεῖται μὲν πεζολόγοις ῥήτορσι, δηλοῖ δὲ τὸ

ἐπιμελῶς. καὶ γίνεται ἐκ τοῦ δέκω τὸ δεξιοῦμαι τραπέντος τοῦ ˉε εἰς ˉο κατὰ

κίνησιν ὀνοματικήν. εἶτα, τοῦ ˉο μεταβληθέντος εἰς ˉυ Αἰολικῶς. (ῃερς. 258.) Οὐ

πείθει δὲ ἡ Καλυψὼ τὸν Ὀδυσσέα ἐφ' οἷς ὑπισχνεῖται, οὐ μόνον ὅτι οἶδεν οἷα τὰ τῶν

γυναικῶν ὅτ' ἀν εἰς ἔρωτα βακχεύωνται, ἀλλὰ καὶ ὅτι οὐ δύνανται ἀθανασίαν αἱ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

313

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!