18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀνακείμενος παρ' αὐτὸν, ἐπιφέρει ὁ ἀκούσας. πότερον ἀνδριάντα εἱστία; Ἔτι ἰστέον

καὶ ὅτι ὁ ἀλλοτριοφαγῶν κατὰ τοὺς μνηστῆρας, τεχνίτης εἶναι λέγοιτ' ἂν, τοῦ

ἀσυμβόλως δειπνεῖν, ἤγουν δωρεάν. δίχα συμβολῆς, ἤτοι δαπάνης τῆς οἴκοθεν. ὅπερ

ὁ Χαλκιδεὺς Κτησίβιος εἰπεῖν λέγεται πρὸς τὸν ἐρωτήσαντα τί περιγέγονεν αὐτῷ ἐκ

φιλοσοφίας. ἀπεκρίνατο γὰρ ἐκεῖνος, τέχνην ἐκεῖθεν σχεῖν, τοῦ ἀσυμβόλως ὡς

ἐῤῥέθη δειπνεῖν. εὔστοχος ὤν φασι καὶ χαρίεις περὶ τὸ γελοῖον. Χρῆσις δὲ

ἀλλοτριοφαγίας μνηστῆρσι καὶ αὐτὴ πρέπουσα τοῖς καὶ ἐκ διαφόρων τόπων

συγκεκροτημένοις καὶ κολάσεως δὲ ἀξίοις καὶ τὸ, μαστιγίαι κέντρωνες

ἀλλοτριοφάγοι. ὃ δὴ ἐκ τῶν τοῦ Σοφοκλέους εἶναι λέγεται. (ῃερς. 155.) Ὅτι τὴν τοῦ

σοφοῦ Φημίου κίθαριν, περικαλλέα φησί. καὶ ἀείδειν αὐτόν φησι παρὰ μνηστῆρσιν,

ἀνάγκη. τουτέστι βίᾳ καὶ ἄκοντα. φιλόσοφος μὲν γὰρ ὁ Φήμιος καθὰ καὶ πᾶς ἀοιδός.

ὑπερφίαλοι δὲ οἱ μνηστῆρες. καὶ οὐδὲν ἑκουσίως κοινὸν ἀμφοτέροις. Τὸν δὲ Φήμιον,

ἡ παλαιὰ ἱστορία διδάσκαλον γενέσθαι λέγει τοῦ ποιητοῦ, ἄνδρα σοφὸν καὶ μούσαις

κάτοχον. διὸ καὶ τὸν Ἰθακήσιον ἀοιδὸν ὁ ποιητὴς, οὕτω πλάττει καλεῖσθαι.

ἐγκατατιθέμενος τῇ ποιήσει, τὸ τοῦ διδασκάλου ὄνομα οἷα κενηρίῳ λαμπρῷ εἰς

κλέος ἀείμνηστον. φασὶ δὲ καὶ ὅτι τὴν τοῦ Ὁμήρου μητέρα Κρηθηῖδα ἐκεῖνος ὁ

ἀληθὴς Φήμιος ἔπεισε συνοικήσειν αὐτῷ. ἐπιμαρτύρεται δὲ ὁ ποιητὴς τῷ Φημίῳ

τούτῳ, οὐ μόνον σύνεσιν εἴπερ ἀνάγκῃ παρὰ τοῖς μνηστῆρσιν ἀείδει, ἀλλὰ καὶ

σοφίαν ἐν οἷς πολλὰ λέγει αὐτὸν εἰδέναι βροτῶν θελκτήρια. ὅλως γὰρ ὁ ποιητὴς,

σοφοὺς καὶ φιλοσόφους πλάττει τοὺς ἀοιδούς. καὶ αὐτοδιδάκτους εἶναι φησί. καὶ ὡς

εἰπεῖν, θυμοσόφους. καὶ κατὰ Πίνδαρον, αὐτόθεν φυᾷ εἰδότας. καὶ θεοῖς φησὶ καὶ

ἀνθρώποις ἀείδειν αὐτούς. καὶ τὸν θεὸν αὐτοῖς ἐν φρεσὶν, οἴμους παντοίας ἐμφύειν.

οὐ μόνον δὲ τὸ τοῦ Φημίου ἐνταῦθα ὄνομα ἐξ ἀληθοῦς τινος Φημίου οἱ ἱστοροῦντες

μετηνέχθαι φασὶν, ἀλλὰ καὶ τὸν ῥηθέντα Μέντην. ναὶ μέντοι καὶ τὴν τοῦ μετὰ ταῦτα

ῥηθησομένου Μέντορος κλῆσιν. φασὶ γὰρ καὶ αὐτοὺς, ἑταίρους φίλους γενέσθαι τῷ

ποιητῇ. τὸν μὲν, ναύκληρον ὄντα. τὸν Μέντην. πεπαιδευμένον ἄνδρα καὶ

πολυΐστορα. ᾧ συμπλέων ὁ ποιητὴς, ἱστορίαν συνῆγε. τὸν δὲ Μέντορα, Ἰθακήσιον.

παρ' ᾧ κατελείφθη καὶ ἐνοσοκομήθη ὁ ποιητὴς ὅτε πλέων ἐξ Ἰβηρίας μετὰ τοῦ

Μέντου, δεινῶς ἐνόσησε τοὺς ὀφθαλμούς. καὶ διατοῦτο καὶ αὐτοὺς ἀπεσέμνυνεν ὁ

ποιητὴς, τῷ εἰς αὐτοὺς μετασχηματισμῷ τῆς Ἀθηνᾶς. Ὅτι δὲ καὶ ὁ Θερσίτης καὶ ὁ

Τυχίος καὶ ὁ Ἔχετος ἐπὶ Ὁμήρου γινόμενοι ἀνεχρονίσθησαν ὡς πάλαι ποτὲ

γεγονότες, ἐν ταῖς παλαιαῖς ἱστορίας εὑρίσκεται. (ῃερς. 155.) Ὅτι τὸ, ἤτοι ὃ

φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν, ἐλλιπῶς ἔχει ὡς καὶ τὸ, χέρνιβα ἐπέχευε

νίψασθαι. λείπει γὰρ τὸ ὥστε ἢ τοιοῦτόν τι. ἵνα λέγῃ ὅτι ὕδωρ ἐπέχεεν ὥστε

νίψασθαι, καὶ ἀνεβάλλετο ὥστε καλὸν ἀείδειν. Τὸ δὲ ἤτοι, ἰσοδυναμεῖ φασι τῷ μέν.

διὸ καὶ ἐκ παραλλήλου κεῖνται ποτέ. ὡς ἐν τῷ, ἤτοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν

ἀοιδοῦ. τίθεται δὲ ἀεὶ ἐν ἀρχῇ. ὡς καὶ ὁ ἀτˉαρ καὶ ὁ αὐτˉαρ καὶ ὁ ἠδὲ ἀντὶ τοῦ καˉι.

οἳ καὶ αὐτοὶ παραλληλίζονται ἐν τῷ, ἠδέκε καὶ ᾧ παιδὶ κλέος ἤρατο. Τὸ δὲ

ἀνεβάλλετο, ἀντὶ τοῦ προανεκρούετο ὡς ἀσόμενος. ἤτοι προοιμιάζετο. ἀναβολὴ γὰρ,

οὐ μόνον ἐπὶ ἀργίας τίθεται καὶ ἱματισμοῦ, ἀλλὰ καὶ ἐπὶ προοιμίου, καθὰ δηλοῖ καὶ

1.40 ὁ κωμικὸς ἐν τοῖς Ὄρνισιν. ἢ τὸ ἀνεβάλλετο, ἀντὶ τοῦ πνεῦμα συνῆγεν ὥς

φασιν οἱ παλαιοί. ἢ μᾶλλον, ἀντὶ τοῦ ἀνῆγεν. ἀναβάλλειν γὰρ, καὶ τὸ ἀνάγειν. οἱ

γοῦν ὀρύσσοντες, ἀναβάλλειν χοῦν λέγονται. καὶ ἡ τοιαύτη γῆ, ἀμβολὰς λέγεται.

ἀναβάλλεται δὲ καὶ ὕδωρ, διὰ σωλήνων ἢ κίονος ἢ οὕτω πως ἀναβαῖνον, ἢ καὶ

ἄλλως ἀναπηδῶν. ὡς δηλοῖ παρὰ Καλλιμάχῳ τὸ, κρήνη λευκὸν ὕδωρ ἀνέβαλλεν.

ἀναπιδύον δηλαδὴ καὶ ἀναβλύζον. καὶ μύρμηκες δὲ, ἀναβάλλουσι κάτωθεν χοῦν.

ὅπερ ἐναντίον τῷ καταβάλλειν ἐστὶν, ἤτοι κάτω βάλλειν τουτέστι ῥίπτειν.

Σημείωσαι δὲ ὡς εἴπερ τὸ ἀνεβάλλετο, ταυτόν ἐστιν ὡς εἴρηται τῷ ἀνῆγεν,

ἰσοδυναμεῖ ἄρα τὸ ἀνεβάλλετο. πρὸς τὸ ἀνείκατο ἤγουν ἀνενήνεγκεν. οἷον.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

45

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!