18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀοιδὸς καλεῖσθαι. ᾧ καὶ ἄλλως ἐμφέρειά ἐστι πρὸς τὸν ∆ημόδοκον. ἐρίηρος γὰρ καὶ

Ὅμηρος κατ' ἐκεῖνον ἀοιδός, καὶ περικλυτός. καὶ Μούσαις φίλος. καὶ ἔχων ἀγαθόν

τε κακόν τε τὸ κατὰ σοφίαν καὶ πήρωσιν καθὰ καὶ ἐκεῖνος, ὡς μετ' ὀλίγα ῥηθήσεται.

καὶ οἴμην καὶ αὐτὸς μεταχειρισάμενος συγγενῆ τῇ τοῦ ∆ημοδόκου. Τρωϊκὴν γὰρ ᾄδει

μετ' ὀλίγα ἱστορίαν ὁ ∆ημόδοκος, ἧς τότε τὸ κλέος οὐράνιον. καὶ Ὅμηρος δὲ,

Τρωϊκὸν βιβλίον τὴν Ἰλιάδα ᾗσεν. ἧς τὸ κλέος οὐρανὸν εὐρὺν ἵκει. καί πως κατὰ τὴν

τῆς τραγῳδίας Ἑκάβην εἰποῦσαν δύστην' ἐμαυτὴν γὰρ λέγω λέγουσα σὲ, εἰπεῖν ἔχει

καὶ ὁ ποιητὴς πρὸς ἑαυτόν. θεῖε ἀοιδὲ, ἐμαυτὸν γὰρ λέγω ἐν οἷς χαρακτηρίζω τὸν

∆ημόδοκον. εἰ δὲ καὶ τῷ ∆ημοδόκῳ (ῃερς. 45.) θεὸς περιδῶκεν ἀοιδὴν τερπνὴν ὅπῃ

οἱ θυμὸς ἐποτρύνῃσιν ἀείδειν, τίς ἂν πλέον Ὁμήρου καὶ τὸ τοιοῦτον ἔχοι καλόν; Ἐν

τούτῳ δὲ τὸ μὲν τερπνὴν, γράφεται καὶ τέρπειν. Θυμὸς δὲ, ἢ ὁ τοῦ ∆ημοδόκου

νοεῖται, ἢ ἡ ἐπιθυμία τῶν ἀκροατῶν κατὰ τοὺς παλαιούς. Εἰ δὲ καὶ Μοῦσα τὸν

∆ημόδοκον ἀνίησιν ᾄδειν ὁρμηθέντα, πάσχοι ἂν αὐτὸ καὶ Ὅμηρος οἷα Μούσῃ

κάτοχος. ἀφ' ἑαυτοῦ γὰρ οἷά τινος πρωτοτύπου, καὶ τὴν τοῦ ∆ημοδόκου εἰκόνα

ἔχρωσεν. (ῃερς. 47.) Ὅτι μετοίχεσθαι, τὸ εἴς τινα ἐλθεῖν. οἷον. κῆρυξ δὲ μετῴχετο

θεῖον ἀοιδόν. Καὶ ὅρα ὡς δὶς εἰπὼν τὸ, θεῖον ἀοιδὸν, μετ' ὀλίγα τὸν αὐτὸν ἐρίηρον

λέγει ἀοιδὸν ἤγουν πάνυ ἁρμονικὸν, ἐν τῷ, κῆρυξ δ' ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον

ἀοιδόν. εἰπεῖν γὰρ πάνυ ἐπιθυμητὸν, οὐχ' οὕτως ἐπιτυχές. ἔοικε δὲ πρὸς τοῦτο καὶ

τὸ, (ῃερς. 62.) ἐρίηρες ἑταῖροι. περὶ οὗ ἀλλαχοῦ διελήφθη. Ὅτι σύνηθες παρὰ τοῖς

ῥήτορσιν, ἐν παραθέσει δύο ἀριθμῶν τοῦ μὲν μείζονος, τοῦ δ' ἐλάττονος,

προηγεῖσθαι φυσικῷ λόγῳ τὸν ἐλάττονα. οὕτω γὰρ ἕνδεκα καὶ δυοκαίδεκα φαμέν.

καὶ δύο καὶ εἰκοσίπηχυ. καὶ ἕτερα μυρία. διὸ καὶ ἐνταῦθα ὁ ποιητὴς οὐ μόνον δύω

καὶ πεντήκοντα λέγει, ἀλλὰ καὶ τὴν τοῦ λόγου σύνταξιν πρὸς τὸ δύο ἀποτείνει, οὐ

πρὸς τὸ πληθυντικὸν τὸ πεντήκοντα, εἰπών. κούρω δὲ κριθέντε δύο καὶ πεντήκοντα,

βήτην. καὶ πρὸ ὀλίγων δὲ, κούρω δύο καὶ πεντήκοντα κρινάσθων ἔφη. ἐκεῖ μέντοι

διὰ τὸ πεντήκοντα, καὶ πληθυντικὸν ἐπάγει τὸ, ὅσοι πάρος ἄριστοι. Ἰστέον δὲ ὅτι

τρίτον ἐστὶ μεγάλης τριήρεως ἡ ἐνταῦθα ναῦς. ὁ γὰρ καθ' Ὅμηρον τρίτος ἀριθμὸς

τῶν ἐν τοῖς τριήρεσιν ἐπικώπων εἰς πεντηκοντάδα ἐκορυφοῦτο, ὡς καὶ ἐν Ἰλιάδι

ἐδηλώθη κατὰ τὸ τέλος τῆς βῆτα ῥαψῳδίας. κατὰ τοιοῦτον ἀριθμὸν καὶ Ὀδυσσεὺς ἐν

τοῖς ἑξῆς τοὺς ἑταίρους μερίζων, εἰς Κίρκην στέλλει. τοσοῦτοι δὲ καὶ ἐνταῦθα οἱ τὸν

Ὀδυσσέα στελοῦντες κοῦροι ναῦται. οἱ δέ γε ἐπέκεινα δύο, ὁ κυβερνήτης δοκοῦσιν

εἶναι καὶ ὁ πρωρεύς. (ῃερς. 50.) Ὅτι διασκευὴ κεῖται καὶ ἐνταῦθα, συντόμου

ἑτοιμασίας πλοῦ, ὁποῖα κεῖται καὶ ἐν τῇ ˉδ ῥαψῳδίᾳ παρ' ὀλίγα τινά. λέγει γὰρ ὡς

ἐπὶ νῆα κατήλυθον, καὶ νῆα μὲν ἁλὸς βένθοσδε ἔρυσαν, ἐν δ' ἱστὸν τίθεντο,

ἠρτύναντο δ' ἐρετμά. ἀνὰ δ' ἱστία λευκὰ πέτασαν. ὑψοῦ δ' ἐν (ῃερς. 55.) νοτίῳ τήνδ'

ὥρμισαν. ὃ ταυτόν ἐστι πάντως τῷ, ἁλὸς βένθοσδε ἔρυσαν. Καὶ ὅρα τὴν ἐν τῇ

τοιαύτῃ διασκευῇ κατασπορὰν τῶν παρίσων. τὸ, ἔρυσαν. πέτασαν. ὥρμισαν καὶ τὸ,

τίθεντο. ἠρτύναντο. (ῃερς. 66.) Ὅτι λαμπρᾶς εἰλαπίνης ἡρωϊκῆς μικρὰ ἔκφρασις τὸ,

βὰν ἴμεν ἐς μέγα δῶμα. πλῆντο δ' ἂρ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν. τοῖσι

δὲ, ὁ δεῖνα δυωκαίδεκα μῆλ' ἱέρευσεν. ὀκτὼ δ' ἀργιόδοντας ὕας. δύο δ' εἰλίποδας

βοῦς, (ῃερς. 61.) εἶτα συντομώτατα ἐπιπλέκων διασκευὴν σφαγιάσματος καὶ δαιτὸς

ἐπάγει. τοὺς δέρον ἀμφί θ' ἕπον τετύκοντό τε δαῖτ' ἐρατεινήν. Καὶ ὅρα ὅτι παιδεύων

Ὅμηρος εἰς ἔργα σπουδαῖα οὐκ ἐθέλει ἐνδιατρίβειν διασκευαῖς. (ῃερς. 63.) Ὅτι τὴν

ἀνθρωπίνην εὐτυχίαν ὑποδηλῶν ὡς ἐν Ἰλιάδι ἐν τῷ περὶ τῶν δύο πίθων λόγῳ οὕτω

δὴ κἀνταῦθα ὁ ποιητὴς, ἔχουσαν συναναμεμιγμένα φαῦλα καλοῖς φησὶν οὕτω περὶ

∆ημοδόκου. τὸν, περὶ Μοῦσα φίλησε. δίδου δ' ἀγαθόν τε κακόν τε. ἃ καὶ

ἐφερμηνεύων φησίν. (ῃερς. 64.) ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ' ἡδεῖαν ἀοιδήν. τινὲς

δὲ οὐχ' Ὁμηρικῶς νοοῦντες, εἶπον πρὸς ἀγαθοῦ εἶναι τῷ ἀοιδῷ καὶ τὴν τῶν ὀφθαλ

1.283 μῶν ἄμερσιν ὅ ἐστιν ἀμαυρότητα, ἐπεί φασι μουσικώτεροι οἱ τοιοῦτοι ὡς μὴ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

321

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!