18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀγαθὸν ὡς πρὸς λιμένος σύγκρισιν. εἰ δὲ καὶ σπιλάδες εἰσὶ περὶ αὐτὴν καὶ πάγοι,

ἀλλὰ τοῦτο χείριστον. καὶ εἰσὶν αἱ τοιαῦται προβλῆτες ἀκταὶ, τόποι πετρώδεις,

προνεύοντες εἰς θάλασσαν. Περὶ δὲ σπιλάδων προεγράφη. λέγουσι δὲ τὰ σχόλια, καὶ

ὅτι σπιλάδες πέτραι εἰσὶ κοῖλαι διεσχισμέναι τῇ συνεχεῖ τῶν κυμάτων πλήξει. Πάγοι

δὲ, πετρώδεις ἐξοχαί. ἢ εἰς ὕψος ἀνέχουσαι ὀξεῖαι πέτραι. ὡς δηλοῖ ἐπαχθὲν τὸ,

πάγοι ὀξέες. (ῃερς. 408.) Τοῦ δὲ ἀελπέα ἡ ὀρθὴ, ἀελπής. καὶ ἔστι σημειῶδες 1.224 εἴγε

τὸ μὲν ἁπλοῦν, ἐλπὶς ἐλπίδος. τὸ δὲ σύνθετον, ἀελπὴς ἀελπέος. ἔστι δὲ περὶ αὐτοῦ

εἰπεῖν ὅτι ἐκ μὲν τοῦ ἐλπὶς, ὁ εὔελπις γίνεται καὶ ὁ δύσελπις. ἐκ δὲ τοῦ ἔλπω

ῥήματος, ὁ ἄελπος καὶ ὁ ἀελπής. ὡς ἐκ τοῦ τέρπω, ἡ παρ' Ὁμήρῳ ἄτερπος ὀϊζὺς καὶ ὁ

ἀτερπὴς χῶρος. καὶ τοῦτο μὲν, τοιοῦτο. (ῃερς. 409.) Λέγει δ' ἐνταῦθα ὁ ποιητὴς καὶ

τὸ πλεῦσαι καὶ διανήξασθαι, διατμῆξαι κῦμα. εἰπών. καὶ δὴ τόδε λαῖτμα διατμήξας

ἐπέρησα. (ῃερς. 410.) Τὸ δὲ ἁλὸς πολιοῖο, τῆς παλαιᾶς καὶ αὐτὸ Ἀτθίδος. καθὰ καὶ τό,

κλυτὸς Ἀμφιτρίτη. Ἀλλαχοῦ δὲ, πολιὴν ἅλα φησὶν Ἰωνικῶς. δηλοῖ δὲ ὡκαὶ ἐκεῖ

ἐῤῥέθη, ἢ τὴν ἔντιμον. ἢ τὴν λευκὴν διά τε τοὺς ἀφροὺς καὶ πρὸς ὁμοιότητα τοῦ,

λευκὸν ὕδωρ. Τὸ δὲ ἁλὸς θύραζε, ἀντὶ τοῦ ἁπλῶς ἔξω, πολλαχοῦ φησιν ὁ ποιητής.

λέγει δὲ αὐτὸ, ὡς ἐπὶ οἴκου. ἐπεὶ καὶ οἴκησις Ποσειδῶνος καὶ θαλαττίων δαιμόνων ἡ

θάλασσα. (ῃερς. 412.) Τὸ δὲ ῥόθιον, ἐπίθετον κύματος ῥοθοῦντος κατὰ

ὀνοματοποιΐαν. οἱ δὲ μεθ' Ὅμηρον, τὸ ῥεῦμα οὕτω καλοῦσιν. οἱ δὲ ὕστερον Ἀττικοὶ,

τὴν σύντονον εἰρεσίαν οὕτω φασί. καὶ ῥοθιάζειν τὸ ἐρέσσειν εὐτόνως. ἐλέγετο δὲ

ῥοθιάζειν, καὶ ὅτε οἱ ναῦται ἐπὶ κώπαις δέκα τυχὸν ἢ καὶ πλείοσι παίοντες, εἶτα ἅμα

παυσάμενοι, ὡς ἐκ συνθήματος ἅπαξ ἀνεφώνουν, ὡς καὶ νῦν ποτε γίνεται. καὶ ἔστι

τοιοῦτον παρὰ Ἀριστοφάνει τὸ, αἴρεσθ' αὐτῷ πολὺ τὸ ῥόθιον. παραπέμψατ' ἐφ'

ἕνδεκα κώπαις. τουτέστι, εὐφημήσατε τὸν δεῖνα ῥοθιάζοντες ναυτικῶς. Τὸ δὲ

ἀναδέδρομεν, ὑψιλοὺς εἶναι ὡς καὶ ἐῤῥέθη, τοὺς ῥηθέντας πάγους δηλοῖ. ἵνα οἱ

αὐτοὶ, καὶ πάγοι ὀξέες εἶεν καὶ πέτραι ἀνατρέχουσαι. Γλυκέως δὲ ὡς ἐπὶ ἐμψύχων

ἀναβαινόντων, λέγεται τὸ ἀνατρέχειν ἐπὶ πετρῶν ὑψηλῶν. καθὰ καὶ τὸ, ἀναδέδρομε

πέτρη. μέσος δὲ παρακείμενος τὸ ἀναδέδρομεν, ὡς ἀπὸ ἀῤῥήτου ἐνεστῶτος τοῦ

δρέμω ἀφ' οὗ καὶ ὁ δρόμος. (ῃερς. 413.) Ἀγχιβαθὴς δὲ θάλασσα, ὁ βαθὺς αἰγιαλός. καὶ

μὴ ἄντικρυς λιμὴν ἢ ἀκτὴ ἀλλὰ ἄγχι βάθους ὢν ὡς μὴ δύνασθαί τινα ἐν κινδύνῳ

πόδεσσι στῆναι ἀμφοτέροις καὶ σωθῆναι. καὶ νῦν μὲν, οὐκ ἐπαινετὸν τὸ ἀχιβαθές. ὁ

μέντοι ἀγχιβαθὴς λιμὴν, ἐπαινεῖται. (ῃερς. 415.) Τὸ δὲ βάλῃ λίθακι ποτὶ πέτρῃ, ἀντὶ

τοῦ, προσρίψει πέτρᾳ τινὶ ἐχούσῃ προβολὰς ὀξείας πολλὰς, τοιαύτη γὰρ ἡ λίθαξ

πέτρα. εἰ δέ τις τὰς οὕτω λίθακας, καὶ πάγους ὀξέας εἴποι, οὐ φαύλως ἐρεῖ. Καὶ

σημείωσαι ὅτι εἰ καὶ παρατετήρηται μὴ εἶναι ὑποκόρισμα παρὰ τῷ ποιητῇ, ἀλλὰ τὸ

λίθαξ τοιοῦτον εἶναι δοκεῖ. ὡς γὰρ νέος νέαξ νέακος, καὶ ὥσπερ σκύλαξ σκύλακος,

οὕτω καὶ λίθαξ ἡ καὶ λάϊξ. ἔστι γὰρ πέτρα λίθαξ, ἥτις αὐτὴ μὲν μεγάλη ἀνέστηκεν.

ἔχει δὲ περὶ αὐτὴν λιθιδίων ἐκφύματα. (ῃερς. 418.) Παραπλῆγες δὲ ἠϊόνες κατὰ τοὺς

παλαιοὺς, πάραλοι, πλησσόμεναι ὑπὸ ἁλός. μάλιστα δὲ, αἱ μὴ ἀπεναντίας ἀλλ' ἐκ

πλαγίων πλησσόμεναι κύμασιν. αἳ καὶ ποιοῦσι τόπον εὐλίμενον πλαγιαζόμενον τοῖς

κύμασι. διὸ καὶ ἐπάγει, λιμένας τε θαλάσσης. ὡς τῆς παραπλῆγος ἠϊόνος, ἀγαθῆς

οὔσης ἐλλιμενίσαι. καὶ οὕτω μὲν ὁ ποιητής. οἱ δὲ ὕστερον, παραπλῆγα φασὶ, τὸν

ἀπαίδευτον καὶ ἄμουσον καὶ ὡς εἰπεῖν, ἀπῳδὸν, ἐξ ὁμοιότητος τῶν ἀτεχνῶς

πληττομένων χορδῶν. ἡ χρῆσις παρὰ τῷ κωμικῷ. τοιούτῳ δὲ παραπλῆγι σύστοιχον,

καὶ τὸ παραπλῆγα λύτταν λόγου. (ῃερς. 419.) Ἐν δὲ τῷ, δείδω μή με ἡ θύελλα τό δέ

τι βλάψῃ, ἀνελλιποῦς οὔσης τῆς φράσεως, δῆλον ὅτι πρὸ ταύτης τὸ, μή πως μ'

ἐκβαίνοντα βάλῃ ποτὶ πέτρῃ, ἐλλιπές ἐστι ῥήματος τοιούτου. ἵνα λέγῃ ὅτι δέδοικα

μὴ προσκρουσθῶ τῇ ῥαχίᾳ. καὶ εἰσὶ καὶ ἐν Ἰλιάδι πολλὰ τοιαῦτα σχήματα. ὅμοιον δὲ

καὶ παρ' Αἰσχύλῳ τὸ, ὅπως μὴ σαυτὸν οἰκτοῖς ποτε. ἤγουν δέδιθι μὴ πάθῃς οἴκτου

ἄξια. (ῃερς. 419.) Τὸ δὲ ἀναρπάξασα θύελλα, οὐ πάνυ πόῤῥω φράζεται τοῦ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

255

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!