18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

∆ωρικῶς. ἐξαιρέσει δὲ τῶν πρώτων συμφώνων, αἴρω. καὶ ὑπερβιβασμῷ κατὰ Ἴωνας,

ῥαίω. ἐξ οὗ αἱ σφύραι ὁ τε μὲν ῥαιστῆρες κοινότερον, ὁ τε δὲ, αἶραι ὡς καὶ ἀλλαχοῦ

ἐδηλώθη. οὗ χρήσεις ἐν τῷ, αἰράων ἔργα διδασκόμενοι. ἔργον δὲ πάντως αἰραίων τὸ

σφυροκοπεῖν. εἰκὸς δὲ καὶ τὸ σπέρμα τὴν αἶραν ἐκ τοῦ τοιούτου φθαίρω αἴρω καὶ

ῥαίω γενέσθαι, φθορὰ γάρ τις ἡ αἶρα σίτου. καὶ τοιάδε μὲν ταῦτα. Ἐλέγχιστος δὲ, ὁ

ἐφάρματος. τοιούτων γὰρ ἀνδρῶν τὸ ἐλέγχεσθαι. (ῃερς. 73.) Τὸ δὲ οὔ μοι θέμις

κομίζειν οὐδ' ἀποπέμπειν ἀστείως ἔχει. ξένον μὲν γὰρ θεοφιλῆ χρὴ παρέοντα μὲν

φιλεῖν, 1.368 ἐθέλοντα δὲ πέμπειν. τὸν μέντοι θεομισῆ οὔτε τὴν ἀρχὴν κομιδῆς

ἀξιοῦν ἐχρῆν, οὔτε πομπῆς ὕστερον. ἔστι δὲ τὸ ἀποπέμπειν ταυτὸν τῷ πέμπειν.

καιρία δὲ καὶ αὕτη λέξις, διὸ καὶ ἐπιμένει ὁ ποιητὴς αὐτῇ τε καὶ ταῖς ἐξ αὐτῆς

κινήσεσιν. οἷον ἠδὲ κέλευον πεμπέμεν. καὶ, τεῦχε δὲ πομπήν. καὶ, ἐνδυκέως

ἀπεπέμπομεν. καὶ, οὐ κομιζέμεν οὐδ' ἀποπέμπειν. καὶ, οὐκέτι φαίνετο πομπή. (ῃερς.

76.) καὶ, ὣς εἰπὼν, ἀπέπεμπε δόμων βαρέα στενάχοντα. ὅπερ οἰκεῖον εἰπεῖν ἐπὶ τοῦ

ἐν ἱκεσίᾳ μὴ ἐλεηθέντος. (ῃερς. 78.) Ὅτι ἐπίμονον κωπηλασίαν δηλοῖ τὸ, τείρετο δ'

ἀνδρῶν θυμὸς ὑπ' εἰρεσίης ἀλεγεινῆς. (ῃερς. 79.) Ὅτι ὥσπερ ἁμαρτῶ ἁμαρτία, οὕτω

ματῶ ματία ἡ ματαιότης. φησὶ γάρ. τείρετο δ' ἀνδρῶν θυμὸς ἡμετέρῃ ματίῃ. Τοῦ δὲ

ματῶ ματήσω ἡ χρῆσις ἐν Ἰλιάδι, τεθεῖσα ἐπὶ ἵππων μὴ ἐθελόντων θέειν. ὅτι δὲ καὶ

μάτιόν ἐστιν οὐδέτερον ὄνομα ἐξ οὗ καὶ ὁ ματιολοιχὸς, ἐῤῥέθη ἐκεῖ. (ῃερς. 80.) Ὅτι

ἐκ τῆς κατὰ τὸν Αἴολον νήσου μακράν που ἀπῳκισμένης οἱ περὶ τὸν Ὀδυσσέα

ἑξῆμαρ ὁμῶς πλέοντες νύκτας τε καὶ ἦμαρ, ἑβδομάτῃ ἵκοντο (ῃερς. 81.) Λάμου αἰπὺ

πτολίεθρον. ὃ ἐφερμηνεύων φησί. τηλέπυλον Λαιστρυγονίην. εἶτα ἱστορικῶς

ἐκτιθεὶς τὴν ἐκεῖ τοπικὴν ἰδιότητα φησίν. (ῃερς. 83.) ἔνθα ποιμένα ποιμὴν ἠπύει ὅ

ἐστι προσφωνεῖ. καὶ ἐφερμηνεύων, τί ποιῶν ποιμὴν τί ποιοῦντα ποιμένα ἠπύει

φησίν. εἰσελάων. ὁ δ' ἐξελάων ὑπακούει. τουτέστι ποιμὴν εἰσελαύνων ἐκ νομῆς

προσφωνεῖ τὸν ἐξελαύνοντα εἰς νομὴν καὶ αὐτὸς ὑπακούει. (ῃερς. 82.) λαμβάνει δὲ

νῦν ἢ τὸ ποιμένα ἢ τὸ ποιμὴν ἀντὶ βουκόλου καταχρηστικώτερον. Ἐφ' οἷς τὴν

εὐχρηστίαν τοῦ τόπου ἱστορῶν λέγει. (ῃερς. 84.) ἔνθα κ' ἄϋπνος ἀνὴρ δοιοὺς ἐξήρατο

μισθοὺς, τὸν μὲν βουκολέων, τὸν δ' ἄργυφα μῆλα νομεύων. ἐν ᾧ δηλοῦται ὅτι

ποιμὴν καὶ ὁ βουκόλος ἀνωτέρω ἐῤῥέθη. δείκνυσι δὲ διὰ τούτων ὁ ποιητὴς καθ'

ἱστορίαν, ἀγαθὰς εἶναι νομὰς ἐν τῇ τῶν Λαιστρυγόνων γῇ, τὰς μὲν βουκόλοις, τὰς δὲ

ποιμέσι. καὶ τοὺς μὲν βουκόλους νύκτωρ νέμειν διὰ τὸν ἐπιπολάζοντα τοῖς βουσὶν

ἐκεῖ πολέμιον οἶστρον τὸν καὶ μύωπα, ὃς δὴ ζωΰφιόν ἐστιν ἐχθρὸν βουσὶ, τοὺς δὲ

ποιμένας βόσκειν ἡμέρας οὔσης. διὸ τὸν ἄϋπνον ὄντα ἤτοι ὀλιγόϋπνον νυκτὸς διὰ τὸ

ἐν ἡμέρᾳ τυχὸν πλείονι τῷ ὕπνῳ καταχρήσασθαι διπλοῦς φησὶν ἐξαίρειν μισθοὺς, ἐν

νυκτὶ μὲν βουκολοῦντα, μεθ' ἡμέραν δὲ ποιμαίνοντα. ἱστορεῖ δὲ καὶ ἐγγὺς τῆς

πόλεως εἶναι τὰς τοιαύτας νυκτερινάς τε καὶ ἡμερινὰς νομὰς καὶ τὰς εἰς αὐτὰς

ὁδούς. διὸ καὶ ποιμένα ποιμὴν ἐξελαύνοντα εἰσελάων προσφωνεῖ. Ἰστέον δὲ ὅτι τε

καθὰ οἱ νέμοντες τὰς αἶγας αἰπόλοι λέγονται καὶ οἱ τοὺς βόας βουκόλοι καὶ βοῦται,

καὶ οἱ τοὺς ἵππους ἱππονόμοι καὶ ἱπποπόλοι, οὕτω καὶ οἱ τὰ πρόβατα νέμοντες

ποιμένες καλοῦνται καὶ προβατεῖς καὶ μηλάται. τὸ δὲ ποιμαινόμενον πλῆθος

ποίμνιον, Ὁμηρικῶς δὲ, πῶϋ. καθὰ καὶ ὁ μὲν περὶ σύας συβώτης, τὸ δὲ ὑπ' αὐτὸν

συβόσιον. ὡς καὶ αἰπόλιον, τὸ κατὰ τὸν αἰπόλον. καὶ ὅτι μῆλα εἰ καὶ ὡς ἐπὶ πολὺ τὰ

πρόβατα, ὅμως καὶ τὰ πλείω τῶν τετραπόδων, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, μῆλά τε

καλοῦνται καὶ πρόβατα. Σοφοκλῆς γοῦν φασὶ τὸν Ἀχιλλέα τραφῆναι εἰπὼν ἐν τῷ

πηλίῳ πᾶν μῆλον θηρῶντα δόξοι ἂν τὰ θηρία πάντα μῆλα καλεῖν. καὶ ὁ εἰπὼν δὲ

μῆλα βόας κεραοὺς καὶ ὄϊς καὶ πίονας αἶγας καὶ τοὺς βοῦς ἐν τοῖς μήλοις τίθησι.

Σιμωνίδης δέ φασι τὸν ταῦρον ὁτὲ μῆλον ὁτὲ δὲ πρόβατον ὀνομάζει. Πίνδαρος δὲ τὰς

τοῦ ∆ιομήδους ἵππους πρόβατα καλεῖ. ἐθέλει δὲ τοῦτο καὶ Ἡρόδοτος ἐν τῷ, θύουσι

δὲ καὶ τὰ ἄλλα πρόβατα, ἵππους δὲ μάλιστα. Ὅμηρος δὲ ἐν τῷ, κειμήλιά τε πρόβασίν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

419

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!