18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀπολογεῖται ὑπὲρ τούτου ὡς ἐκεῖ γέγραπται. (ῃερς. 37.) Τὸ σκῆπτρον δὲ τῷ

Τηλεμάχῳ ἐνέβαλε χειρὶ κῆρυξ Πεισήνωρ, οὐ γὰρ ἦν θέμις ἄλλως δημηγορεῖν τοὺς

βασιλεῖς. ὡς οὐδὲ κήρυξι θεμιτὸν ἄνευ κηρυκείου προϊέναι. διὸ καὶ ἐν τῷ ἐπιταφίῳ,

Μενέλαος διαπληκτιζόμενος πρὸς Ἀντίλοχον ὡς ἐν δίκῃ, σκῆπτρον χειρίζεται.

οἰκεῖον δὲ ὄνομα κήρυκι τὸ Πεισήνωρ, ἔργον γὰρ τῷ τοιούτῳ, πεῖθεν ἄνδρας

ὑπακούειν. (ῃερς. 39.) Ὅτι ἐν τῷ, πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπε,

καθάπτεσθαι λέγει τὸ ἀμείβεσθαι ἢ ἀποτείνεσθαι ἁπλῶς διὰ λόγου πρός τινα. ἐπεὶ

καὶ ἅπτεσθαι τινῶν, οὐ μόνον σωματικῶς ἀλλὰ καὶ ἐν λόγοις λεγόμεθα. οὕτω καὶ τὸ

καθαπτόμενος φίλον ἦτορ, ἀντὶ τοῦ ἑαυτῷ λαλῶν. παρὰ μέντοι τοῖς ὕστερον,

καθάπτεσθαι λέγεται τὸ τραχύτερον ἐν λόγοις προσφέρεσθαι, καὶ μετὰ γενικῆς.

(ῃερς. 40 ετ σθθ.) Ὅτι ὁ ζητούμενος πρός τινος καὶ θαῤῥαλέος προπηδῶν, εἴποι ἂν,

οὐχ' ἑκὰς οὗτος ἀνὴρ, τάχα δ' εἴσεαι αὐτός. Ὅτι ἡ τοῦ Τηλεμάχου δημηγορία κριτὰς

μὲν οἷον καθίζει τοὺς Ἰθακησίους. προοίμιον δὲ κατὰ Ὁμηρικὴν μέθοδον ἔχει, ἀπὸ

τῶν προκειμένων λόγων οὓς δηλαδὴ ὁ Ἰθακήσιος Αἰγύπτιος προεχειρίσατο.

καταφέρεται δὲ τῶν μνηστήρων. καὶ βίας αὐτοὺς ἑλεῖν σπεύδει, οἷς τῇ τε μητρὶ οὐκ

ἐθελούσῃ ἐπέχραον. καὶ ἐν ἀλλοτρίῳ οἴκῳ βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,

εἰλαπινάζουσι. πίνουσί τε αἴθοπα οἶνον μαψιδίως. ἔστι οὖν τὰ τῆς δημηγορίας οὐκ

ἀποδεικτικά. ὡς ἐπὶ ὁμολογουμένῳ δὲ πράγματι ἐπιλογική ἐστι καὶ καταφορικὴ καὶ

αὐξητική. διὸ καὶ ἡ διήγησις ἔχουσά τι καὶ ἐκφραστικῆς διασκευῆς, οὐ διδάσκει οὐδ'

ἁπλῶς διηγεῖται τὴν μνηστείαν, ἀλλὰ τὴν βίαν ἐπαύξει ἐμβριθῶς. ἔχει δὲ καὶ ἐλέου

εἰσβολὴν ἐν τῷ, νεμεσήθητε καὶ αὐτοί. ἄλλους τ' αἰδέσθητε ἀνθρώπους, οἳ

περιναιετάουσι. θεοῦ δ' ὑποδείσατε μῆνιν. μή τι μεταστρέψῃ ἀγασάμενος κακὰ ἔργα.

λίσσομαι θεοῦ τε Ὀλυμπίου καὶ Θέμιστος. ἥ τ' ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει.

σχέσθε φίλοι. καί με οἶον ὅ ἐστι μόνον, ἐάσατε. οὐχ' ὥστε δηλαδὴ τρυφᾶν, ἀλλὰ

πένθεϊ λυγρῷ τείρεσθαι. πάντως γὰρ ἔλεον προκαλεῖταί τινα σὺν αἰδοῖ καὶ δέει τὸ,

νεμεσήθητε. αἰδέσθητε. ὑποδείσατε θεόν. λίσσομαι. σχέσθε φίλοι. ἐπὶ δὲ τούτοις

αἰτιώμενος 1.81 καὶ τοὺς ὡσανεὶ κριτὰς Ἰθακησίους, φησὶν. εἰ μή που τι πατὴρ ἐμὸς

ἐσθλὸς Ὀδυσσεὺς κακὸν ἔρεξεν. ὧν με ἀποτινύμενοι, κακὰ ῥέζετε, τούτους

ὀτρύνοντες καὶ τὰ ἑξῆς, ἐν οἷς καὶ ἐρεθίζει τοὺς Ἰθακησίους κατὰ τῶν μνηστήρων, ἢ

γὰρ ὀτρύνουσι τούτους ποιεῖν ἃ ποιοῦσιν ἐν τοῖς τοῦ Ὀδυσσέως, καὶ τρόπον τινὰ

πατραλοῖαι εἰσὶ βασιλέα βλάπτοντες ὃν πατρὸς δίκην εἶναι ἤπιον φησίν. ὃ οὐδ' αὐτοὶ

ἂν ἀπαρνήσωνται. οἵγε τοῦ Τηλεμάχου ἐσθλὸν αὐτὸν εἰπόντος καὶ οὐκ ἀπεοικότα

πατρὸς εἰς αὐτοὺς ἐδέξαντο τὸν λόγον ἐφησυχάσαντες. ἢ τοίνυν ὀτρύνουσι τοὺς

μνηστῆρας, καὶ τετάξονται εἰς πατραλοίας. ἢ οὐκ ὀτρύνουσι, καὶ δεῖ ἐξελάσαι

αὐτούς. ὅπερ ἴσως καὶ εὐλαβηθέντες οἱ μνηστῆρες καὶ μάλισθ' ὅτι ἐν τοῖς ἑξῆς καὶ ὁ

Μέντωρ ὑπὲρ τοῦ Ὀδυσσέως δημηγορήσας μέμψεται τοὺς Ἰθακησίους ὡς πολλοὶ

ὄντες οὐ παύουσι τοὺς ὀλιγωτέρους μνηστῆρας, λύουσιν ὡς δηλωθήσεται τὴν

ἀγορὰν ἣν οὐκ ἐκάθισαν. ἐπὶ δὲ τούτοις ὁ νεανίας ἐπαύξων τὸν ἔλεον καὶ οἶκτον

πλείω προκαλούμενος, τὸ σκῆπτρον βάλλει πρὸς τῇ γῇ, δάκρυα ἀναπρήσας. ὅ ἐστι

διὰ τοῦ ἐγκεφάλου ἀναπεράσας. ἤγουν σὺν ὁρμῇ ἐξαγαγὼν καὶ οἷον ἐκφυσήσας,

παρὰ τὸ πρήθω τὸ φυσῶ. ποιεῖ δὲ τοῦτο καὶ Ἀχιλλεὺς ἐκ Ἰλιάδι δίχα γε τοῦ

δακρύσαι. εἶτα ἐπὶ πᾶσι μετὰ τὴν δημηγορίαν δεικνύων ὁ ποιητὴς ὡς ἔλεον τὰ

τοιαῦτα εἰσάγει τοῖς ἀκροαταῖς καὶ οἰκτίζεσθαι ποιεῖ καὶ μάλιστα τὸ δακρύειν, φησίν.

οἶκτος δ' ἕλε λαὸν ἅπαντα. καὶ τοιαύτη μὲν ὡς ἐν ὀλίγῳ εἰπεῖν, ἡ τοῦ Τηλεμάχου

δημηγορία ἧς τὰ κατὰ μέρος λελέξεται. οἵα δὲ καὶ ἣ τῶν μνηστήρων, ἐν τοῖς ἐφεξῆς

δηλωθήσεται. Σημείωσαι δὲ τὴν τοῦ Τηλεμάχου σύνεσιν. εἰ καὶ νέος ὢν, οὕτω

καταδημαγωγεῖ τὸν Ἰθακήσιον ὄχλον. ἐστοχασμένος οἷα εἰκὸς, εὐκατάσειστον εἶναι

τὸν δῆμον καὶ εὐρίπιστον ὡς ῥᾷον ὑπανάπτεσθαι εἰς θυμὸν πυρόεντα. ὅπερ πολλοὶ

δηλοῦσιν οἳ διὰ πολιτικὰς ἔχθρας ἠτύχησαν χόλῳ τοῦ δήμου. ἐν οἷς καὶ οἱ Μιλήσιοι.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

92

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!