18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Καλλιμάχῳ, ἀντὶ τοῦ ὑφάντριαι. οὗ δὴ Καλλιμάχου καὶ τὸ, ὑδάτινον καίρωμα

ὑμένεσσιν ὁμοῖον. ὁ δὲ εἰπὼν τὸ καιροσέων ἀντὶ τοῦ, κροσσωτῶν θυσανωτῶν, λέγει

καὶ ὅτι καῖρος, σειρὰ δι' ἧς οἱ στήμονες καθίενται. Καὶ ὅρα ἐν τούτοις τὸ καῖρος

βαρυνθὲν πρὸς διαστολὴν χρονικοῦ τοῦ καιρός. ἔτι δὲ κατὰ ἄλλους καὶ ἑτέρως

καίρωμα ἡ διαπλοκὴ τοῦ διάσματος ἐν ᾗ οἱ στήμονες καθίενται. καὶ ἄλλως δὲ, τὸ

διαπλεκόμενον παρὰ τὸν μίτον ὡς ἂν οἱ στήμονες μὴ συγχέωνται. μίτος δὲ, δι' οὗ

τοὺς στήμονας ἐναλλάσσουσιν εἰς πλοκὴν τῆς κρόκης. οἱ δὲ φασὶν ὅτι καῖρος αὐτὸς

ὁ μίτος ἐστὶν ἐξ οὗ παράγωγον, ὁ καιρόεις. οὗ θηλυκὸν, καιρόεσσα. γενικὴ

πληθυντικὴ, καιροεσσῶν. καὶ συγκοπῇ, καιροσσῶν. καὶ Ἰωνικῶς καιροσέων. ἢ καὶ

ἄλλως, καιροεσσῶν, ὡς εἴρηται, καὶ μεταθέσει, καιροσέων. ὅ ἐστιν εὐμίτων. ἄλλοι

δὲ, εὐθεῖαν εἶπον ἡ καίροσα μονήρη λέξιν ὡς ἄτοσσα. ὅθεν γενικὴ πληθυντικὴ,

καιροσῶν, καὶ καιροσέων Ἰωνικῶς, ἐπεὶ δὲ φέρεται ἐν ῥητορικῷ λεξικῷ καὶ ὅτι

μεσάκμων, τὸ τῷ κανόνι ὑποδεδεμένον ὃ καλεῖται καῖρος, σκοπητέον εἴτι καὶ αὐτὸ

εἰς τὸ, καιροσέων ὀθονέων συμβάλλεται. ποιητικὴ δὲ παρίσωσις τὸ, καιροσέων

ὀθονέων. Τὸ δὲ ἀπολείβεται ὑγρὸν ἔλαιον, ἢ τὸ τῶν ὑφασμάτων τρυφερὸν κατὰ

τοὺς παλαιοὺς δηλοῖ ὡς δοκεῖν ἔλαιον ἀποῤῥεῖν. ἢ τὸ πυκνὸν, ὡς μὴ δὲ ἔλαιον εἶναι

δι' αὐτῶν ἐλθεῖν. ἢ καὶ τὸ στίλβον διὰ λευκότητα. ἴσως δὲ, καὶ ἄλλως στίλβειν αἱ

τοιαῦται λέγοιντο ἂν ὀθόναι, ὡς εἴπερ ἔλαιον αὐτῶν ἀπελείβετο διὰ τὸ στιλπνὸν

χρῶμα τῶν νεοϋφάντων καὶ ἔτι ἀπλύτων ὑφασμάτων. Ὅτι δὲ καὶ θρόνοι λίθινοι

οὕτω στίλβουσιν ἐκ τῆς κατὰ συχνὴν παράτριψιν λειάνσεως, οἱ κατὰ Πύλον

μαρμάρεοι θρόνοι ἐδήλωσαν. (ῃερς. 108.) Πάνυ δὲ ἐπιστήμονας τὰ εἰς ἱστουργίαν ἡ

Ὁμηρικὴ σύγκρισις τὰς Φαιακίδας δηλοῖ εἴπερ ὅσον οἱ Φαίακες ναυτικοὶ, τοσοῦτον

αἱ γυναῖκες τεχνικαὶ ὑφαίνειν. ἴδριες δὲ ἐκεῖνοι περὶ πάντων ἀνδρῶν, οὕτω δὲ καὶ

αὗται πασῶν γυναικῶν. ὡς εἶναι αὐταῖς τρία ταῦτα καλά. ἐπιστήμην περὶ ἔργα. καὶ

κάλλος. καὶ φρένας ἐσθλάς. ἅπερ ἐξ Ἀθηνᾶς ἔχειν λέγονται, ὡς ἐφόρου τῶν

τοιούτων πρός τε ἀλληγορίαν καὶ μυθικῶς. (ῃερς. 110.) Τὸ δὲ τεχνῆσαι, ἀλλαχοῦ

παθητικῶς κεῖται. ὡς καὶ ἐν τῷ, μὴ τεχνησάμενος μὴ δ' ἄλλό τι τεχνήσαιτο. (ῃερς.

112.) Ὄρχατος δὲ, δένδρα ἐπίστιχα κατὰ φυτείαν ἀμπέλου. διὸ ἐπάγει. ἔνθα δὲ

δένδρεα μακρά. ὁ δ' αὐτὸς, (ῃερς. 129.) καὶ κῆπος ἐν τῷ τέλει τῆς ἐκφράσεως. καὶ ἐν

τοῖς μετὰ ταῦτα δὲ κατὰ Ἰθάκην, κῆπον ἐρεῖ πολυδένδρεον. ὃς δὴ κῆπος

μεταληφθεὶς ὑπὸ κωμικοῦ σκῶμμα ἐποίησε. γυναῖκα γάρ τις μανιόκηπον εἶπε, τὴν

μεμηνυῖαν περὶ μίξεις. κῆπον ἐκεῖνος ὑποθέμενος εἶναι, τὸ παρὰ Λυκόφρονι

ἐπείσιον. τῇ δὲ τοιαύτῃ γυναικὶ φίλα φρονεῖν εἶδεν, ὁ εἰς κιναιδίαν σκωπτόμενος.

γίνεται δὲ ὄρχατος, ἢ παρὰ τὸ ἔρχω, ὁ εὔτακτος καὶ οἷον ἐρχόμενος ἤτοι στείχων,

ἐντεῦθεν γὰρ καὶ ἐπίστιχος φυτεία λέγεται τὰ τοιαῦτα. ἢ παρὰ τὴν ὀρυχὴν τὴν ἐν τῇ

φυτείᾳ. ἵνα ᾖ ὀρύχατος καὶ ἐν συγκοπῇ ὄρχατος. ἢ παρὰ τὸν ὤρεχα παρακείμενον, ὁ

ἐπὶ πολὺ ὀρεγμένος ὅ ἐστιν ἐκτεινόμενος. ἔστι δὲ ἡ λέξις παράγωγος ἐκ τοῦ ὄρχος.

ὁμοίως τῷ, τρίτος τρίτατος καὶ τοῖς τοιούτοις. (ῃερς. 113.) Τετράγυος δὲ, οὗ ἑκάστη

τῶν τεσσάρων πλευρῶν γύην εἶχεν. ἵνα ᾖ, τετράπλεθρός φασι. τετράγωνος.

ἰσόπλευρος. γύη δὲ ἢ γύης ἀρσενικὸν, μέτρον γῆς. οἱ δὲ παλαιοὶ, φασὶ 1.266 καὶ ὅτι

γύης, καὶ μέτρον γῆς καὶ μέρος ἀρότρου. ὥστε ἀρσενικὸν ὁ γύης. Ἕρκος δὲ καὶ νῦν ὁ

φραγμὸς, ὡς καὶ ἐν τῷ, ἕρκος ὀδόντων. ἀλλαχοῦ δὲ ἐγράφη ἕρκη λέγεσθαι παρὰ τοῖς

κωμικοῖς, καὶ πλεκτά τινα ἐκ τριχῶν. ὅθεν καὶ ἑρκάνη φασὶν ὁ φραγμός. Τὸ δὲ

ἐλήλαται ἀμφοτέρωθεν, ἀντὶ τοῦ πάντοθεν. λαμβάνει γὰρ Ὅμηρος ὡς ἓν μὲν, τὰς

δύο παραλλήλους τοῦ τετραγώνου πλευράς. ὡς ἓν δὲ, τὰς λοιπὰς δύο. καὶ οὕτω τὸ

ἀμφοτέρωθεν, τετραχόθεν γίνεται. δὶς γὰρ αἱ συζυγίαι τῶν πλευρῶν τοῦ

τετραγώνου, τέσσαρές εἰσι πλευραί. καὶ τὸ διχῶς, τετραμερῶς ἐνταῦθα ἐστί.

κἀντεῦθεν τό τε τετραχόθεν, οὐδὲν ἄλλο ἐστὶ ἢ τὸ πάντοθεν. τοιούτῳ δὲ λόγῳ καὶ

ἀμφίαλος νῆσος, ἡ πανταχόθεν ἅλα ἔχουσα, ὅ ἐστιν ἀμφοτέρωθεν. κατὰ δεξιὸν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

302

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!