18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τεληέστατα, οὕτω καὶ φίλοις τὰ κάλλιστα δοτέον καὶ τιμηέστατα. (ῃερς. 615.) Τὸ δὲ

κρατῆρα τετυγμένον, ἀντὶ τοῦ εὖ καὶ ἐπιτυχῶς κατεσκευασμένον. (ῃερς. 617.) Τὸ δὲ

ἔργον δ' Ἡφαίστοιο, πρὸς ὑπερβολὴν εἴρηται, κατὰ τὸν γεωγράφον εἰπεῖν. ὥσπερ

λέγεται καὶ Ἀθηνᾶς ἔργα, τὰ καλά. (ῃερς. 618.) Τὸ δὲ φαίδιμος ἥρως, ἄδηλον κατὰ

τοὺς παλαιοὺς εἴπερ κύριόν ἐστιν ὄνομα. τινὲς δὲ, Σώβαλον αὐτὸν, ἕτεροι δὲ,

Σέθλων ἱστόρησαν. ὅτι δὲ πλούσιοι καὶ οἱ Σιδόνιοι, ἡ ἱστορία λέγει. ὅτι δὲ καὶ

καλλίτεχνοι κατὰ τὸν γεωγράφον, δηλοῖ καὶ ὁ ἐν Ἰλιάδι κρατὴρ τοῦ Εὔνεω. Ἐν

τούτοις δὲ σημειοῦνται οἱ παλαιοὶ ὡς ὁ Μενέλαος μὲν καίτοι καλὴν πρόφασιν

εὐρὼν, ὅμως οὐκ ἐθέλει τὴν τοῦ φιλτάτου Ὀδυσσέως γυναῖκα δι' ἐπικουρίας

περισώσασθαι ἐφ' ὁμοίοις εὐεργετηθεὶς, ἐπεὶ οὐδὲ ἐδεήθη κατὰ τῶν μνηστήρων ὁ

Τηλέμαχος. δεῖ δὲ φίλοις συντελεῖν, εἰς ἃ βούλονται. Τηλέμαχος μέντοι οὐ

προκαλεῖται τὸν Μενέλαον βοηθεῖν ὥσπερ οὐδὲ τὸν Νέστορα, ἐπεὶ ἔχει μαθὼν ἄρτι

τὴν τοῦ Ὀδυσσέως ζωήν. πεπληροφόρηται δὲ ἤδη πρὸ τούτων, καὶ ὡς οὐκ ἐπὶ πολὺ

ἀπέσται Ὀδυσσεὺς οὐδ' εἴπερ αὐτὸν σιδήρεα δέσματ' ἔχῃσιν. ὥστε τὸ πᾶν εἰπεῖν, οὔτε

ζητεῖ ἐπικουρίαν, οὔτε βοηθεῖται. ἀλλ' εἰς μόνον ἐπαρκεῖται ὅπερ ἠθέλησεν. (ῃερς.

621. σθθ.) Ὅτι ἀφεὶς τὸν Τηλέμαχον ὁ ποιητὴς ἐν Σπάρτῃ, ἀπασχολεῖ τὸν λόγον εἰς

τοὺς μνηστῆρας, καὶ φησί. δαιτυμόνες δ' ἀνὰ δώματα ἴσαν θείου βασιλῆος. οἵδ' ἦγον

μὲν μῆλα. φέρον δ' εὐήνορα οἶνον. σῖτον δέ σφ' ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.

καὶ τὰ μὲν ἔσω, οὕτως εἶχον. μνηστῆρες δὲ πάροιθεν οἴκου, δίσκοισι τέρποντο καὶ

αἰγανέῃσιν ἱέντες ἐν τυκτῷ δαπέδῳ ὅθι περ πάρος ὕβριν ἔχεσκον. Ἀντίνοος δὲ

καθῆστο καὶ Εὐρύμαχος θεοειδὴς, ἀρχοὶ μνηστήρων. ἀρετῇ δ' ἔσαν ἔξοχ' ἄριστοι.

εἶτα λέγει καὶ ὅτι ὁ τῆς κατὰ Τηλέμαχον νεὼς ναύκληρος Νοήμων ὁ τοῦ Φρονίου

ἐγγύθεν ἐλθὼν, εἴρετο τὸν Ἀντίνοον ὁππότε Τηλέμαχος νεῖται ἐκ Πύλου νῆα ἄγων.

εἰπὼν, καὶ ὅτι χρεώ μοι γίνεται αὐτῆς εἰς Ἤλιδα διαβῆναι. ἔνθά μοι φησὶν ἵπποι

δώδεκα θήλειαι. ὑπὸ δ' ἡμίονοι ταλαεργοὶ ἀδμῆτες. τῶν κέν τιν' ἐλασσάμενος

δασαίμην. καὶ οὕτω μὲν ὁ Νοήμων. οἱ δὲ μνηστῆρες, ἀνὰ θυμὸν ἐθάμβεον, οὐ γὰρ

ἔφαντο ἐς Πύλον οἴχεσθαι, ἀλλά που ἀγρῶν, ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ. τῷ

εὐνουστάτῳ δηλαδὴ Εὐμαίῳ. τῶν γὰρ τοῖς μήλοις ἐπιστατούντων, οὐκ ἀξιοῖ

ὀνομάσαί τινα νῦν ὁ ποιητής. ὧν εἷς φανεῖται καὶ ὁ κακόνους Μελάνθιος. (ῃερς.

621.) Ἰστέον δὲ ὅτι δαιτυμόνες ἐνταῦθα κατὰ παλαιὰν παρασημείωσιν, οὐχ' οἱ φίλοι,

ἀλλ' οἱ τὴν δαῖτα ἑτοιμάζοντες. οὗτοι γὰρ πάντως τά τε μῆλα ἦγον καὶ τὸν οἶνον

ἔφερον. οἱ γὰρ μνηστῆρες, ἔπαιζον. Ὅρα δὲ καὶ ὅτι αὐτὴ ἡ Ὁμηρικὴ Μοῦσα, θεῖον

βασιλέα τὸν Ὀδυσσέα φησίν. ὃν πρὸ τούτων, θεῖον Ὀδυσσέα ἔφη. καὶ ὅτι φανερὰ

ἐνταῦθα διαφορὰ τοῦ ἄγειν καὶ τοῦ φέρειν ἐν τῷ, ἦγον μὲν μῆλα ὅ ἐστι θρέμματα.

ἔφερον δὲ οἶνον. ὡς τοῦ ἄγειν μὲν καθὰ καὶ ἡ Ἰλιὰς ἐδήλωσεν, ἐπὶ ἐμψύχων τὰ

πολλὰ λεγομένου. τοῦ δὲ φέρειν, ἐπὶ ἀψύχων. ὅτι δέ ποτε καὶ ταυτίζονται τὸ φέρειν

καὶ τὸ ἄγειν, καὶ ἐξ ἄλλων μὲν δῆλον. οὐχ' ἥκιστα δὲ, ἐπὶ κυκλοτερῶν σχημάτων.

ἐφ' ὧν λέγεται τὸ περιφερὲς καὶ τὸ περιηγμένον. καὶ ἡ περιφέρεια καὶ ἡ περιαγωγή.

οὕτω καὶ περιηγὲς ἄγκιστρον, ὃ περιάγεται, ταυτόν δ' εἰπεῖν, περιφέρεται. (ῃερς.

622.) Τὸν δὲ οἶνον εὐήνορα λέγει τουτέστιν ἀνδρίας περιποιητικὸν, εἰ πίνοιτο

συμμέτρως. ὁ γὰρ ἄμετρος καὶ οὐδὲ ἐν καιρῷ προσφερόμενος, ἀπογυῶσαι τὲ ἔχει, καὶ

ἀνήνορα θέσθαι. καὶ μένεος καὶ ἀλκῆς λαχέσθαι ποιεῖ ὡς ἡ Ἰλιὰς δηλοῖ. ὡς δὲ καὶ

χαλκοῦ ἤτοι σιδήρου ἐπίθετον ὁ εὐήνωρ, δηλοῦται ἀλλαχοῦ. (ῃερς. 623.) Ἀλόχους

δὲ, τὰς τοῦ Ὀδυσσέως λέγει δμωάς. ὡς τοῖς μνηστῆρσιν εἰς ταυτὸν λέχος ἰούσας.

παραχρώμενος τῇ λέξει. ὅτι δὲ μάχλοι αἱ τοιαῦται δουλίδες, ἐν τοῖς ἑξῆς

δηλωθήσεται. (ῃερς. 626.) Ὁ δὲ δίσκος, ἐκ λίθου φασὶν ἦν, καί ποτε καὶ σιδήρεος,

ἱμάντι περὶ τὸ μέσον ἐνειρμένῳ, στρεφόμενος καὶ ἀφιέμενος. Ἡ δὲ αἰγανέα, εἶδος

ἀκοντίου ἐπιτηδείου εἰς αἰγῶν θήραν. καὶ γίνεται παρὰ τὸ ἵεσθαι κατὰ αἰγῶν. ἢ καὶ

παρὰ τὸ ἄγαν ἵεσθαι. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ὅτι αἰγανέα γρόσχος. μικρὸν ἀκόντιον.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

211

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!