18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Νέστωρ ἠρώτησε τοὺς ξένους, οὕτω κἀνταῦθα ὁ Κύκλωψ τοὺς ἀμφὶ τὸν Ὀδυσσέα.

καὶ κεῖνται φασὶν οἱ παλαιοὶ κάλλιον ἐνταῦθα οἱ στίχοι ἐκεῖνοι. διὸ καὶ ἀστερίσκοι

ὧδε πρόκεινται αὐτῶν, δι' ὧν τὰ ἔπη ἐκκρίνονται. δηλοῖ γὰρ τὸ σημεῖον ὁ

ἀστερίσκος, ὡς ἄριστα ἐν τῷ τόπῳ κεῖται τὸ ἔπος καὶ οἷον ἐκλάμπει. ἔστι δὲ τὸ

σημεῖον τοῦ ἀστερίσκου ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη διὰ τοῦ ˉχ στοιχείου, τετραχῇ

στιζομένου κατὰ τὴν τῶν γραμμάτων ἐπίζευξιν, οὕτω #13 ἔστι δὲ ἡ τοῦ Κύκλωπος

ἐρώτησις αὕτη. ὦ ξεῖνοι τίνες ἐστέ. πόθεν πλεῖτε. καὶ ἑξῆς ὡς ἐν τῇ ˉγ ῥαψῳδία

γέγραπται. βαρύφθογγος δὲ ὡς εἰκὸς ἦν ὁ Κύκλωψ, διὸ κἂν (ῃερς. 250.) ἱλαρὰ

προσεφώνει, ὅμως δεινὸς ἦν ὡς δηλοῖ καὶ Ὀδυσσεὺς, εἰπών. ὣς ἔφατο, ἡμῖν αὖ τε

κατεκλάσθη φίλον ἦτορ, δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε (ῃερς. 257.)

πέλωρον. ὃ πρωτότυπόν ἐστι τοῦ 1.341 πελώριος ὡς καὶ οἱ αἰτωλὸς καὶ ὁ κάπρος,

τοῦ αἰτώλιος καὶ κάπριος. (ῃερς. 256.) Ὅρα δὲ τὸ, ἡμῖν δὲ κατεκλάσθη ἦτορ

δεισάντων. ὅπερ εἰ καὶ σολοικοφανὲς δοκεῖ, ἀλλ' ὅμως πέφρασται καὶ αὐτὸ

καταλλήλως τῷ καιρῷ καὶ τῇ δειλίᾳ, ἐπεὶ μὴ δύνανται τῆς φράσεως κρατεῖν οἱ

δεδιότες. καὶ νῦν μὲν ἡ ἐναλλαγὴ ἀπὸ δοτικῆς γέγονεν εἰς γενικὴν, ἀλλαχοῦ δὲ

ἀνάπαλιν ἀπὸ γενικῆς εἰς δοτικὴν, ὡς ἐν τῷ, ὣς τῶν ὕπνος ἀπὸ βλεφάροιϊν ὄλωλε

νύκτα φυλασσομένοισι. καὶ, Ἀχιλλῆος ὀλοὸν κῆρ γηθεῖ φόνον Ἀχαιῶν δερκομένῳ.

ὤφειλε γὰρ δερκομένου εἰπεῖν. καὶ, τῆς δ' αὖ τοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,

σήματ' ἀναγνούσῃ. τὸ τοίνυν δεισάντων οὐκ ἂν εἴη ὡς ἐῤῥέθη σόλοικον, οὐ μόνον

διὰ τὸ καὶ μιμητικῶς φρασθῆναι καὶ ἀντιπτωτικῶς, ἀλλὰ καὶ διότι ἀσφαλεῖς οἱ

πλαγιασμοὶ πρὸς σύνταξιν καὶ ἀσόλοικοι. (ῃερς. 253.) Σημείωσαι δ' ἐν τῇ ἐρωτήσει

τοῦ Κύκλωπος, ὅτι οἶδεν ὁ θηριώδης, τίνες τε οἱ κατὰ πρᾶξιν τινὰ ναυτιλλόμενοι καὶ

οἱ ὡς λῃσταὶ πλανώμενοι. καὶ ὅτι ἀληθῶς οὔτε δίκας οἶδεν οὔτε θέμιστας, εἴγε

ξένους προσειπὼν καὶ δηλονότι καὶ εἰδὼς τί ποτέ ἐστιν ἡ ξενία, εἶτα τοὺς ξένους

δεινὰ διατίθεται. Ἔοικε δ' ἐνταῦθα Ὅμηρος καὶ τῆς τραγικῆς ὑποκρίσεως

κατάρξασθαι, παραγγέλλων κατὰ βαρὺν φθόγγον ἀναγινώσκειν τὸ χωρίον τῆς τοῦ

Κύκλωπος πεύσεως. ὃ δὴ καὶ ἔστι διαφορὰ τῶν παρὰ τῷ Νέστορι τοιούτων στίχων

καὶ τῶν παρὰ τῷ Κύκλωπι, ἡ καθ' ὑπόκρισιν δηλαδὴ ἀνάγνωσις. Νέστωρ μὲν γὰρ

εἴποι ἂν αὐτὰ, ὡς ἐκεῖνον φράσαι εἰκός. οὗ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν

αὐδή. Κύκλωψ δὲ λέγων βρυχήσεται. ὁ δὲ φθόγγος τῇ φθογγῇ σύστοιχος. ὡς καὶ

ὦνος τῇ ὠνῇ. καὶ χόλος τῇ χολῇ. ἐῤῥέθη δὲ καὶ πρὸ ὀλίγων ἡ φθογγὴ ἐν τῷ, αὐτῶν

τε φθογγὴν οἰῶν τε καὶ αἰγῶν. (ῃερς. 259.) Ὅτι Ὀδυσσεὺς τήν τε ἐκ Τροίας πλάνην

αὐτοῦ ἐπιτέμνων κεφαλαιωδῶς καὶ τὸν Κύκλωπα δὲ πειρώμενος οὐ μόνον εἰς

οἶκτον κινεῖν ἀλλὰ καὶ ἐκφοβεῖν φησίν. ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ,

παντοίοις ἀνέμοισι ὑπὲρ μέγα λαῖτμα θαλάσσης οἴκαδ' ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα

κέλευθα ἤλθομεν. οὕτω που Ζεὺς ἤθελε μητιάασθαι. λαοὶ δ' Ἀτρείδεω Ἀγαμέμνονος

εὐχόμεθ' εἶναι. τοῦ δὴ νῦν τε μέγιστον ὑπουράνιον κλέος ἐστί. τόσσην γὰρ διέπερσε

πόλιν καὶ ἀπόλεσε λαοὺς πολλούς. (ῃερς. 266.) εἶτα ἱκετικώτερον λέγων φησίν.

ἡμεῖς δὲ κιχανόμενοι τὰ σὰ γούνα ἱκόμεθα τουτέστιν ἱκετεύομεν, εἴ τι πόροις

ξεινήϊον ἢ καὶ ἄλλως δῴης δωτίνην, ἥτε ξείνων θέμις ἐστίν. ὁποίους δηλαδὴ καὶ σὺ

ὠνομάσας ἡμᾶς. (ῃερς. 268.) καὶ ἐπαύξων τὴν ἱκετείαν, ἐπιφέρει. ἀλλ' αἰδοῖο φέριστε

θεούς, ἱκέται δέ τοι εἰμέν. Ζεὺς δ' ἐπιτιμήτωρ ἱκετάων τε ξένων τε, ξείνιος. ὃς

ξείνοισιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ. καὶ οὕτω μὲν Ὀδυσσεὺς οἴκτῳ καὶ φόβῳ κεράσας

τοὺς λόγους, οἴκτῳ μὲν, οἷς τὴν πλάνην εἰπὼν ἱκέτευσε, φόβῳ δὲ, δι' ὧν πτοῆσαι τὸν

Κύκλωπα διὰ βασιλικῆς μεγαλειότητος ἐπεχείρησε. (ῃερς. 273.) Κύκλωψ δὲ εἰς οὐδὲν

ἐπιστραφεὶς ὧν ἤκουσεν, αὐτίκ' ἀμείβετο νηλέϊ θυμῷ. νήπιος εἶς, ὦ ξεῖνε, ἢ τηλόθεν

εἰλήλουθας, ὅς μοι θεοὺς ἐπισείεις. (ῃερς. 275.) εἶτα καὶ διαβάλλων τοὺς ὁμοφύλους,

ὡς καὶ προδεδήλωται, καὶ αὐτὸς μάλιστα οὕτω τὸν Ὀδυσσέα ἐκφοβῶν φησίν. οὐ γὰρ

Κύκλωπες ∆ιὸς αἰγιόχου ἀλέγουσιν οὐδὲ θεῶν μακάρων, ἐπειὴ πολὺ φέρτεροι εἰμέν.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

388

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!