18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

βιβῶσα κατ' ἀσφοδελὸν λειμῶνα, γηθοσύνη, ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.

τοιοῦτον οἱ ἀγαθοὶ πατέρες ἐπὶ ἀξιεπαίνοις παισί. Καὶ ὅρα ὅπως δεξιῶς ὁ ποιητὴς

κἀνταῦθα ἱστορίας παρενέθετο πολλάς τε καὶ εὐχρήστους μετὰ γοργότητος, ἵνα μὴ

τῷ μονοειδεῖ τῶν φθασάντων ὑπτιάζῃ ἀποκναιόμενος ὁ ἀκροατὴς, μάλιστα δὲ τὸ

καινὸν ἡ φράσις ἔχῃ ἐν τῷ καὶ ἀνηκούστους ἱστορίας ἐνταῦθα τεθῆναι, αἷς οὐχ'

εὕρηται ἐνδιατρίψας ὁ ποιητὴς ἀλλαχοῦ. Ἰστέον δὲ ὅτι Ὁμήρου καὶ τῶν πλειόνων

ἕνα παῖδα λεγόντων ∆ηϊδαμείας καὶ Ἀχιλλέως τὸν Νεοπτόλεμον, ∆ημήτριος ὁ

Ἰλιεὺς δύο ἱστορεῖ, Ὄνειρόν τε καὶ Νεοπτόλεμον. ὃν ἀνελών φησιν ἐν Φωκίδι

Ὀρέστης ἀγνοίᾳ, ὕστερον δὲ γνοὺς, τάφον αὐτῷ ἐποίησε περὶ ∆αυλίδα, καὶ ἀναθεὶς

τὸ ξίφος ᾧ ἀνεῖλεν αὐτὸν ἀπῆλθεν εἰς τὴν λευκὴν νῆσον ἣν ὁ Λυκόφρων

φαληριῶσαν σπῖλον καλεῖ καὶ τὸν Ἀχιλλέα ἐξιλεώσατο. Ἀχιλλέα δὲ ὅτι Πάρις ἀνεῖλε

τοξεύσας καθωμίληται. Σώστρατος δὲ ἱστορεῖ Ἀλέξανδρον Ἀπόλλωνος ἐρώμενον

καὶ μαθητὴν τοξείας, ὑφ' οὗ τόξον ἐλεφάντινον σχόντα τοξεῦσαι Ἀχιλλέα κατὰ

γαστρός. Τέλλης δὲ ἱστορεῖ Πενθεσίλειαν ἀνελεῖν τὸν Ἀχιλλέα, αἰτησαμένης δὲ

Θέτιδος τὸν ∆ία, ἀναστῆναι αὐτὸν καὶ ἀντανελεῖν ἐκείνην. Ἄρεα δὲ πατέρα

Πενθεσιλείας δίκην λαχεῖν Θέτιδι. κριτὴν δὲ γενόμενον Ποσειδῶνα κατακρῖναι

Ἄρην. καὶ τοιάδε μὲν ταῦτα. (ῃερς. 505.) Ἐν δὲ τοῖς προσεχῶς ὑπὸ τοῦ ποιητοῦ

ῥηθεῖσιν ἔστιν ἰδεῖν ὡς πολὺ τὸ τοῦ Νεοπτολέμου ἔν τε τοῖς πρὸ 1.431 τῆς

πολιορκίας καὶ τοῖς ἐν αὐτῇ καὶ μετ' αὐτὴν ἐγκώμιον, οὗ τὸ κεφάλαιον τὸ καὶ λόγοις

αὐτὸν ἐμπρέπειν καὶ ἔργοις ἐνευδοκιμεῖν. καὶ ὀξύτητα δὲ νοὸς αὐτῷ ἐπιμαρτύρεται

τὸ ἀεὶ πρῶτον βάζειν, εὐμάθειαν δὲ καὶ ἀγχίνοιαν τὸ μὴ ἁμαρτάνειν μύθων. ἄλλως

γὰρ πολλοὶ πρῶτοι μὲν βάζουσι προπετεῖς ὄντες, ἁμαρτάνουσι δὲ μύθων,

πιστούμενοι μὴ ἀσφαλεῖς εἶναι τοὺς φρονεῖν ταχεῖς κατὰ τὸν τραγικόν. εἰ δὲ τοῦ

ἀντιθέου Νέστορος καὶ τοῦ πολυμηχάνου Ὀδυσσέως δεύτερος ἐξέπιπτεν ἐν βουλαῖς

ὁ Νεοπτόλεμος, οὐκ ἂν εἴη μεμπτέος, εἴγε ἡ ἐμπειρία ἔχει τι λέγειν τῶν νέων

σοφώτερον. Ἔστι δ' εἰπεῖν ἐνταῦθα καὶ ὅτι πάνυ φιλαχιλλεὺς ὢν ὁ ποιητὴς, ὡς ἡ

Ἰλιὰς ἔδειξε, καὶ τὸ τῆς ἱστορίας βαθὺ φρέαρ τῆς ἐπ' ἐκείνῳ ἐξηντληκὼς ἐκεῖ

ἐνταῦθα βραχὺ μέν τι ἐλάλησεν ἐπὶ τῷ πατρί. φιλοτιμεῖται δὲ σεμνύναι τὸν υἱὸν, ὡς

ἐγχωρεῖ, οἷα πατρῴζοντα, μεθοδεύσας δεξιῶς καὶ τῷ μεγάλῳ Αἴαντι τοῦτον

παραβαλεῖν, εἴγε ὥσπερ ἐκεῖνος παραδέδοται μὴ παθεῖν πληγὴν ἓν ὅλῳ τῷ Ἰλιακῷ

πολέμῳ οὕτως ἐξέβη καὶ ὁ Νεοπτόλεμος εἴτουν Πύῤῥος, ὃν φάμενοί τινες πρῶτον

τοῦ δουρείου ἵππου ἐκπηδῆσαι αὐτῷ παρονομασθῆναι τὸν δίβραχυν πυῤῥίχιον

ᾠήθησαν. παρ' οἷς καὶ ὕμνος αὐτῷ ἐτίθη μέτρῳ πυῤῥιχιακῷ χρησίμῳ καὶ εἰς

πυῤῥίχην ὄρχησιν, περὶ ἧς ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. (ῃερς. 510.) Τὸ δὲ οὐχ'

ἡμάρτανε μύθων οὐκ ἀφαμαρτοεπῆ τὸν Νεοπτόλεμον εἶναι δηλοῖ, ὅπερ ἐν Ἰλιάδι τῷ

Μενελάῳ ἐπεμαρτυρήθη. (ῃερς. 513.) Τὸ δὲ οὐκ ἐν πληθύϊ οὐδ' ἐν ὁμίλῳ, ἀντὶ τοῦ

οὔτε ἐν τῷ κοινῷ τῶν Ἀχαιῶν ὄχλῳ, οὔτε ἐν τοῖς κατὰ ἴλας μαχομένοις. ἴσως δὲ καὶ

ταυτὸν ἐκ παραλλήλου τὸ ἐν πληθύϊ καὶ τὸ ἐν ὁμίλῳ. (ῃερς. 514.) Τὸ δὲ ἑὸν μένος, ἢ

τοῖς ὄπισθεν συντακτέον, ἵνα λέγῃ ὅτι πολὺ προθέεσκε κατὰ τὸ ἑὸν μένος, ἢ τοῖς

ἐφεξῆς ἵνα ᾖ, οὐδενὶ εἴκων τὸ ἑαυτοῦ μένος. δῆλον δὲ ὅτι ὁ πολὺ προθέων τῶν

ἄλλων οὔτε ἐν πληθύϊ μένει οὔτε ἐν ὁμίλῳ. (ῃερς. 515.) Τὸ δὲ πολλοὺς ἔπεφνεν

ἀναγκαίως ἐπῆκται. πολλοὶ γὰρ προθέουσι μὲν, πέφνουσι δὲ οὐδένα. εἰ δὲ καὶ

ἀλογίστως προθέουσιν, οἱ τοιοῦτοι ὡς ταπολλὰ καὶ προπίπτουσι. Τὸ δὲ πολλοὺς

ἔπεφνεν ἐφερμηνεύων ἔφη τὸ, πάντας οὐκ ἂν ἐγὼ μυθήσομαι ὅσσον λαὸν ἔπεφνεν.

(ῃερς. 518.) Ὅτι δὲ περιώνυμος ἐν ταῖς ἱστορίαις ὁ Τήλεφος, ὃς καὶ παροιμίαν

παρήγαγε τὴν, ὁ τρώσας ἰάσεται, καὶ ὅτι ἀνδρεῖος καὶ ὁ Τηλεφίδης Εὐρύπυλος,

πολλαχοῦ δηλοῦται. ὁ δὲ γεωγράφος ἱστορεῖ καὶ ὡς ἐν τοῖς περὶ Κάϊκον τόποις

φαίνεται βασιλεύειν καθ' Ὅμηρον ὁ Εὐρύπυλος. ὃς δὴ Κάϊκος διέχει φασὶν Ἐλαίας

Αἰολικῆς πόλεως σταδίους δώδεκα. ἡ δὲ Ἐλαία διέχουσα τοῦ Περγάμου σταδίους

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

491

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!