18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

φθάσας ἀμφέβαλεν ἐνδοιαστικῶς. εἰπὼν, τίς δ' οἶδε καὶ τὰ ἑξῆς περὶ Ὀδυσσέως. ἐκ

δὲ τοῦ Μηνελάου σαφέστερόν τι μανθάνει ὁ Τηλέμαχος. (ῃερς. 557.) Ἐνταῦθα δέ

τινες, ἐκτοπισμὸν σημειοῦνται τῆς κατὰ τὴν Καλυψὼ νήσου. διότι γάρ φασι

Μενέλαος ἀκούσας τοῦ Φαρίου Πρωτέως ἐπαγαγόντος ὅτι τὸν Ὀδυσσέα ἴδον ἐν

νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα νύμφης ἐν μεγάροισι Καλυψοῦς, καὶ ὅτι αὐτὸν

ἐκείνη ἀνάγκη ἴσχει ὅ δ' οὐ δύναται νοστῆσαι, οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ

ἑταῖροι καὶ τὰ ἑξῆς, οὐ μεθώδευσεν ἀναπληρῶσαι τῷ φιλουμένῳ τὸ λεῖπον, ἢ αὐτὸς

πλεύσας ἢ πέμψας ναῦν περισωσομένην τὸν φίλον ὃν ἔφη ἐθέλειν μετοικίσειν ἐξ

Ἰθάκης εἰς ἑαυτόν. ἢ, δῆλον ὅτι ἐκτετόπισται ἡ νῆσος. εἰ δὲ τὴν οὕτως ἔκτοπον

νῆσον εἶδεν ὁ Πρωτεὺς δίχα νηὸς, οὐκ ἄνθρωπος ἄρα θνητός ἐστιν εἰπεῖν μυθικῶς.

(ῃερς. 551.) Ἰστέον δὲ ὅτι μετὰ τὸ, σὺ δὲ τρίτον ἄνδρ' ὀνόμαζε καὶ τὸ, ὅς τις ἔτι ζωὸς

κατερύκεται εὐρέϊ πόντῳ ὅπερ πρὸ ὀλίγων ὁ Πρωτεὺς ἔφη, ἐπάγει ὁ Μενέλαος, ἠὲ

θανών. καὶ δοκεῖ ἐκ περισσοῦ εἰπεῖν τοῦτο ἀφελῶς, οἷα συγχεθεὶς ὑπὸ λύπης. ὁ γὰρ

Πρωτεὺς, οὐκ εἶπεν οὕτως, ἀλλὰ μόνον ὅτι ζωὸς κατερύκεται. εἰ μή τι ἄρα τοῦτο

ἔφη, πρὸς τὸ κατερύκεται εὐρέϊ πόντῳ. ὡς τοῦ κατερυκομένου ἐν θαλάσσῃ, μὴ

ζῶντος ἀλλὰ θανόντος. καὶ εἰ τοῦτο ἀληθὲς, σημείωσαι ὡς ἡ ὁμωνυμία αἰτία τοῦ

οὕτως εἰπεῖν. Πρωτεὺς μὲν γὰρ, ἐπὶ κωλύσεως ἁπλῶς ἔφη τὸ, κατερύκεται πόντῳ.

ἴσως δὲ, καὶ διὰ τοῦ περιέχοντος πόντου, τὴν περιεχομένην νῆσον τῆς Καλυψοῦς

ἐδήλωσε. Μενέλαος δὲ, ἁπλοϊκῶς ἐπὶ τοῦ ἐνειλῆφθαι θαλάσσῃ τὸν Ὀδυσσέα, ἐνόησε

τὸ λεχθέν. Ἰστέον δὲ καὶ ὅτι τὸ, ἄνδρ' ὀνόμαζε ὃς ἔτι ζωός που κατερύκεται ἠὲ

θανὼν, ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι, οἰκεῖον ἐπὶ ἀνδρὸς λεχθῆναι

δυσελπιστουμένου τοῖς ἑαυτοῦ εἰ ἐπανέλθῃ. (ῃερς. 559.) Ἐπήρετμοι δὲ, ἐν μὲν τῇ ˉβ

ῥαψῳδίᾳ, ἑταῖροι ἐπ' αὐτοῖς ὄντες ὡς ἐῤῥέθη τοῖς ἐρετμοῖς. ἐνταῦθα δὲ, νῆες

ἐπήρετμοι αἷς εἰσὶν ἐρετμοί. ἴσως δέ τις καὶ ἐνταῦθα τολμήσει ψυχρότερον

συμβιβάσαι τὸ ἐπήρετμοι, πρὸς τὸ ἑταῖροι. 1.182 συντάξας ἀναστρόφως ἐπήρετμοι

καὶ ἑταῖροι. ὅ ἐστιν, καὶ ἑταῖροι ἐπήρετμοι. ὅμοιον τῷ, διοτρεφὲς ὦ Μενέλαε. καὶ

τοῖς τοιούτοις. δῆλον δὲ ὅτι τοῦ ἐρέσσειν αἱ παραγωγαὶ, ποτὲ μὲν, φυλάττουσι τὴν

τοῦ ῥήματος ἄρχουσαν, ὡς ἐν τῷ ἐρέτης καὶ ἐρετμός. ποτὲ δὲ, καὶ τὸ ἰῶτα

προσλαμβάνουσιν, ὡς ἐν τῷ εἰρεσίᾳ. ἔστι δὲ ὅτε καὶ εἰς ˉη ἢ εἰς ˉο ἐκείνην

μεταβάλλουσιν. εἰς ˉο μὲν, ἐν τῷ ἐεικόσορος καὶ τοῖς ὁμοίοις. εἰς ˉη δὲ, ἐν τῷ

ὑπηρεσία. καὶ ἐπήρετμος. καὶ διήρης. καὶ τοῖς τοιούτοις. ἐν οἷς καὶ εὐῆρες κυρίως

μὲν, πλοῖον καὶ ἐρετμός. τροπικῶς δὲ, καὶ τὸ ἁπλῶς εὐάγωγον. (ῃερς. 560.) Ὅτι

φθάσας εἰπεῖν ὁ ποιητὴς θεοὶ πομπῆες, καὶ ἀλλαχοῦ τοῖός τοι ἐγὼ πομπὸς, ἐνταῦθα

τὸ ῥῆμα τῶν τοιούτων ὀνομάτων λέγει ἐν τῷ, ἑταῖροι πέμποιεν ἐπ' εὐρέα νῶτα

θαλάσσης. ἐκ δὲ τοῦ τοιούτου πέμπειν, καὶ πομπίλος ἰχθὺς, ὡς καὶ Ὀππιανὸς

ἐτυμολογεῖ. (ῃερς. 561.) Ὅτι τὴν μὲν ἄνοδον Ἑλένης τῆς εἰς τὸν σεληναῖοντόπον, οἱ

μεθ' Ὅμηρον ἐλήρησαν. αὐτὸς δὲ Ὅμηρος περὶ Μενελάου λέγει, ὡς ὁ Πρωτεὺς ἔφη

αὐτῷ τοιαῦτα. σοί δ' οὐ θέσφατόν ἐστι διοτρεφὲς ὦ Μενέλαε Ἄργει ἐν ἱπποβότῳ

θανεῖν. ἀλλά σ' ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης, ἀθάνατοι πέμπουσιν ὅθι

ξανθὸς Ῥαδαμάνθυς. τῇ περ, ῥηΐστη βιοτὴ πέλει ἀνθρώποισιν. οὐ νιφετὸς, οὔτ' ἂρ

χειμὼν πολλύς. ἀλλ' αἰεὶ Ζεφύροιο λιγὺ πνείοντας ἀήτας Ὠκεανὸς ἀνίησιν

ἀναψύχειν ἀνθρώπους. (ῃερς. 569.) Καὶ ἡ αἰτία. μυθικὴ καὶ αὐτή. οὕνεκά φησιν ἔχεις

Ἑλένην καὶ ∆ιὸς γαμβρός ἐσσι. καὶ τοιοῦτος μὲν ὁ τοῦ μύθου λῆρος. σεμνύνων οὓς

ἔδει καὶ ἐγκαλύπτεσθαι. (ῃερς. 563.) Ἡλύσιον δὲ πεδίον, περί που τὰ κατὰ δύσιν

πέρατα τῆς γῆς. ὃ καὶ νῆσοι μακάρων παρὰ τοῖς ὕστερον λέγεται. νῆσοι μὲν, ὅτι περὶ

τὴν ἔξω θάλασσαν εἰσίν. ὅ ἐστι, περὶ αὐτὸν τὸν Ὠκεανόν. μακάρων δὲ, διὰ τὸ τοῦ

τόπου εὔδαιμον καὶ μακάριον. ὃ τοῖς πᾶσι τεθρύληται. φησὶ γοῦν καὶ ὁ γεωγράφος

ὅτι τὰς τῶν μακάρων νήσους, ἴσμεν οὐ πολὺ ἄποθεν οὔσας τῶν ἄκρων τῆς

Μαυρουσίας τῶν ἀντικειμένων Γαδείροις εὔπνους δέ φησιν ὁ τόπος καὶ εὐάερος διὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

207

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!