18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

φασὶ γείνασθαι. ὅπερ ἐκεῖ ὁ Ἀστεροπαῖος φησί. καὶ τῷ, τὸν δὲ, ἐμὸν πατέρα φασὶ

ἔμμεναι. ὃ περὶ τοῦ Προτέως ἡ Εἰδοθέα φησίν. ὅτι δὲ τῇ μητρὶ ἀνάκειται ἡ περὶ τῶν

παίδων ἀκριβὴς εἴδησις, δηλοῖ καὶ Εὐριπίδης. λέγων. μήτηρ, φιλότεκνος μᾶλλον

πατρός. ἡ μὲν, γὰρ αὐτῆς οἶδεν ὄντα, ὅ δ' οἴεται. καὶ Μένανδρος. αὑτὸν γὰρ οὐδεὶς

οἶδε τοῦ ποτ' ἐγένετο, ἀλλ' ὑπονοοῦμεν πάντες ἢ πιστεύομεν. ἡ γὰρ ἀκριβὴς εἴδησις

ἐν τοῖς τοιούτοις, τῇ μητρὶ ἀνάκειται. διὸ καὶ ὁ Τηλέμαχος πρῶτον εἰπὼν μήτηρ μέν

με φησὶ τούτου εἶναι, ὕστερον ἐπάγει τὸ ἀπὸ τῆς κοινῆς φήμης τῆς μὴ πάνυ

ἀκριβοῦς. λέγων. τοῦ μ' ἐκ φασὶ γενέσθαι. δοκεῖ δὲ καὶ τῷ Ἀριστοτέλει τὰ εἰρημένα

ὀρθῶς ἔχειν, ὅς φησιν ὡς ἄριστα περὶ τῶν τέκνων κρίνουσιν αἱ γυναῖκες. διό φησι

Πεπαρηθία τις γυνὴ μαρτυρήσασα οἰκεῖον τινὰ εἶναι παῖδα, ἔλυσε τὴν περὶ ἐκείνου

ἀμφιβολίαν. καὶ ἕτεραι δέ τινες, ὡς ἐν τῇ ῥητορικῇ αὐτοῦ λέγει. (ῃερς. 222.) Ἰστέον

δὲ καὶ ὅτι τὸ φασὶν, εἴωθεν ὁ ποιητὴς ποτὲ μὲν, λέγειν ἐπὶ τῆς ἁπλῶς φήμης, ὡς ὅτε

ὁ Αἰνείας λέγει πρὸς Ἀχιλλέα, ὅτι φασὶ σὲ μὲν, Πηλέος ἔκγονον εἶναι. καὶ ἐνταῦθα δὲ

ὁ Μέντης περὶ τοῦ Λαέρτου εἶπεν. ὃν οὐκέτι φασὶ πόλινδε ἔρχεσθαι. ἔστι δὲ ὅτε, καὶ

ἐπὶ ὁμολογουμένων λέγει ὁ ποιητὴς τὸ φασὶν, ὡς ὅτε εἴπῃ ὅτι τὸν ἀετόν φασιν

ὀξύτατα δέρκεσθαι. οὕτω δὲ καὶ τὸ φημὶ, ἐπὶ ἀκριβοῦς εἰδήσεως ἐν πολλοῖς τίθησιν.

ὡς ὅτε Ἀχιλλεὺς ἐρεῖ πρὸς τὸν Αἰνείαν, ἤδη μέν σε φημὶ καὶ ἄλλο τε δουρὶ φηβῆσαι.

καὶ ὅτε ὁ Νέστωρ λέγει. φημὶ κατανεῦται ∆ία Κρονίωνα. ἐνταῦθα οὖν τὸ μὲν ἡ μήτηρ

μέν φησιν, ἐπὶ ἀκριβεστάτης εἰδήσεως νοηθήσεται. εὖ γὰρ εἰδυῖα ἡ Πηνελόπη, φησὶν

ὅτι ὁ Τηλέμαχος υἱὸς τοῦ Ὀδυσσέως ἐστί. Τὸ δὲ ἐκ τούτου με φασὶ γενέσθαι, τὴν

φήμην δηλοῖ τὴν ἐκ τῶν πολλῶν. (ῃερς. 217.) Γόνος δὲ νῦν, ἡ γονή. ἀφ' ἧς καὶ

γίνεται ὥς που ἐν τῷ τέλει τῆς ῥαψῳδίας ταύτης ῥηθήσεται. τὸ δὲ εἰπεῖν γόνον τὸν

γεννήσαντα, ἴσως οὐκ ὀρθόν. ὤφειλε γὰρ ὀξυνθῆναι, ὡς δηλοῖ τὸ γουνὸς, ὃ σημαίνει

τὸν γόνιμον τόπον. Ἰστέον δὲ ὅτι ἐκ τοῦ γόνος ἤτοι γονὴ, οὐ μόνον ὁ λάγνος, ἀλλὰ

καὶ ὁ κατὰ τοὺς παλαιοὺς λάγνης, ὡς οἱονεὶ λαγόνης, ἤγουν λίαν πολύγονος. καὶ

μέν τινες, παρὰ τὸ λˉα ἐπιτατικὸν καὶ τὸ γυνὴ, τὰ τοιαῦτα παρήγαγον. ἵνα εἴη

ἁπλοῦν τοῦ λάγνου, ὁ γύνις, ἄλλό τι ὢν αὐτὸς παρὰ τὸν παρθενοπίπην, καὶ τὸν

ἀῤῥενώπαν ὃς ἐδήλου τὸν ἀνδρόγυνον. καὶ παρὰ τὸν εἰδομαλίδην ἤγουν τὸν

καλλωπίζοντα τὰ μῆλα τῆς 1.52 ὄψεως ὥς φασιν οἱ παλαιοί. (ῃερς. 218.) Ὅτι ἀφελῶς

ὁ Τηλέμαχος ἤτοι ἁπλοϊκῶς, μάκαρα ἄνδρα ὁρίζεται, τὸν ἐπὶ τοῖς ἑαυτοῦ γηράσαντα

κτήμασιν. εἰπών. ὡς δὴ ἔγωγ' ὄφελον μάκαρος νύ τευ ἔμμεναι υἱὸς ἀνέρος, ὃν

κτεάτεσσιν ἑοῖς ἐπὶ γῆρας ἔτετμε. νῦν δ' ὃς, ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων.

οὐ μὴν ἀκριβῶς ἐκεῖνος λέγει, πολλῶν γὰρ πάντως καὶ ἄλλων χρεία εἰς τελείαν

εὐδαιμονίαν καὶ μακαριότητα, καὶ οὐ μόνον τοῦ οἴκοι τινὰ τελευτῆσαι ἀνενδεῶς

ζήσαντα. (ῃερς. 2.) Ὅρα δὲ ὅτι τῷ μάκαρι τὸν ἄποτμον ὅ ἐστι δύσποτμον ἀντέθετο. οἱ

μέντοι μεθ' Ὅμηρον, μακάριον τὸν εὐδαίμονα καλοῦντες, ἄθλιόν φασι τὸν

δυσδαίμονα. (ῃερς. 219.) Τὸ δὲ ὄφελον ταυτὸν ὂν τῷ ὤφειλον, ἀναυξησίαν τὲ

Ἰωνικὴν ἔχει, καὶ ἀπέλευσιν τοῦ ˉι. Τὸ δὲ κτεάτεσσι, πλεονασμὸν ἔπαθε τῆς τˉε

συλλαβῆς καθὰ καὶ τὸ στομάτεσσι παρὰ τὸ Ὀππιανῷ. Τὸ δὲ ἔτετμεν, ἀχρεῖον μέν

ἐστιν εἰς πεζὴν γραφὴν, δηλοῖ δὲ τὸ κατέλαβε, κυρίως μέντοι τέτμειν, τὸ ἐν ἐπιτόμῳ

καὶ συντόμως καταλαμβάνειν. καὶ γίνεται ἐκ τοῦ τέμω τμῶ καὶ κατὰ

ἀναδιπλασιασμὸν τέτμω. (ῃερς. 2.) Ἀποτμότατος δὲ ὁ δύσποτμος ὅ ἐστι δυστυχής.

πότμος γὰρ, οὐ μόνον ὁ θάνατος ἀλλὰ καὶ ἡ τύχη, παρὰ τὸ πετεῖν ὅ ἐστι πεσεῖν ἀφ'

οὗ καὶ ἡ περιπέτεια. τὰ γὰρ ἀπὸ τύχης, συμπίπτειν λέγεται, ἤγουν συμβαίνειν. ὅθεν

εὔποτμος μὲν, ὁ εὐτυχής. πανάποτμος δὲ καὶ ἀποτμότατος, ὁ κακοτυχής. (ῃερς. 223.)

Ὅτι πρέπει ἐνδόξῳ νέῳ ἐπειπεῖν τὸ, οὐ μέν σοι γενεὴν θεὸς νώνυμον ὀπίσω ἔθηκεν,

ἐπεὶ σέ γε τοῖον ἡ μήτηρ ἐγείνατο. Ἰστέον δὲ ὅτι ὁ ποιητὴς εἴωθεν ἐπὶ μέλλοντος

μὲν, τιθέναι τὸ ὀπίσω. ἐπὶ δὲ παρῳχημένου χρόνου, τὸ ἔμπροσθεν. ὅσα μὲν γὰρ οὔπω

ἐθεάθησαν ἢ ἐγνώσθησαν, ὀπίσω ἡμῶν εἶναι δοκοῦσιν ὡς μὴ ἐλθόντα ὅλως εἰς ὄψιν.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

59

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!