18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ποιητὴς ἔφη, τὰς σὺν τῷ καίεσθαι, καὶ ἀναλαμπούσας. ἐξ οὗ περ αἴθειν καὶ αἰθὴρ καὶ

ἄστρον καὶ ἀστήρ. πολλῶν δὲ παραγομένων ἐκ τοῦ αἴθειν, παραδέδοται ἀπ' αὐτοῦ,

καὶ ἡ παρὰ τῷ Σουΐδᾳ αἴθρακος. ἡ καὶ ἀνδράχλη ὡς ἐκεῖνος λέγει. δηλοῖ δὲ, τὸ

ἰδιωτικῶς γυναικεῖον ποδαρούλιον. ἐνθυμητέον δ' ἐνταῦθα καὶ τὰς παρὰ τῷ Σουΐδᾳ

πυρσουρίδας. φανοὺς δηλαδὴ, βαρβάρων ἔλευσιν προσημαίνοντας. ὧν ἴσως ἡ

παραγωγὴ, κατὰ λαμπουρίδας. ἑτεροίας μέντοι παρὰ τὴν ἐν τῷ Λυκόφρονι. Ἰστέον

δὲ ὅτι τῶν εἰρημένων δαΐδων ἡ εὐθεῖα, διαλέλυται πρὸς διαστολὴν τοῦ δαὶς ἡ

εὐωχία. καὶ ὅμως ὅτε ἡ τοιαύτη δαῒς δᾲς λεχθείη ἐν προσγραφῇ τοῦ ἰῶτα,

διφθογγίζεσθαι λογίζεται. Ἡρῳδιανὸς οὖν παραδοὺς τὰ εἰς ˉας ὀξύτονα διὰ τοῦ ˉδ

κλίνεσθαι, οἷον στιβάδος ἰσχάδος πελιάδος, ἓν μόνων ἐκ τούτων εἰς αˉις φησὶ

λέγειν, τὸ, δᾴς. Πεντήκοντα δὲ δμωαὶ τῷ Ἀλκινόῳ, καθὰ καὶ τῷ Ὀδυσσεῖ ἐν Ἰθάκῃ

ποτέ. (ῃερς. 104.) Τὸ δὲ ἀλετρεύουσι ἐπὶ μύλης μήλοπα καρπὸν, ἔχει μὲν ἀσυνήθη

παρήχησιν ὁποῖαί τινες καὶ ἄλλαι προεγράφησαν, κατὰ τὸ μύλης καὶ τὸ μήλοπα.

νοῦς δὲ αὐτῷ διττός. οἱ μὲν γάρ φασιν, ὅτι στρέφουσαι καὶ τρίβουσαι ἐπὶ τῆς μύλης ἥ

ἐστιν ἄκρον μηροῦ τοῦ κατὰ τὴν ἐπιγουνίδα, καρπὸν μήλοπα. ὅ ἐστιν ἐκ προβάτων

ἔριον. οἱ δὲ τοιοῦτοι ἀντιλέγονται. οὔτε γάρ φασι ποιεῖ Ὅμηρος γυμνουμένας ἕως

μηρῶν γυναῖκας αἳ τῇ χειρὶ τὴν κρόκην ἔνηθον, ὡς Εὔπολις. τῇ χειρὶ νῶσαι

μαλθακωτάτην κρόκην. οὐδὲ μύλιν οἶδε τὸ γόνυ ὁ ποιητής. ψυχρὸν δὲ καὶ τὸ,

καρπὸν προβάτου εἰπεῖν τὸ ἔριον. καὶ τὸ μήλοπα δὲ, κακοσύνθετον. μήλου γάρ ἐστι

δῶρον τὸ ἔριον οὐ μὴν ὄψιν ἔχον μήλου. ἕτεροι δὲ κρειττόνως ἐξηγούμενοι, φασὶ

τὰς ῥηθείσας γυναῖκας, ἀλήθειν ἐν μύλωνι σῖτον. καὶ ἀλετρεύειν μὲν, τὸ ἀλήθειν καὶ

ἀλετὸν ποιεῖν. ὅθεν καὶ γυναῖκες ἀλετρίδες ὡς ἐν τοῖς μετὰ ταῦτα φανήσεται. αἳ καὶ

μυλωθροὶ καὶ μυλωθρίδες, παρὰ τὸ μύλον ἀθρεῖν ἐν συναιρέσει. ἢ περὶ μύλωνα

θορεῖν ἐν συγκοπῇ. μύλην δὲ, ἐν ᾗ τρίβονται οἱ πυροί. ὡς τὸ μύλην στήσασα. μήλοπα

δὲ καρπὸν, τὸν σῖτον ὡς μηλοειδῆ τὴν χρόαν. ὅ ἐστι κιῤῥὸν καὶ ξανθόχλουν. ὅθεν

καὶ ∆ημήτηρ ξανθὴ λέγεται. καὶ Ὅμηρος μὲν, οὕτω σεμνῶς ἔφρασε παρὰ τὸ μῆλον

καὶ τὴν ὀπωπὴν ὅ ἐστι θέαν. οὐ μῆλον ἀγλαὸν τῇ ἐρυθρότητι παραλαβὼν, ἀλλὰ

ἐοικὸς ὄψει πέπονος ἀστάχυος. τῶν τις δὲ μεθ' Ὅμηρον, τὸ μὲν μῆλον δωρίσας εἰς

μᾶλον τὴν δὲ ὄψιν εἰς εἶδος μεταλαβὼν καὶ μεταθεὶς τὰς λέξεις, Ἀλκαῖος δὲ ἦν

ἐκεῖνος ὁ κωμικὸς, εἰδομαλίδην ἔφη σκωπτικῶς τινα διὰ τὸ καλλωπίζεσθαι τὰ μῆλα

τῆς ὄψεως. ἐρευθόμενον δηλαδὴ κομικώτερον. οὗ περ ἀνάπαλιν ἔχοι ἂν ὁ παρὰ τῷ

Κρατίνῳ ἀῤῥενώπας. τὰ μὲν ἄλλα, γύνις ὤν. ἔχων δέ τι ἀνδρόμορφον, οἱ δὲ τοιοῦτοι,

καὶ ἀνδρόγυνοι λέγονται. 1.265 (ῃερς. 106.) Φύλλοις δὲ αἰγείρου τὰς δμωὰς εἰκάζει,

διὰ τὸ εὐκίνητον καὶ συνεχὲς τῆς αὐτῶν ἐργασίας. εὐκράδαντα γάρ φασι καὶ τὰ τῶν

αἰγείρων φύλλα διὰ τὸ ὕψος. μακεδνὴ γὰρ ἡ αἴγειρος. ἤγουν ἐπιμήκης. μακρά. παρὰ

τὸ μᾶκος μακεδανὴ καὶ μακεδνή. ὡς θρὶξ ψεδανὴ ψεδνή. ὁμοίου δὲ τύπου καὶ τὸ

ἀλαπαδνὸν καὶ ὀλοφυδνὸν καὶ παιδνόν. δῆλον δὲ ὅτι ἐκ τοῦ μᾶκος, καὶ ἡ μακερὰ

γίνεται. καὶ ἐν συγκοπῇ μακρά. ἕτεροι δὲ εἰς τὸ, ἥμεναι οἷα φύλλα αἰγείρου,

γράφουσιν ὡς ἡλιοτροπίου τάξιν ἐπεῖχον καθήμεναι θεατρικῶς. ἔστι δὲ ἀσαφὴς ὁ

τοιοῦτος λόγος. Ἡλιοτρόπιον μὲν γὰρ μανθάνομεν καὶ τὴν τῶν φύλλων τοῦ

τοιούτου φυτοῦ τροπὴν πρὸς ἀνίσχοντα καὶ δύοντα ἥλιον. ἐπὶ δὲ αἰγείρου τοιοῦτόν

τι νοῆσαι, δοκεῖ δυσχερές. φαίνεται δὲ ὅμως καὶ τὰ φύλλα τῆς αἰγείρου τὰ τῶν

ἡλιοτροπίων πάσχειν. ὡς δηλοῖ ὁ γράψας οὕτω φύλλα, ἤτοι διὰ τὸ πλῆθος τῶν

δμωΐδων, ἢ διὰ τὸ εὐκίνητον τῶν χειρῶν ἐν τῷ στρέφειν τὴν κρόκην, ὡς καὶ τὰ

φύλλα τῆς αἰγείρου ἀντεστραμμένα ἀλλήλοις καὶ εὐκίνητα. εἰσὶ δὲ οἳ τὸ ἥμεναι οἷα

φύλλα αἰγείρου εἶπον ἀντὶ τοῦ, καθὰ πεπύκνωται τὸ δένδρον τοῖς φύλλοις. (ῃερς.

107.) Τὸ δὲ καιροσέων ὀθονέων, ἀντὶ τοῦ, εὐυφῶν. εὖ κεκαιρωμένων. ἤτοι ἀγαθὸν

ἐχουσῶν καίρωμα, ὅ ἐστι μίτωμα. καῖρος δέ φασι καὶ καίρωμα, τὸ διάπλεγμα ὃ οὐκ

ἐᾷ τοὺς στήμονας συγχέεσθαι. ἐξ οὗ καὶ καιρωστρίδες ἢ καιρωστίδες γυναῖκες παρὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

301

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!