18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μάχην. Ἐριφύλη δὲ δώροις προληφθεῖσα, τάδε ἦν ὅρμος χρύσεος, δοθεὶς αὐτῇ παρὰ

Πολυνείκους ἢ Ἀδράστου, καὶ αἱρεθεῖσα 1.422 εἰς κρίσιν, ἔκρινε δεῖν εἶναι

στρατεύσασθαι τοὺς Ἀργείους. καὶ ὁ Ἀμφιάραος πολλὰ τὴν γυναῖκα μεμψάμενος

ἐξώρμησεν ὅμως καὶ αὐτὸς εἰς πόλεμον. τῷ δέ γε υἱῷ Ἀλκμαίωνι, ὃν Πίνδαρος

Ἀλκμᾶνα καλεῖ, ἐπέταξεν ὁπότ' ἂν ἡβήσῃ, μὴ πρότερον μετὰ τῶν ἐπιγόνων εἰς

Θήβας ἐλθεῖν, πρινὴ κτεῖναι τὴν μητέρα, ὃ καὶ ποιήσας ὁ Ἀλκμαίων ἐτιμωρήθη μὲν

παρὰ Ἐριννύων, καθὰ καὶ Ὀρέστης, ἀπελύθη δὲαὖθις, οἷα τιμωρήσας πατρί. διὸ

στυγερὰν τὴν Ἐριφύλην ὁ ποιητὴς καλεῖ. (ῃερς. 326.) ἣ χρυσόν φησι φίλου ἀνδρὸς

ἐδέξατο τιμήεντα, ἤγουν ἐδωροδοκήθη κατὰ τοῦ ἀνδρὸς, ἢ καὶ ἄλλως χρυσὸν

ἔλαβεν ἀντὶ τοῦ ἀνδρὸς ὡς οἷον ἀπεμπολήσασα ἐκεῖνον ὅρμου χρυσοῦ. Τιμήεις δὲ

πολλαχοῦ λέγεται ὁ χρυσὸς διὰ τὸ ὑπερέχειν τῶν λοιπῶν ὑλῶν. (ῃερς. 327.) Ὅτι

σχῆμα παραλείψεως τὸ, πάσας δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω ὅσσας ἡρώων

ἀλόχους ἴδον ἠδὲ θύγατρας. λέγει δὲ ὁ ποιητὴς τοῦτο ἐμφαίνων, ὡς, πολλὰ ἔχων

εἰπεῖν παρέδραμεν. εἰ δὲ ταύτας νῦν οὐκ ἔχει ὀνομῆναι Ὅμηρος διὰ τοῦ σοφοῦ

Ὀδυσσέως, συγγνωστέος ἂν εἴη καὶ ἐν Ἰλιάδι, μὴ ἔχων τὴν τῶν Ἀχαιῶν ὀνομῆναι

πληθύν. δῆλον δὲὅτι ἐκεῖθεν ὁ στίχος οὗτος παρείλκυσται. παρῳδία δὲ τοῦ ῥηθέντος

στίχου καὶ ἐν τοῖς ἑξῆς τὸ, πάντας δ' ἐγὼν οὐκ ἂν μυθήσομαι οὐδ' ὀνομήνω. (ῃερς.

327.) ἔστι δὲ μυθήσασθαι μὲν τὸ ἄλλως ἀφηγήσασθαι, ὀνομῆναι δὲ τὸ πρὸς μόνον

εἰπεῖν ὄνομα. Ἰστέον δὲ καὶ ὅτι καὶ ἐφεξῆς ἐν τῷ περὶ τῶν ἡρώων λόγῳ σχήματι

ὁμοίῳ χρήσεται, εἰπὼν, ὡς ἴδον ἂν καὶ ἄλλους οὓς ἤθελον, οἷον καὶ Θησέα καὶ

Πειρίθοον, εἰ μή τι δέος ἐκώλυεν, ὑποδηλῶν κἀνταῦθα οἵαν μὲν ἐξεῦρεν εὐπορίαν

γραφῆς ἔκ τε τῶν ἡρωΐδων ἔκ τε τῶν ἡρώων, ὅπως δὲ αὐτὴν παρεᾷ διὰ τὸ τῆς

ἱστορίας μὴ καίριον, ἔτι δὲ καὶ διὰ τὴν ἄκαιρον μακρολογίαν. πρὶν γάρ κεν καὶ νύξ

φησι (ῃερς. 329.) φθεῖσθαι ἄμβροτος, ἤγουν οὐκ ἂν διὰ πάσης νυκτὸς περατωθείη ὁ

περὶ τούτων λόγος. Τὸ δὲ φθεῖται οὐκ εὔδηλον εἴτε διὰ διφθόγγου, ὡς ἀπὸ τοῦ φθέω

φθῶ, εἴτε διὰ τοῦ ˉι ὡς ἐκ τοῦ φθίω. πλεονάζει δὲ ἡ διὰ διφθόγγου γραφὴ, ὡς ἀπὸ

τοῦ ῥηθέντος φθῶ. οὗ περ οὐ μόνον τὸ φθείρω παράγωγον, ὡς τοῦ φθῶ τὸ φθείρω,

ἀλλὰ καὶ τὸ φθίνω, ὁμοίως τῷ κλῶ κλίνω. Ὅτι παροιμιῶδες τὸ, ἀλλὰ καὶ ὥρη

εὕδειν, νυκτὸς δηλαδὴ οὔσης, ὥσπερ αὖ πάλιν ἡμέρας ἐρεῖ τις τὸ, ἀλλὰ καὶ ὥρη

ἔργου. Ἰστέον ὅτι πρὸς τὸ, ἀλλὰ καὶ ὥρη εὕδειν, προϊὼν ὁ Ἀλκίνοος ἐρεῖ τὸ, οὐδέ πω

ὥρη εὕδειν ἐν μεγάρῳ. Ἔνθα καὶ ὅρα τὸ εὕδειν ἐν μεγάρῳ. εἰ γὰρ καὶ ὥρα εὕδειν,

ἀλλ' οὐ τοῖς ἐν μεγάρῳ ἔχουσιν ἄδειαν ἀναπαύσεως. ἄλλως δὲ εἰπεῖν, Ὀδυσσεὺς μὲν

λέγει τὸ, ἀλλὰ καὶ ὥρη εὕδειν, ὡς τῆς νυκτὸς ἤδη φθινούσης, ὁ δὲ Ἀλκίνοος φησὶν

οὐδέπω εἶναι ὥραν εὕδειν διὰ τὸ τὴν νύκτα μάλα εἶναι μακράν. (ῃερς. 332.) Ὅτι

θαυμάσαντες οἱ τῶν Φαιάκων ἄριστοι τὸν σοφὸν Ὀδυσσέα ἐφ' οἷς εἶπε, πάντες ἀκὴν

ἐγένοντο σιωπῇ, (ῃερς. 333.) κηληθμῷ δ' ἔσχοντο, τουτέστι κάτοχοι ἐγένοντο

εὐφροσύνῃ πολλῇ. ἐπίτασις γὰρ ἡδονῆς ὁ κηληθμός. διὸ καὶ ὁ Πλούταρχος ἐν

συμποσιακοῖς ὡς διάφορά τινα λέγει τὴν εὐφροσύνην καὶ τὴν κήλησιν. Ἐκ δὲ τοῦ

κηλεῖν καὶ αἱ παρὰ τῷ Πινδάρῳ κηληδόνες παράγονται, ὧν Ἀθήναιος μέμνηται, ὡς

θελγουσῶν οὐδὲν ἔλαττον ἤπερ αἱ τοῦ μύθου Σειρῆνες. ἀναλογίας δέ ἐστιν ὁ

κηληθμὸς τῆς κατὰ τὸν ὀρχηθμὸν καὶ βρυχηθμὸν καὶ τὰ τοιαῦτα. Ἰστέον δὲ δὲ ὅτι ἐκ

τοῦ κηλεῖν καὶ γλωσσοκηλόμπης κωμικώτερον παρὰ τοῖς παλαιοῖς ὁ γλώσσῃ κηλῶν

καὶ κόμποις. δόξοι δ' ἂν καὶ ὁ κήλων ἐκ τοῦ αὐτοῦ γίνεσθαι ῥήματος. ἴσως δὲ καὶ

κήλη ἐξ ἀντιφράσεως. (ῃερς. 335.) Ὅτι ἐναβρυνομένη τῷ πρόσφυγι ῥήτορι Ἀρήτη ἡ

βασίλεια ἐρωτᾷ τοὺς ἀκροατὰς αὐτοῦ Φαίακας, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι

εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἐΐσας; ἅπερ ἔπαινός ἐστιν ἀνδρὸς ἀγαθοῦ. εἶτα ἐπάγει

ταῦτα. (ῃερς. 337.) ξεῖνος δ' αὖτ' ἐμός ἐστιν, ἕκαστος δ' ἔμμορε τιμῆς, δύο ταῦτα

προβαλλομένη πρὸς τὸ μὴ μετριολογεῖσθαί φασιν, ἤγουν σμικρολογεῖσθαι ἐπὶ τῷ

Ὀδυσσεῖ τοὺς Φαίακας τὸ (ῃερς. 338.) αὐτῆς τε ξεῖνον εἶναι τὸν Ὀδυσσέα τῆς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

481

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!