18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

εἰσβολὴ, ἀρχήν τινα ἔργου ἢ πάθους ἢ καὶ τοπικὴν, ἐμφαίνει. ὡς καὶ ὅτε εἰσβολὴν

ὄρους εἴποι τις. ἐκβάλλει δὲ ποταμὸς εἰς θάλασσαν, ἤγουν ἐξάγει καὶ ἀπερεύγεται ὃν

κατασύρει συρφετόν. ἐξ αὐτοῦ δὲ, καὶ ὁ ἔκβλητος παρ' Εὐριπίδῃ. καὶ ὁ ἐπὶ ὀξέος

ἀκρωτηρίου ἔκβολος. ὁποῖον καὶ τὸ ἀντικρὺ ῥόδου ὃ τριήρους παραυγάζει, σχῆμα

τοῖς πόῤῥωθεν βλέπουσιν. ὃς καὶ ἔμβολος λέγεται καθ' ὁμοιότητα τοῦ ἀνωτέρω

ῥηθέντος ἐμβόλου τῆς νεώς. καὶ τὸ συμβάλλειν δὲ, μάχιμόν ποτε καὶ αὐτὸ καὶ ἡ ἀπ'

αὐτοῦ συμ 1.42 βολή. ἔστι δ' ὅτε καὶ τὸ ἁπλῶς ὁμοῦ ἰέναι δηλοῖ. οὕτω γὰρ ὕδατα

συμβάλλειν λέγεται. ὅθεν καὶ συμβολὴ ποταμῶν ἣν καὶ ξύνεσιν ὁ ποιητὴς λέγει. καὶ

παθητικῶς δὲ συμβάλλεσθαι, τὸ συγκροτεῖν καὶ βοηθεῖν ὁμοῦ ἰόντα. ὅθεν καὶ

συμβολὴ ἡ ἐπὶ ἐράνου. καὶ δεῖπνον ἐξ αὐτοῦ ἀσύμβολον παρὰ Ἀθηναίῳ, τὸ δωρεὰν

καὶ δίχα ἐράνου. οὗ τις ὑστερήσας, καὶ τάξιν ἄν φασι λίποι. ἔτι συμβάλλειν, καὶ τὸ

συναντᾶν. ὅθεν καὶ οἱ κατὰ μαντείαν ἐνόδιοι σύμβολοι, καὶ ἀνὴρ ἀξύμβολος παρὰ

τῷ Ἀφροδισιεῖ Ἀλεξάνδρῳ, οἱονεὶ ὁ δυσοιώνιστος καὶ ἀπαίσιος. ἢ καὶ ἄλλως, ὁ

ἀσυντελής. ἐκ τοῦ συμβάλλεσθαι τὰ εἰς ὠφέλειαν. ὅθεν καὶ τὰ πολιτικὰ συμβόλαια.

ἔκ τινος καὶ αὐτὰ γινόμενα συμβολῆς καθὰ καὶ ἡ συμβουλὴ, πρὸς ὁμοιότητα ἐράνου,

ἐπεὶ καὶ ἐν τῇ βουλῇ πολλῶν ἀγειρομένων καὶ συμβολήν τινα ποιησαμένων

λογικὴν, κυροῦται τὸ δοκοῦν κράτιστον βούλευμα. ἐπεὶ δὲ ξυμβάλλειν καὶ τὸ

συγκρίνειν. ἀκολούθως ἐξ αὐτοῦ, ἀξύμβλητος ὁ ἀσύγκριτος, ὁ καὶ ἀπαράβλητος. ἢ

καὶ ᾧ οὐκ ἔστιν ἀπαντῆσαι ὡς Σοφοκλῆς που φησίν. ἄπλαστον ἀξύμβλητον

ἐξεθρεψάμεν. καὶ νοεῖν δέ ποτε τὸ συμβάλλειν. ἐξ οὗ καὶ σύμβολα οὐ μόνον τὰ

τεκμηριώδη ἁπλῶς, ἀλλὰ καὶ ἰδίως τὰ μαντικά. προβάλλειν δὲ, στάσεως τινὸς καὶ

αὐτό. οἷον, προσέβαλε τῷ τείχει. καὶ ὄνομα ἐκ τούτου ἡ προσβολή. προβάλλειν δὲ,

οὐ μόνον τὸ προαφιέναι, ἀλλὰ καὶ τὸ προτιθέναι. καὶ προβάλλεσθαι, τὸ προΐσχεσθαι·

ἀφ' οὗ καὶ τὸ προφασίζεσθαι καθ' ὁμοιότητα τῶν τιθέντων τι ἐπίπροσθεν τῆς βολῆς

ὅθεν καὶ ὅπλον πρόβλημα. καὶ προβλὴς πέτρα ἡ προβεβλημένη τῆς θαλάσσης.

μᾶλλον δὲ, ἣν ἡ γῆ προΐσχεται πρόβλημα. οὗ προβλῆτος ὁ σχηματισμὸς, ὅμοιος τῷ,

ἐπιβλὴς ἐπιβλῆτος, ὃ δηλοῖ τὸν τῆς θύρας μοχλόν, καὶ ἀβλὴς ἀβλῆτος ἐπὶ ὀϊστοῦ. ἐκ

τοῦ προβάλλειν δὲ, καὶ τὸ ῥητορικὸν πρόβλημα. καὶ τὸ κεφάλαιον ἡ προβολή.

λεγομένη οὕτως, ἢ διὰ τὸ προτίθεσθαι τῶν ἄλλων, ἢ ὡς πρὸ τῶν λοιπῶν κεφαλαίων

βάλλουσα τὸν διωκόμενον. ὅμοιόν τι καὶ ὁ πρόβολος, ὡς οἷον πρόμαχος.

ἀναβάλλειν δὲ, οὐ μόνον τὸ ἀνάγειν ὡς ἐν ἀρχῇ τῆς προκειμένης θεωρίας ἐῤῥέθη. ἐξ

οὗ καὶ λέβης ἀμβολάδην ζέων, καὶ ἀμβλήδην γοόωσα ὡς καὶ ἐν Ἰλιάδι κεῖται. καὶ

ἀμβλίσκειν, καὶ ἀμβλῶσαι, ἀφ' ὧν καὶ ἀμβλωθρίδιον καὶ ἄμβλωμα τὸ οἷον

ἀναβληθὲν ἐκ τῆς μήτρας ὡς ἐκ μεταφορᾶς τῶν ἐκ μυχοῦ ἀναβαλλομένων

σωμάτων. καὶ τὸ ἀναβάλλειν σφαῖραν ἄνω. καὶ ἡ αὐτῆς εἰς ὕψος ἀναβολή. καὶ τὸ εἰς

ἵππον ἀνάγειν καὶ ἔποχον ποιεῖν, ὅθεν καὶ ἀναβολεὺς, οὐ μόνον τὸ σιδήριον ᾧ τοὺς

πόδας ἐντιθέντες ἔφιπποι γίνονταί τινες, ἀλλὰ καὶ ἄνθρωπος ὃς εἰς τοιοῦτον ἔργον

καθυπουργεῖ. οἷον, τὸν βασιλέα ἐπὶ τὸν ἵππον ἀνέβαλλεν ἤγουν ἀνεβίβαζεν, ἀλλὰ

καὶ τὸ ἐνδύεσθαι, ἀναβάλλεσθαι λέγεται. καὶ ὄνομα τούτου, ἡ ἀναβολὴ.

ἀναβάλλεσθαι δὲ, καὶ τὸ ἀνατιθέναι τὸ ἔργον. ἀντὶ τοῦ, ὀκνεῖν καὶ ἀναδύεσθαι. ὅθεν

καὶ ἀναβολὴ ἡ ἀνάπτωσις. καὶ ἀμβολιεργὸς, ὁ ἀναπίπτων εἰς ἔργον. ἴσως δὲ καὶ

ἀμβλὺ, τὸ ἀνάπαλιν τοῦ βάλλοντος ὀξέως. ὃ δοκεῖ ἀναβάλλεσθαι οἷον τὴν ἐνδοτέρω

τομήν. τὸ δὲ καταβαλεῖν, καταῤῥίψαι ἐστίν. ὃ δὴ συγκοπὲν, ποιεῖ τὸ καββαλεῖν, ἴσως

δὲ καὶ τὴν κοινῶς λεγομένην καβαλῖνα. καθ' ἣν ὁ Κοπρώνυμος, καβαλῖνος

ἔσκωπται. περὶ ἧς φέρεται, ὅτι καβαλὶς, δικατάληκτον. ἔγκειται δέ φασιν ἡ κάπη καὶ

τὸ ἅλις ἤγουν αὐτάρκως. περίττωμα γάρ ἐστι τῶν ἀπὸ κάπης ἐσθιόντων ἀλόγων.

οὔκουν κωλύει τὴν αὐτὴν οὕτω ῥηθῆναι, καὶ παρὰ τὸ τῆς κάπης ἀποβάλλεσθαι.

καταβάλλεσθαι δὲ καὶ καταβολὴ, ἐπὶ καταθέσεως εἴτουν ἀποδόσεως. τὸ διαβάλλειν

δὲ, οὐ μόνον συκοφαντικὸν ἔχει νοῦν, ὅθεν καὶ ἡ διαβολή. καὶ ὁ παρὰ τῷ Πινδάρῳ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

48

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!