18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

πολλὴν δηλοῖ ξηρότητα διὰ τὸ πολυχρόνιον. διὸ οὐδ' ἠρκέσθη αὖα εἰπὼν ἀλλὰ

προσέθηκε καὶ τὸ περίκηλα. ὅ ἐστι περισσῶς κατεσκληκότα. ἢ ἄγαν ἐπιτήδεια εἰς τὸ

κῆαι, καὶ εἰσὶ ταυτὰ τὸ αὖα πάλαι, καὶ τὸ περίκηλα. (ῃερς. 241.) Ὅρα δ' ἐν τούτοις καὶ

ὅτι μυριαχοῦ ἐν καιρίῳ ταυτολογῶν ὁ ποιητής, παρέθετο καὶ ἐνταῦθα δὶς τὸ ὅθι

δένδρεα μακρὰ πεφύκει. (ῃερς. 243.) Τὸ δὲ θοῶς ἀνυσθῆναι τὸ ἔργον, ἐν δυσὶν

ἡρμήνευσε τόποις. ἑνὶ μὲν ἀορίστως. ἔνθα ὡς ἐῤῥέθη ἔφη ἐπὶ τοσοῦτον τὴν σχεδίαν

ποιηθῆναι ὅλην, ἐφ' ὅσον ἔδαφός τις τορνώσεται φορτίδος εὐρείας. ἑτέρῳ δὲ

ὡρισμένως, ἐν ᾧ ἔφη, τετάρτῳ ἤματι τελεσθῆναι αὐτήν. (ῃερς. 244.) Τὸ δὲ εἴκοσιν

ἔκβαλεν, ἀντὶ τοῦ, ἔῤῥιψεν. ἢ τῆς οἰκείας στάσεως ἔξω ἔθετο. ὁ δὲ τοιοῦτος ἀριθμὸς

τῶν ξύλων, βεβαιοῖ τὸ τὴν σχεδίαν τοῦ Ὀδυσσέως, καὶ εὐρεῖαν εἶναι καὶ

πολύδεσμον. (ῃερς. 245.) Τὸ δὲ ἰθύνειν, οὐ μόνον στάθμης, ἀλλὰ καὶ πηδαλίου. ὡς

δηλοῖ τὸ, πηδάλιον ποιήσατο ὄφρ' ἰθύνῃ. τουτέστιν εἰς ὀρθὸν πλοῦν ἀπευθύνῃ.

(ῃερς. 246.) Τὸ δὲ τέρετρα καὶ τὸ τέτρηνεν, ἐτυμολογικὸν ἔχει τρόπον. τύπου δέ ἐστι

τὸ τέρετρα, ὁποίου καὶ τὸ θύρετρα. (ῃερς. 248.) Ἁρμονίαι δὲ, ἄδηλον οἷαι τῇ σχεδίᾳ

πεποίηνται. εἰκὸς δὲ ἀπὸ φυτῶν τινων γενέσθαι, δι' ὧν ἦν ἀναπληροῦσθαι τὴν τῶν

στυππείων χρῆσιν. ἐπεὶ καὶ τοιούτοις τὸ παλαιὸν αἱ νῆες ἡρμόττοντο. καθὰ δηλοῖ

καὶ Ἡρόδοτος ἐν τῷ, πακτοῦσι τὰς ἁρμονίας, βύβλῳ. τουτέστι κατασφαλίζονται. ὡς

δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ, δῶμα πάκτου. καὶ ὁ κωμικὸς ἐν τῷ, κἀπακτώσαμέν γε

τὰς θύρας ἀντὶ τοῦ, καὶ ἐπακ 1.212 τώσαμεν. Ἐτυμολογίας δὲ τρόπος καὶ τὸ,

ἁρμονίῃσιν ἄρηρεν. (ῃερς. 249.) Ἔδαφος δὲ νηὸς, τὸ κατωτάτω περὶ αὐτὴν γῆν. ὅπερ

ἰδιωτικῶς πλέουσα λέγεται καὶ γάστρα. περὶ ἣν καὶ τὸ ἄντλον συῤῥέει. ἔοικε δ'

ἐντεῦθεν λαβεῖν ἀφορμὴν, ὁ τὴν νῆα εἰπὼν μεταφορητὸν οἶκον. εἰ γὰρ καὶ μὴ ἔνθα

ἔδαφος ἐκεῖ καὶ οἶκος, ἀλλ' ἔνθα γοῦν οἶκος, ἐκεῖ καὶ ἔδαφος ὑπόκειται. παράγεται

δὲ ἀπὸ τοῦ ἔδος, τὸ ἔδαφος. ὡς ἀπὸ τοῦ κροτεῖν κατά τινας ἢ τοῦ κρότου, ὁ

κρόταφος. καὶ ἔστιν αὐτοῦ ὑποκοριστικὸν, τὸ ἐδάφιον. καθ' ὁμοιότητα τοῦ,

ξυλάφιον ξυλήφιον καὶ χρυσάφιον καὶ ξυράφιον. τῇ δὲ Ὁμηρικῇ εὐρείᾳ ἐνταῦθα

σχεδίᾳ προσεπινοητέον καὶ βάθος. εἰ γὰρ καὶ μὴ πλοῖον αὕτη, ἀλλ' οὖν πλοιοειδής

ἐστιν. εἰ καὶ ὕστερον ἀβαθεῖς ἐπενοήθησαν σχεδίαι μόνῃ πλατύτητι διοικούμεναι.

γινόμεναι ἀμφότεραι πάντως, ἐκ τοῦ σχέδην. ἤγουν ἐκ τοῦ σχεδὸν καὶ ἐγγὺς κατὰ

χρόνον. καὶ ὡς εἰπεῖν αὐθωρόν. ὅτι δὲ διαφορά ἐστι πλοίου καὶ σχεδίας, δηλοῖ ὁ

γράψας, ὡς λόγος Ἴανον διπρόσωπον γεγονέναι. τὸ μὲν, ὀπίσω τό δ' ἔμπροσθεν

ἔχοντα πρόσωπον. οὗτος εὗρε πρῶτος, στέφανον καὶ σχεδίας καὶ πλοῖα. καὶ νόμισμα

χαλκοῦν πρῶτος ἐχάραξε. διὸ τῶν καθ' Ἑλλάδα καὶ Ἰταλίαν καὶ Σικελίαν πολλαὶ

πόλεις, ἐπὶ τῷ νομίσματι ἐνεχάραττον πρόσωπον δικέφαλον. καὶ ἐκ θατέρου μέρους,

ἢ σχεδίαν ἢ στέφανον ἢ πλοῖον. Πάνυ δὲ δεξιῶς ὁ ποιητὴς, οὐ πλοίου ἀλλὰ σχεδίας

ποιήσει τὸν λόγον ἐναπησχόλησε, πρός τε πιθανότητα, καὶ ἵνα μὴ πολυλογῇ ἐφ' οἷς

οὐκ ἐχρῆν. πλοίου δὲ αὖθις καὶ νηὸς διαφορὰ, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται.

Τὸ δὲ τορνώσεται, ἀντὶ τοῦ, περιγράψει, μᾶλλον μὲν οὖν, κατασκευάσει τορνοειδὲς

ἤτοι στρογγύλον καὶ οὐ κατὰ τὰς ἰδίως λεγομένας μακρὰς ναῦς. Ἰστέον δὲ ὡς οἱ

πλείους μὲν, ταυτὸν οἴδασι τόρνον καὶ τόρον. εὕρηται δὲ παρὰ τοῖς παλαιοῖς ὁ τόρος,

καὶ ἐργαλεῖον φρεωρυχικόν. ἢ λιθοκοπικόν φασι σκεῦος. καὶ προάγουσι καὶ χρῆσιν

Φιλυλλίου τινὸς ταύτην. προέδωκεν αὐτὸν ὁ τόρος, ἦν γὰρ ἀσθενὴς. ἐξ

ὀνοματοποιΐας δὲ καὶ ὁ τόρος καθὰ καὶ προείρηται. καὶ ὁ τόρνος δὲ. ἐκ τοῦ τόρος ὢν

πλεονασμῷ τοῦ ˉν, ὁμοίως τῷ, πόρνος καὶ τοῖς τοιούτοις. (ῃερς. 250.) Τὸ δὲ

φορτίδος, ἐλλιπτικῶς καὶ αὐτὸ ἔχει. λείπει γὰρ τὸ νηός. λέγεται δὲ φορτὶς, ἡ πρὸς

ἐμπορικὸν φόρτον ναυπηγηθεῖσα. Τὸ δὲ εὐρείης καὶ τὸ εὖ εἰδὼς τεκτοσυνάων, πρὸς

διαστολὴν κεῖνται φορτίδων, αἳ μικραὶ μὲν οὖσαι, οὐκ ἂν εὐρεῖαι κληθεῖεν. παρὰ δὲ

ἀτέχνου τέκτονος συμπαγεῖσαι, οὐκ ἂν οὐδὲ ταχὺ κατὰ τὴν τοῦ Ὀδυσσέως

ναυπηγηθεῖεν εὐρεῖαν σχεδίαν. Ὅρα δὲ καὶ ὅτι τὴν ναυπηγικὴν, γενικώτερον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

241

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!