18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἔοικεν. ἐπεὶ οὐχ' ἁπλῶς Τηλεμάχου σημεῖα τὰ ῥηθέντα. υἱοῦ δὲ Ὀδυσσέως. εἰκὸς δὲ

πάντως, τὴν οὕτως ἐρωτικὴν Ἑλένην πολλὰς μορφὰς ἐναπομάξεσθαι τῇ ψυχῇ.

Ἀθήναιος δὲ ἄλλως τὸ τοιοῦτον πιθανευόμενος ἤγουν τὸ τὴν Ἑλένην ἐκ τῆς

ὁμοιότητος τεκμαίρεσθαι, λέγει ὅτι πάνυ αἱ γυναῖκες διὰ τὸ παρατηρεῖσθαι τὴν

ἀλλήλων σωφροσύνην, δειναί εἰσι τὰς ὁμοιότητας τῶν παίδων πρὸς τοὺς γονέας

ἐλέγξαι. ἐν τούτοις δὲ καθὰ καὶ ἐν Ἰλιάδι, καταλέγει ἑαυτῆς. (ῃερς. 145.) εἰποῦσα, ὡς

ἐμεῖο κυνώπιδος εἵνεκ' Ἀχαιοὶ ἤλθεθ' ὑπὸ Τροίην, πόλεμον θρασὺν ὁρμαίνοντες.

παραμυθουμένη οὕτω τὸν ἄνδρα τῆς εἰς Τροίαν ἑκουσίου ἀπελεύσεως. ὅτι δὲ ἑκοῦσα

ἡρπάγη, αὐτὴ ἐρεῖ σαφῶς ἐν τοῖς ἑξῆς. ἡ δὲ εἰσβολὴ τοῦ λόγου τῇ Ἑλένῃ, κατ'

ἐρώτησιν. (ῃερς. 139.) ἴδμεν δὴ οἵ τινες οἵ δε ἀνδρῶν εὐχετόωνται ἱκανέμεν

ἡμέτερον δῶ; τοῦτο δὲ δύναται λέγεσθαι ὅτέ τινες ἀγνοούμενοι ἐνδημήσουσί που.

ὥσπερ αὖ πάλιν στοχαζόμενός τις ἐρεῖ τὸ, ψεύσομαι, ἢ ἔτυμον ἐρέω. κέλεται δέ με

θυμός. (ῃερς. 146.) Τὸ δὲ ὑπὸ Τροίην, τὸ ταπεινὸν τοῦ ναυστάθμου ἐμφαίνει,

κειμένου ὑπὸ τὴν ἠνεμόεσσαν Τροίαν. Πόλεμον δὲ θρασὺν, τὸν ἀναιδῆ λέγει. ἐκ τῶν

θρασυνομένων στρατιωτῶν ὀνομάσας τὸ ἔργον αὐτῶν. (ῃερς. 148.) Σημείωσαι δὲ καὶ

ὅτι τῆς Ἑλένης ἀρχὴν ἐνδούσης ἀναγωρισμοῦ, ἀνακινήσας τὸ φανταστικὸν τῆς

ψυχῆς ὁ Μενέλαος καὶ πορισάμενος ἐπὶ τῷ Τηλεμάχῳ πλείω τεκμήρια, φησίν. οὕτω

νῦν καὶ ἐγὼ νοέω γύναι ὡς σὺ ἐΐσκεις. κείνου γὰρ, τοιοίδε πόδες. τοιαί δέ τε χεῖρες.

ὀφθαλμῶν τε βολαί. κεφαλή τ', ἐφύπερθέ τε χαῖται. ὧν μηδὲν ὁ ῥήτωρ Νέστωρ ἐν

τοῖς πρὸ τούτων παρασημηνάμενος, ἐκ τῆς ἐν λόγοις μάλιστα ὁμοιότητος πατρῴζειν

ἔγνω τὸν Τηλέμαχον, ἐμφήνας ἠρέμα καὶ αὐτὸς τὸν ἐκ μορφῆς γνωρισμὸν ἐν τῷ,

σέβας μ' ἔχει εἰσορόωντα. ὁ δέ γε Μενέλαος, τοῖς ῥηθεῖσι προσεπιτίθησιν εἰς

σημεῖον, καὶ τὸ πρὸ βραχέων δάκρυον τοῦ Τηλεμάχου, ὅτε μνήμη τοῦ Ὀδυσσέως

ἐγένετο. Ἔνθα σημείωσαι ὅτι δίκην ἀγαθοῦ ζωγράφου, πάντῃ ἐξομοιῶν Ὅμηρος τῷ

πατρὶ τὸν υἱὸν Τηλέμαχον, πεποίηκεν ἀμφοτέρους τὸν μὲν, ἐνταῦθα τῷ Μενελάῳ,

ἐκεῖνον δὲ παρὰ Φαίαξι τῷ Ἀλκινόῳ, διὰ δακρύων γνωριζομένους. ὅτι δὲ καὶ τὸν

Ὀδυσσέαμόνη ἀνέγνω ἡ Ἑλένη περὶ Τροίαν, ἐν τοῖς μετὰ ταῦτα φανεῖται. (ῃερς.

141.) Σημείωσαι δὲ ὅτι κατὰ τὴν τοῦ Ἀριστοτέλους ἱστορίαν, ἔστι πλέον ἀνδρῶν εἰς

μνήμην ταῖς γυναιξί. φησὶ γὰρ ὅτι γυνὴ, ἀνδρὸς ἐλεημονέστερον. καὶ ἀρίδακρυ

μᾶλλον. ἀπατητικώτερόν τε καὶ μνημονικώτερον· εἰ δὴ τοιαύτη καὶ ἡ Ἑλένη, ἔστιν

ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ θεωρεῖν. (ῃερς. 149.) Ἰστέον δὲ ὡς ὁ μὲν κανὼν τῆς ἐκφράσεως

ἐκ κεφαλῆς εἰς πόδας προάγει τὸν ῥήτορα. ἐνταῦθα δὲ, ἀνάπαλιν ἔφρασεν ὁ

Μενέλαος, ἐπεὶ μὴ λαλεῖ πρὸς ἔκφρασιν. (ῃερς. 158.) Ὅτι πεπαιδευμένου ἀνδρὸς

ἔπαινος καὶ σιωπηλοῦ ἐν τοῖς καιρίοις καὶ μάλιστα ὅτε σοφὸς παρείη τις ἄνθρωπος,

τὸ, ἀλλὰ σαόφρων ἐστί. νεμεσσᾶται δ' ἐνὶ θυμῷ ὧδ' ἐλθὼν τοπρῶτον, ἐπεσβολίας

ἀναφαίνειν ἄντα σέθεν. οὗ θεοῦ ὣς τερπόμεθ' αὐδῇ. (ῃερς. 159.) Ἐπεσβολίας δὲ λέγει

φασὶν, ἢ τὰς τῶν ἐπῶν εἰσβολὰς καὶ ἀρχὰς, οἷον ὅτι διὰ σωφροσύνην οὐ βούλεται

προκατάρχειν λόγου. ἢ τὰς κατὰ τῶν βιαίων μνηστήρων ὕβρεις, ἢ τὰς παρ' ἐκείνων

εἰς τὸν οἶκον τοῦ Ὀδυσσέως καὶ εἰς τὸν αὐτοῦ υἱὸν γινομένας φλυαρίας. ἢ μᾶλλον

καιριώτερον εἰπεῖν, λοιδορίας καὶ βλασφημίας. ἐπειδὴ ὥσπερ λοιδορία, λόγος ὡς

δόρυ πλήττων. καὶ βλασφημία, βολή τις ἐν φήμαις, οὕτω καὶ ἐπεσβολία, τὸ ἔπεσι

βάλλειν. καὶ ἔστιν εἰπεῖν, ὅτι καθάπερ τὸ ποταίνιον καὶ τὸ πρόσφατον ταυτά εἰσιν

1.157 ἐν ἰσοδυναμίᾳ τῶν συντεθεισῶν λέξεων, οὕτω ταυτὰ καὶ ἡ ἐπεσβολία καὶ ἡ

βλασφημία καὶ ἡ λοιδορία. ὡς γὰρ ἡ πˉοτι πρόθεσις ἡ αὐτὴ οὖσα τῇ πρˉος καὶ ὁ

αἶνος ὅμοιος ὢν τῷ, φατὸς λόγος, ποιεῖ ποταίνιον, ὅπέρ ἐστι πρόσφατον. περὶ οὗ

δηλαδὴ ἐγγὺς καὶ προσεχῶς ἐλέγετό τι, οὕτω ταυτὸν καὶ ἔπος καὶ φήμη καὶ λόγος. ἃ

συντεθέντα μετὰ τοῦ δόρυ καὶ φήμη καὶ βολὴ, ἐποίησαν τὴν ἐπεσβολίαν καὶ τὴν

βλασφημίαν καὶ τὴν λοιδορίαν. ἔστι γὰρ λοίδορος μὲν, ὁ λόγοις οἷον

καταδορατίζων. ἐπεσβόλος δὲ καὶ βλάσφημος, ὁ ἔπεσι βάλλων καὶ φήμαις. ἔστι δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

178

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!