18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

στήθεσσιν ἀορτὴρ, χρύσεος ἦν τελαμὼν, ἵνα θέσκελα ἔργα τέτυκτο. ἄρκτοι τ'

ἀγρότεροί τε σύες χαροποί τε λέοντες, ὑσμῖναί τε μάχαι τε, φόνοι τ' ἀνδροκτασίαι τε.

(ῃερς. 612.) εἶτα ἐπισημαινόμενος καινόν τι καὶ ἐπιτυχὲς χρῆμα τὸν ἀορτῆρα εἶναι

φησί· (ῃερς. 613.) μὴ τεχνησάμενος μηδ' ἄλλο τι τεχνήσαιτο, ὃς κεῖνον τελαμῶνα ἑῇ

ἐγκάτθετο τέχνῃ, τουτέστιν, ὃς ἐκεῖνον τὸν τελαμῶνα ἐποίησε, τοῦτο γάρ ἐστι

περιφραστικῶς τὸ, ἑῇ ἐγκάτθετο τέχνῃ, ἐκεῖνος τεχνήσαιτο ἤτοι ἐτεχνήσατο αὐτὸν,

μὴ τεχνησάμενος μήδ' ἄλλο τι, τουτέστιν οὐδὲν ἄλλο διὰ βίου ποιήσας ἔργον ἀλλ' ἢ

μόνον ἐκεῖνον, ἢ καὶ ἄλλως, οὐδὲν ἕτερον τοιοῦτον ἔργον τεχνησάμενος. ὡς εἴτις

φασὶν εἴποι ὅτι Φειδίας ποιήσας τὸν ∆ία τοιοῦτον οὐδὲν ἄλλο τῇ ἑαυτοῦ τέχνῃ

ἐγκατέθετο. Ἕτεροι δὲ τὸν λόγον εἰς ἀρᾶς δεξάμενοι σχῆμα φασὶν ὡς μὴ γένοιτο τῷ

τεχνησαμένῳ τὸν τελαμῶνα ἐκεῖνον ἄλλο τι τεχνήσασθαι, ὃς οὕτω σμερδαλέον καὶ

φοβοποιὸν πρᾶγμα ἐσκεύασεν, ἢ μᾶλλον, μὴ ὁ τεχνησάμενος ποιήσοι τι ἕτερον

ἔργον, ὃς περὶ ἕνα μόνον ἐκεῖνον τὴν τέχνην ἀνάλωσε καὶ οὐ πολλοὺς τοιούτους

ἀσχοληθεὶς ἐτεχνήσατο. καὶ ἔστι τὸ μὴ τεχνησάμενος μήδ' ἄλλο τι τεχνήσαιτο

περιττότητα ἔχον τοῦ ἑνὸς ἀπαγορευτικοῦ ἐπιῤῥήματος. ἤρκει γὰρ εἰπεῖν, μὴ

τεχνησάμενος ἄλλο τι, ἢ τεχνησάμενος μήδ' ἄλλο τι. ὁ δὲ, τὴν ἄκραν ἐμφαίνων

ἀπαγόρευσιν, ἐδίπλασε τὸ μˉη καθ' ὁμοιότητα τοῦ, οὐδὲ γὰρ οὐδὲ ∆ρύαντος υἱὸς, καὶ

τῶν τοιούτων. τινὲς δὲ τὸν τοιοῦτον στίχον δυσσὶ κόμμασι μερίσαντες τὸ μὲν

πρῶτον ἐλλειπτικῶς νοοῦσι, τὸ δὲ δεύτερον ἐντελῶς, ἵνα ᾖ, μὴ τεχνησάμενος εἴη,

μήδ' ἄλλο τι τεχνήσαιτο. καὶ ἔστιν ὅμοιον τῷ, μὴ μνηστεύσαντες μήδ' ἄλλοθ'

ὁμιλήσαντες. καὶ ἐκεῖνο γάρ τινες τοιῶσδε εἶπον, μὴ μνηστεύσαντες εἶεν καὶ ἑξῆς.

(ῃερς. 600.) Σημείωσαι δὲ ὅτι ἐν μὲν τοῖς ἄλλοις ἅπασιν ἡρωϊκοῖς προσώποις τοῖς

ἀπὸ τοῦ ἰδεῖν ἐχρᾶτο ῥήμασιν ὁ ποιητὴς, οἷον· τὰς δεῖνα ἴδον, ἢ εἰσεῖδον, ὁμοίως καὶ

τοὺς δεῖνα, ἐπὶ δέ γε Ἡρακλέος καὶ Ὠρίωνος τὸ εἰσενόησα εἶπε. καὶ ὅτι καθὰ περὶ

τὸν Ἀγαμέμνονα ψυχαὶ ἄλλαι ἀγειγέρατο ὅσαι ἅμα αὐτῷ ἔθανον, καὶ τῷ πελωρίῳ δὲ

Ὠρίωνι θῆρες οὓς αὐτὸς κατέπεφνε, οὕτω καὶ περὶ τὸν Ἡρακλέα, τρόπον μέντοι

ἄλλον, θῆρες φαίνονται, οὐ παρ' αὐτοῦ πεσόντες, ἀλλὰ τῷ παρ' αὐτῷ τελαμῶνι

σκιαστικῶς ἐμφαινόμενοι. (ῃερς. 605.) Καὶ ὅτι τὸ, ἐρεμνῇ νυκτὶ ἐοικὼς καὶ ἑξῆς ἕως

τοῦ, βαλέοντι ἐοικὼς, χρήσιμον εἰς τὸν ἀπειλούμενον ἀτέλεστα, καθὰ καὶ τὸ τοῦ

Ἡρακλέος ἐν Ἅιδου εἴδωλον οὐκ εἶχε βλάπτειν εἰ καὶ βαλέοντι ἐῴκει. σπαταλῶντα

δέ τινα δηλοῖ τὸ, αὐτὸς δὲ τέρπεται ἐν θαλίαις καὶ ἔχει καλλίσφυρον Ἥβην. (ῃερς.

600 ετ 601.) Τὸ δὲ βίην Ἡρακληείην, εἴδωλον, ἦν μὲν ἂν κοινὸν εἴπερ ἐγράφη βίης

Ἡρακλέος εἴδωλον. ὡς δὲ νῦνκεῖται, Ὁμηρικόν ἐστι καὶ Ἀττικὸν, τελείας μὲν

στιζομένης ἐν τῷ βίην Ἡρακληείην, εἶτα πρὸς σαφήνειαν ἐπαγομένου τοῦ εἴδωλον,

ἵνα μὴ νοοῖτο ἄρτι Ἡρακλῆς αὐτὸς ἐκεῖνος, ἀλλὰ τὸ αὐτοῦ εἴδωλον, ὡς τοῦ μὲν

σώματος καυθέντος κατὰ τὴν Τραχινίαν Οἴτην, τῆς δὲ ψυχῆς ἄνω οὔσης, τοῦ δὲ

εἰδώλου περὶ τὸν Ἅιδην, οὗ καταπαίζει εὐφυῶς ὁ Λουκιανός. (ῃερς. 603.) Ἡ δὲ Ἥβη

ἀλληγορικῶς ∆ιὸς καὶἭρας λέγεται διὰ τὸ ἀκάματον καὶ ἀεὶ νεάζον τῶν στοιχείων

εἰς ἅπερ ἀλληγορεῖται Ἥρα καὶ Ζεύς. ἀπὸ Ἥβης δὲ οὐ ταύτης τῆς μυθικῆς οὐδὲ μὴν

τῆς καθ' ἡλικίαν, ἀλλὰ τῆς κατὰ μέρος σωματικὸν, ὅθεν καὶ τὸ ἐφήβαιον, ἔτι δὲ καὶ

τὸ ἡβυλλιᾶν παρὰ τῷ κωμικῷ, ἔπαιξέ τις τῶν παλαιῶν ἐξ ἀφορμῆς τῆς κατὰ τὸν

μῦθον Ἥβης οὕτως· ἐκαυχήσατό τις φιλεῖν τράχηλον γυναικὸς καὶ τιτθοὺς καὶ

ὀμφαλόν. καὶ αὐτὸς μὲν οὕτως ἔφη, ὁ δὲ ἀκούσας εἶπεν ὡς πονηρὸν τοῦτ' ἤδη. καὶ

γὰρ ὁ Ἡρακλῆς ἀπὸ 1.441 τῆς Ὀμφάλης ἐπὶ τὴν Ἥβην μεταβέβηκεν. (ῃερς. 604.)

Νεκύων δὲ κλαγγὴν ἐνταῦθα εἰπὼν ὡς οἰωνῶν ἐρεῖ ἀλλαχοῦ τρισμὸν ψυχῶν τῶν ἐν

Ἅιδου οἷα νυκτερίδων, ὡς ἐκεῖ φανεῖται. (ῃερς. 605.) Τὸ δὲ ἐοικὼς οὕτω καίριον,

ὥστε δὶς αὐτὸ εἶπεν ἐν τῷ, νυκτὶ ἐοικὼς, καὶ βαλέοντι ἐοικώς. ἔνθα καὶ κάλλος

ἐστὶν, ὡς ἐν τέλει στίχων κειμένων τῶν τοιούτων μετοχῶν. Γυμνὸν δὲ τόξον λέγει

τὸ ἔξω γωρυτοῦ. (ῃερς. 606.) Ἀορτὴρ δὲ καὶ τελαμὼν ταυτά εἰσι κατὰ πολυωνυμίαν,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

502

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!