18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

δηλαδὴ καὶ ἀριστερὸν μέρος καὶ ἔμπροσθεν καὶ ὄπισθεν. ἅπέρ ἐστι, πάντοθεν. (ῃερς.

115.) Τὸ δὲ ὄγχναι καὶ ῥοαὶ καὶ μηλέαι καὶ τὰ ἑξῆς, κατὰ σχῆμα κάλλους ἐξήνεκται

ὁμοιοκατάληκτον. συνεξωραϊζομένης τῆς ἀπαγγελίας τῷ κάλλει τῶν φραζομένων.

καλὰ δὲ καὶ τὰ ἐπίθετα. παρατετηρημένως γὰρ ὁ ποιητὴς ἑκάστου δένδρου ἐπίθετον

ἐκτίθεται κατὰ φυσικὴν ἰδιότητα. καλὸν μὲν γὰρ, τὸ μῆλον. καὶ ὡς αὐτός φησι,

καρπὸς ἀγλαός. διὸ καὶ ἀγλαόκαρπος ἡ μηλέα ὡς αὐτίκα εἰρήσεται. γλυκὺ δὲ

ὑπερβαλλόντως τὸ σῦκον ἐν ὀπώραις. ἀειθαλὴς δὲ ἡ ἐλαία. Ὄγχνη δὲ κυρίως κατὰ

τοὺς παλαιοὺς, ἡ ἀγρία ἄπιος, ἤτοι ἡ ἀχράς. διὰ τὸ ἄγχειν τὸν προσιέμενον. διὸ καὶ

ἄπιος λέγεται ὡς μὴ ἔχουσα πιότητα. καταχρώμεθα δὲ ὅμως τῇ λέξει, καὶ ἐπὶ τῶν

ἡμέρων. καθ' ὁμοιότητα δὲ τοῦ, ἄρχαμος, ὄρχαμος, γίνεται καὶ ἀπὸ τοῦ ἄγχειν ἡ

ὄγχνη. Ῥοιὰ δὲ, νῦν μὲν τὸ δένδρον. λέγεται δὲ ὁμωνύμως αὐτῇ ῥοιὰ, καὶ τὸ αὐτῆς

καρποφόρημα. ὥσπερ καὶ ἐλαία, αὐτό τε τὸ φυτὸν καὶ ὁ καρπός. αὐτὸς δὲ, μάλιστα

δίχα τοῦ ˉι. ἐλάα γὰρ Ἀττικῶς, ὁ τῆς ἐλαίας καρπός. ὅθεν ἀστεΐζεται τὸ, μάστιξε δ'

ἐλάαν. καὶ, τίς τῆς ἐλάας παρέτραγε; δῆλον δὲ ὅτι καὶ ῥόα λέγεται ὁμοίως τῷ, χροιὰ

χρόα. ὅτι δὲ ῥοιαὶ ὁμωνύμως τῷ δένδρῳ καὶ αἱ περὶ αὐτὰς μυθικαὶ νύμφαι, δηλοῦται

καὶ ἀλλαχοῦ. Καρπὸς δὲ παρὰ τὸ κάρφω γίνεται Ἰωνικῇ τροπῇ τοῦ δασέος εἰς ψιλόν.

ὃς δηλαδὴ πεπανθεὶς ἤδη κάρφεται μηκέτι αὐξόμενος ὑγροῦ ἐπεισροῇ. ὁμώνυμος δὲ

ἡ λέξις. καρπὸς γὰρ, καὶ μέρος ἤτοι ἄρθρον χειρὸς μεταξὺ βραχίονος καὶ θέναρος,

ἀφ' οὗ παράγεται τὸ μετακάρπιον. καὶ ὁ κοινῶς λεγόμενος καρπόχειρ. καὶ ἡ παρὰ

τοῖς ἰδιώταις ἐξώκαρπος πάλη. Ἰστέον δὲ ὅτι μῆλον οὐ μόνον τὸ συνήθως οὕτω

λεγόμενον τὸ καὶ ἀληθῶς ἀγλαὸν οἷς ἐρεύθεται ὡς εἰς ἄγαλμα φύσεως, ἀλλὰ καὶ τὸ

τῆς περσέας παρὰ τοῖς ὕστερον. ἔτι γε μὴν, καὶ τὸ κιτρίον. ὃ δὴ κίτρον Ῥωμαῖοι

καλοῦσιν ὥς φησι Πάμφιλος ἐν τῷ περὶ γλωσσῶν. λέγων ὅτι τὸ δένδρον αὐτοῦ φέρει

τὰ μῆλα πᾶσαν ὥραν. τὰ μὲν γὰρ, ἀφῄρηται, τά δ' ἀνθεῖ. τά δ' ἐκπέττει. καλεῖται δέ

φασι τὸ κιτρίον παρὰ Λίβυσι, μῆλον ἑσπερικόν. ἀφ' ὧν Ἡρακλῆς ἐκόμισεν εἰς τὴν

Ἑλλάδα σταλεὶς ὑπὸ Εὐρυσθέως τὰ διὰ τὴν ἰδέαν χρύσεα λεγόμενα μῆλα τὰ τῶν

Ἑσπερίδων. ἅπερ εἰς ἀστέρας ἀλληγοροῦνται ὅτε ὁ Ἡρακλῆς εἰς ἥλιον

μεταλαμβάνεται. παραθετέον δ' ἐνταῦθα καὶ μῆλα Φιλίππου, ὡς λεγομένου φιλίως

περὶ αὐτὰ διακεῖσθαι. ἔτι δὲ καὶ τὰ τοῦ φιλομήρου υἱοῦ αὐτοῦ Ἀλεξάνδρου. ὃς καὶ

φιλόμηλος ὡς ἔοικεν ὢν, κάλλιστα μῆλα εὑρὼν περὶ τὴν Βαβυλωνίαν χώραν

τούτων τε πληρώσας τὰ σκάφη, μηλομαχίαν ἀπὸ τῶν νεῶν ἐποιήσατο, ὡς τὴν θέαν

ἡδίστην γενέσθαι. ὡς δὲ καὶ ἐρωτικὰ τὰ μῆλα, δηλοῖ καὶ ὁ γράψας τὸ, μῆλα ἔρωτες

ἰδοὺ τρυγῶσι. καὶ ὁ εἰπὼν τὸ, μήλῳ ὑπὸ πορνιδίου βληθείς. γνωστέον δ' ἐνταῦθα,

καὶ τροπικὰ χρυσᾶ μῆλα. ἐξ ὧν ἡ τῶν μηλοφόρων αὐλὴ παρὰ τῷ δειπνοσοφιστῇ.

δορυφόροι δὲ ἦσαν οὗτοι Πέρσαι, πάντες ἔχοντές φασιν ἐπὶ τῶν στυράκων μῆλα

χρυσᾶ. (ῃερς. 116.) Ἡ δὲ συκῆ, περισπᾶται διὰ συναίρεσιν ὡς καὶ τὸ, ἀμυγδαλέα

ἀμυγδαλῆ. καὶ ὡς τὸ, φακέα φακῆ τὸ κατά τινα παλαιὸν, ἥδιστον ὄψον. ἧς κτητικὸν,

φάκινος. ὡς τὸ, μέγαν κολοσσὸν φάκινον. Ὅτι δὲ καὶ κύριον ὄνομα ἦν Φακῆ, δηλοῖ

ὁ γράψας ὅτι ἀδελφὴ Ὀδυσσέως. Καλλιστώ. κατὰ δὲ ἑτέρους, Φακῆ. ὁμώνυμός φησι

τῷ ὀσπρίῳ. εἰς ὃ γράψαι λέγεται Ὅμηρος. ἐκθέμενος λεκίθου καὶ φακῆς σύγκρισιν.

λεκίθου δὲ, δηλονότι οὐ τοῦ ἐν τοῖς ὠοῖς, ἀλλὰ ὀσπρίου κροκοειδοῦς. ὅπερ

ἀρσενικῶς λέγεται ὁ λέκιθος. ὡς δὲ καί τις ὕστερόν ποτε φιληδῶν τῷ ὀσπρίῳ

ἐπεκαλεῖτο σκωπτικῶς δι' αὐτὸ φακῆ, καθωμίληται. ἐκ δὲ τοῦ σύκου, καὶ συκάζειν

λέγεται τὸ τρυγᾶν σῦκα. καὶ ἀποσεσυκάσθαι μεταφορικῶς, τὸ ἀποτετρυγῆσθαι.

λέγεται δὲ καὶ συκάσιος Ζεὺς παρὰ τοῖς παλαιοῖς, ὁ καθάρσιος. τῇ γὰρ συκῇ ἐχρῶντο

φασὶν ἐν καθαρμοῖς. φέρεται δὲ καὶ παροιμία, σῦκον ἐφ' Ἑρμῇ ἤγουν ἕρμαιον καὶ

εὕρημα ἐκκείμενον ἐπ' ὠφελείᾳ τοῦ ἐντυχόντος. καὶ τὸ μὲν παροιμιακὸν τοῦτο

σῦκον, 1.267 οὕτω καλόν. τὸ δὲ παρονομάζον τὸν συκοφάντην, οὐκ ἂν εἴη καλόν.

Ὅτι δὲ τὸ τῆς συκοφαντίας φαυλοτάτου πράγματος ὄνομα χρηστὴ ἐξαρτύει ὀπώρα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

303

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!