18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὁρέοντι, ἐξ οὗ φαίνεται ὅτι τρισὶν ὑποπέπτωκε συζυγίαις τὸ ὁρῶ. καὶ τὸ μὲν ὁράω ὡς

βοάω τέτριπται κοινότερον. ἔστι δὲ καὶ ὁρόω πολλαχοῦ. ἰδοὺ δὲ καὶ ὁρέω παρὰ

Ἀλκμᾶνι, οὗ μετοχὴ ὁρέων. καὶ οὕτω μὲν ταῦτα. (ῃερς. 582.) Τὸ δὲ προσέπλαζεν ἐκ

τοῦ προσπελάζειν συγκέκοπται. ὁμώνυμον οὖν ἐντεῦθεν τὸ πλάζειν, τὸ μὲν ἀντὶ τοῦ

πελάζειν, τὸ δὲ ἀντὶ τοῦ πλανᾶν. (ῃερς. 583.) Τὸ δὲ στεῦτο ἀντὶ τοῦ ἵστατο,

χρησαμένου φασὶ τοῦ διασκευαστοῦ τῇ λέξει παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ. ἐν

Ἰλιάδι γὰρ στεῦταί τι ἔπος ἐρεῖν Ἕκτωρ, ἀντὶ τοῦ ὑπισχνεῖται, διαβεβαιοῦται, ἢ

φαίνεται. ἔστι δὲ ὅμως καὶ τούτου θεραπεία ἐκ τοῦ ποιητοῦ, παρ' ᾧ ἐν Ἰλιάδι κεῖται

τὸ στέωμεν ἀντὶ τοῦ σταθμῶμεν. ὅθεν ὡς εἰκὸς στέετο καὶ πλεονασμῷ στεύετο, καὶ

συγκοπῇ στεῦτο. Τὸ δὲ διψάων ἐνταῦθα μὲν κυριολεκτεῖται, παρ' ἄλλοις δὲ καὶ αὐτὸ

καὶ τὰ κατ' αὐτὸ ἰσχυρὰν ἐπιθυμίαν μεταφορικῶς δηλοῦσιν, οἷον ἐν τῷ, ἰσχύειν

κελεύω χεῖρα διψῶσαν φόνου. καὶ ἐν τῷ, διψῶ ὑμῖν χαρίσασθαι, καὶ ἐν τῷ, ὅταν

οἶμαι δημοκρατουμένη πόλις, ὃ δὴ Πλάτων φησὶν, ἐλευθερίας διψήσασα κακῶν

οἰνοχόων προστατούντων τύχοι καὶ ποῤῥωτέρω τοῦ δέοντος ἀκράτου μεθυσθῇ. ἐκ

τοῦ τοιούτου διψᾶν καὶ πολυδίψιον κατά τινας Ἄργος, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, τὸ

πολυπόθητον. (ῃερς. 584.) Ἐν δὲ τῷ, κύψει' ὁ γέρων καὶ ἰθύσει' ὁ γέρων, ἠθικῶς τὸ

γέρων παρείληπται ὡς ἐν οἴκτῳ. (ῃερς. 585.) Τὸ δὲ ἀναβροχὲν ἀντὶ τοῦ ἐῤῥοφήθη,

κατὰ ὀνοματοποιίαν καὶ μίμησιν ἤχου. τραχύτερον δὲ αὐτοῦ τὸ ἀναβροχθὲν, ἐξ οὗ

καὶ ὁ βρόχος καὶ τὸ βροχίζειν, ὡς καὶ τὸ ῥοχθεῖν τραχυφωνότερον τοῦ ῥοθεῖν. τινὲς

δὲ καὶ διὰ τοῦ ˉυ γράφουσιν ἀναβρυχὲν καθ' ὁμοιότητα τοῦ βέβρυχεν. Ἰστέον δὲ καὶ

ὅτι ἐπείπερ ἡ ἀνˉα πρόθεσις κωλύειν δοκεῖ νοεῖν τὸ ἀναβροχὲν ἀντὶ τοῦ καταποθὲν,

ἐπάγει πρὸς 1.438 ἑρμηνείαν τὸ, ἀμφὶ δὲ ποσσὶ γαῖα φαίνεσκε, καὶ ἔτι μᾶλλον τὸ,

καταζήνασκε δὲ δαίμων, τουτέστιν οὐχ' ἁπλῶς γῆ ἐφαίνετο ἀλλὰ καὶ ξηρὰ, ὥστε ἐν

τῷ ὕδωρ ἀναβροχὲν περιττὴ κεῖται ἡ πρόθεσις. οὕτω γάρ ἐστιν ἀναπιεῖν εἰπεῖν τὸ

καταπιεῖν. ἴσως δὲ καὶ διὰ τὸ πολλάκις τὴν τοιαύτην βρόξιν γίνεσθαι ἐῤῥέθη τὸ

ἀναβροχέν. κεῖται γὰρ μυριαχοῦ ἡ ἀνˉα πρόθεσις ἐπὶ τοῦ πάλιν καὶ πάλιν τὸ αὐτὸ

γίνεσθαι. (ῃερς. 586.) Τοῦ δὲ ἀζήνασκε πρωτότυπον μὲν ἄζω. παράγωγον δὲ ἀπ'

αὐτοῦ τὸ ἀζαίνω. ἀφ' οὗ κατὰ δευτέραν παραγωγὴν τὸ ἀζηνάσκω, λέξις μόνοις

ποιηταῖς χρήσιμος. Κατακρῆθεν δὲ, ὡς καὶ ἐν Ἰλιάδι, ἀντὶ τοῦ κατακάρηθεν ἤτοι

κατὰ κεφαλῆς. (ῃερς. 587.) Τὸ δὲ χέε καρπὸν δαψίλειαν ὀπώρας δηλοῖ, ὄμβρου δίκην

γινομένης ὑπὲρ κεφαλῆς τοῦ Ταντάλου. (ῃερς. 588.) Τὸ δὲ ὄγχναι καὶ ῥοιαὶ καὶ

ἐφεξῆς οἱ δύο στίχοι ἐν τοῖς περὶ Φαιάκων ἐγράφησαν. (ῃερς. 590.) Τὸ δὲ ἰθύσει'

δηλοῖ μὲν τὸ ὁρμήσει' παραχθὲν ἐκ τοῦ ἰθύω τὸ ὁρμῶ. ἐκτείνει δὲ τὴν ἄρχουσαν.

γίνεται δὲ ἀπ' αὐτοῦ τὸ ἰθὺς καὶ τὸ ἰθὺ ἐπιῤῥήματα. Ἰστέον δὲ καὶ ὡς πολλὴ διαφορὰ

κήπου Ἀδώνιδος καὶ δένδρων Ταντάλου. διὸ τοῦτο μὲν παροιμιακῶς ἐπὶ τῶν

ἀκερδῶν τίθεται, ἐκεῖνο δὲ ἐπὶ τῶν ἀκάρπων καὶ ὠκυμόρων. κῆποι γὰρ Ἀδώνιδος

φυτάρια ταχὺ ἀναθάλλοντα ἔσω χύτρας ἢ ἀῤῥίχου, καὶ ὅλως κοφίνου τινὸς, καὶ

αὐτίκα ῥιπτούμενα κατὰ θαλάσσης καὶ ἀφανιζόμενα καθ' ὁμοιότητά τινα τοῦ κατὰ

τὸν ὠκύμορον Ἄδωνιν θανάτου, ὃς ἀνθήσας νεοτήσιον ταχὺ ἀπήνθησε,

καταβληθεὶς ὑπὸ Ἄρεος κατὰ τὸν μῦθον. γυναῖκες δὲ τοὺς τοιούτους τημελοῦσαι

κήπους ὡσίουν ἐπιταφίους Ἀδώνιδι. (ῃερς. 592.) Ὅτι ὁ Σίσυφος, περὶ οὗ καὶ ἡ Ἰλιὰς

δηλοῖ, θανὼν κατὰ μῦθον καὶ δόλῳ αὖθις ἀναβιοὺς οὐκ ἤθελε κάτω ἐλθεῖν, καθὰ

συνέθετο, εἰ μὴ βαθὺ γῆρας λαβὸν αὐτὸν κατήγαγεν, ὅθεν κόλασιν εὗρεν ἐν Ἅιδου.

διὸ καὶ φαντάζεται αὐτὸν Ὀδυσσεὺς ἐκεῖ κρατερὰ ἄλγεα ἔχοντα λᾶαν βαστάζοντα

πελώριον ἀμφοτέρῃσιν, ἤτοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε λᾶαν ἄνω

ὤθεσκε ποτὶ λόφον. ἀλλ' ὅτε μέλλοι ἄκρον ὑπερβαλέειν, τότ' ἀποστρέψασκε

κραταιῒς αὖθις, ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής. αὐτὰρ ὅγε ἂψ ὤσασκε

τιταινόμενος, κατὰ δ' ἱδρὼς ἔῤῥεεν ἐκ μελέων. κονίη δ' ἐκ κρατὸς ὀρώρει. πολλὰ δὲ

τῶν τοιούτων ἐπῶν ἁρμόσοι ἂν καματηρῷ καὶ ἐπιμόχθῳ ἀνδρὶ, ὁποῖός τις ἔοικεν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

499

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!