18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

αἶψα ἦνον ὁδόν. τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι. δύντος δὲ ἡλίου, εἶχεν ἡ

Λακεδαίμων αὐτούς. δευτέραν ἡμέραν ἐκ Πύλου ἐλθόντας ἐκεῖ. (ῃερς. 497.) Καὶ ὅρα

τὸ ἦνον, ἐκ τοῦ ἄνω ῥήματος. ἐξ οὗ ἐν τῇ ˉα ῥαψῳδία τὸ πολλὰ κατάνεται. πλὴν

ὅσον ἐκεῖνο μὲν, τὸ καταδαπανᾶν δηλοῖ καὶ εἰς ὄλεθρον τελειοῦν, καθ' ὁμοιότητα

τοῦ καταφαγεῖν. καὶ ἐκεῖθεν τὸ εἰς ὄλεθρον ἀνύειν. ὡς τὸ, ἦ θήν σ' ἐξανύω γε καὶ

ὕστερον ἀντιβολήσας. ἐνταῦθα δὲ τὸ ἦνον, τὸ ἁπλῶς ἤνυον καὶ ἐτελείουν δηλοῖ. Τὸ

δὲ τοῖον ὑπέκφερον, σπουδαῖον δρόμον σημαίνει. ἔστι δὲ τὸ ὑπέκφερον, ἀντὶ τοῦ

ἐκινοῦντο, ἐκ τοῦ φέρω. ἀφ' οὗ καὶ φυρὰ ἡ κατὰ τόπον κίνησις. Ὅτι δὲ τὸ ἐκφέρειν,

καὶ ἐκκομιδὴν δηλοῖ ἑτεροίαν τέ τινα καὶ νεκρικὴν δὲ ὅθεν καὶ ἐκφορὰ ἡ ταφὴ,

πολλαχοῦ φαίνεται. σημαίνει δέ ποτε καὶ αὔξησίν τινα. οὕτω γὰρ τὸ μικρὸν, μέγα τι

ἐκφέρει ἔστιν ὅτε. Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ ὑπέκφερον, ἐπίτασιν ἡ ἐκ πρόθεσις

ἐμφαίνει καὶ ὑπεροχήν. ἵνα ᾖ, ὅτι ὄντες ὑπὸ τῷ ζυγῷ οἱ ἵπποι, λίαν ταχὺ ἐκινοῦντο.

καὶ ὡς εἰπεῖν, ὑπερφερῶς. Τοῦ δὲ σπουδαίου δρόμου τῶν τοιούτων ἵππων,

δηλωτικὸν ἐν τοῖς ἑξῆς καὶ τὸ, ἔλυσαν ἱδρώοντας. Ἐνταῦθα δὲ κεῖται καὶ σχῆμα

πρωθύστερον ἐν τῷ, ἐκ δ' ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου. οὐδεὶς γὰρ

προεξελαύνει προθύρου εἶτα αἰθούσης, ἀλλὰ ἀνάπαλιν. ΥΠΟΘΕΣΙΣ ΤΗΣ ∆. ΟΜΗΡΟΥ

ΡΑΨΩΙ∆ΙΑΣ. Παρὰ Μενελάῳ ξενισθεὶς σὺν Πεισιστράτῳ Τηλέμαχος, ἀπαγγέλλει τὰ

κατὰ τὴν Ἰθάκην ὑπὸ τῶν μνηστήρων πραττόμενα. ἔπειτα ἐξηγεῖται αὐτῷ ὁ

Μενέλαος περὶ τοῦ νόστου τῶν Ἑλλήνων, καὶ τῆς Πρωτέως μαντείας, δι' ἧς ἔγνω

τὸν Ἀγαμέμνονος θάνατον, καὶ ὡς Ὀδυσσεὺς παρὰ Καλυψοῖ εἴη. βουλὴδὲ γίνεται

τῶν μνηστήρων περὶ τοῦ τὸν Τηλέμαχον ἀνελεῖν. παραμυθεῖται δὲ ἡ Ἀθηνᾶ δι'

ὀνείρου τὴν Πηνελόπην ἐπὶ τῇ τοῦ παιδὸς ἀποδημίᾳ δυσχεραίνουσαν, διὰ εἰδώλου

ὁμοιωθεῖσα Ἰφθίμῃ τῇ τῆς Πηνελόπης ἀδελφῇ. Ο∆ΥΣΣΕΙΑΣ ∆. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑ.

(ῃερς. 1. σθθ.) Ὅτι ἐπιγραφὴ τοῦ γράμματος τούτου, αὕτη. Τηλεμάχου ἄφιξις εἰς

Σπάρτην. Ὅτι κοίλην τὴν Λακεδαίμονα καλεῖ καὶ κητώεσσαν. ἐκεῖνο μὲν, διὰ τὸ

κύκλῳ μακροῖς ὄρεσι περιειλῆφθαι, ὥσπερ καὶ ἡ κοίλη Συρία δι' ὁμοίαν αἰτίαν τὴν

τοιαύτην κλῆσιν εἴληχε. κητώεσσαν δὲ, ὡς 1.141 μεγάλην. παρὰ τὸ κῆτος. τινὲς δὲ

ὧν καὶ Ζηνόδοτος, καιετάεσσαν γράφουσιν. ὅθεν παρὰ Καλλιμάχῳ τὸ, ἵππους

καιετάεντας ἀπ' Εὐρώταο κομίσεαι. ποταμὸς δὲ Λακωνικὸς ὁ Εὐρώτας ὡς καὶ ὁ

περιηγητὴς δηλοῖ. εἰ δὲ καί τι μόριον σώματος εὐρώτας λέγεται, δηλοῖ ὁ γράψας

ἐλεγεῖον τὸ, οὐχ' ὅλον εὐρώταν ἀλλ' ὅσον ἠδύνατο. φασὶ δὲ λέγεσθαι καιετάεσσαν,

τὴν καλαμινθώδη, ἢ τὴν πολλοὺς ἔχουσαν καιετοὺς, ὅ ἐστι σχισμὰς καὶ ῥωχμοὺς ἀπὸ

σεισμῶν. εὔσειστος γὰρ ἡ Λακωνική. ἀπὸ δὲ τῆς τοιαύτης λέξεως, καὶ δεσμωτήριόν

τι σπηλαιῶδες παρὰ Λάκωσιν ὁ καιέτας, ἢ διὰ τοῦ ˉα καιάτας. οἱ δὲ, κώους φασὶ

καλεῖσθαι τὰ τοιαῦτα κοιλώματα. ὅθεν καὶ τὸ, φηρσὶν ὀρεσκῴοις παρ' Ὁμήρῳ

εἰρῆσθαι οἴονται. ὁ δὲ τὰ ἐθνικὰ γράψας, ἱστορεῖ ὅτι κῶς, ὄρυγμα ἐν Κορίνθῳ, ὅπου

φῶρας καὶ δραπέτας καθείργνυον. καὶ οἱ ἐν αὐτῷ τραφέντες, κῶες ἐλέγοντο. κώους

γὰρ, τὰ κοιλώματα τῆς γῆς καὶ πᾶν σπήλαιον ἔλεγον. Ἰστέον δὲ ὅτι παρὰ τὸ κῶ τὸ

κεῖμαι γίνεται οὐ μόνον τὸ προσεχῶς ῥηθὲν ὄρυγμα, ἀλλὰ καὶ ὁ καιέτας καὶ ὁ κῶος.

οὗτος μὲν, κατὰ πρόσληψιν συλλαβῆς, ὡς τὸ, ζῶ ζῷον. ἐκεῖνος δὲ, ἀπὸ τοῦ κῶ καίω

ὡς κλῶ κλαίω. ἵστανται μὲν γὰρ, τὰ ὑπερκείμενα. κεῖνται δέ πως, τὰ κάτω καὶ

ταπεινά. (ῃερς. 3.) Ὅτι εὐτυχῶς καταλύει Τηλέμαχος παρά τε Νέστορι θύοντα

ἐκεῖνον ἐφευρηκῶς, παρά τε Μενελάῳ, ὃν εὗρε δαινῦντα γάμον πολλοῖσιν ἔτῃσιν

υἱέος ἠδὲ θυγατρός. τῆς Ἑρμιόνης δηλαδή. ὧν τὴν μὲν, τῷ τοῦ Ἀχιλλέως υἱῷ

ἔπεμπεν ἔνθ' ἵπποισι καὶ ἅρμασι Μυρμιδόνων προτὶ ἄστυ. ὡς ἐν Τροίᾳ πρῶτον οὐχ

ἁπλῶς ὑπέσχετο ἀλλὰ καὶ κατένευσε δώσειν. τοῖσι δὲ θεοὶ γάμον ἐξετέλειον. τῷ υἱῷ

Μεγαπένθει Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην. ἐγχωρίαν δηλαδή. οὐκ ἂν οὐδὲ

τὴν Ἑρμιόνην πέμψων εἰς Μυρμιδόνας, εἰ μὴ φθάσας ὑπέσχετο καὶ κατένευσε. λέγει

δὲ καὶ ὡς ὁ Μεγαπένθης, τηλύγετος αὐτῷ ἐκ δούλης ἐγένετο. Ἑλένῃ δὲ, θεοὶ γόνον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

160

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!