18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἔχουσιν οὐκ ὀλίγα τῶν τοῦ Ἡφαίστου. ἐν οἷς κατατρέχει ὡς μοιχαλίδος τῆς

Ἀφροδίτης. γελοῖα δέ εἰσιν ἄλλα τε, καὶ τὰ προσεχῶς λεχθέντα ὑπὸ Ἑρμοῦ. καθὰ καὶ

ὁ ποιητὴς ἐπέστησεν ἐν τῷ, γέλως ὦρτο. καὶ πρὸ αὐτοῦ δὲ ἀνωτέρω. ἔνθα καὶ ἄλλως

ἐγέλασαν οἱ ἐνταῦθα γελῶντες. φανερὸν δ' ὅτι οὐ σεμνὸς γέλως 1.298 ὁ ἐφ' οἷς

ἐλάλησεν Ἑρμῆς, ἀλλ' οἷος ἐπιπρέπειν τοῖς παραύλοις ταυτόν δ' εἰπεῖν

παρεξηυλημένοις Φαίαξι. τοιαῦτα γὰρ ὁ Ἑρμῆς εἶπεν, ὁποῖα ἐρεῖ ἂν ἀνὴρ κήλων. καὶ

λάγνης ἢ λάγνος διὰ τοῦ ˉο. καὶ οἰφόλης. καὶ τιτάν. καὶ μάχλος. ὧν αἱ χρήσεις, παρὰ

τοῖς παλαιοῖς. οἵ φασιν, ὡς κήλων μὲν πεποίηται ἀπὸ τῶν ὀχευτῶν ὄνων.

Ἀρχίλοχος. ὥστ' ὄνου πριηνέως κήλωνος ἐπλήμυρον. οἰφόλης δὲ, ὁ καὶ φιλοίφας,

ἀπὸ τοῦ οἴφειν φασὶν ἢ οἴφεσθαι, ὅ πέρ ἐστι, περαίνειν ἢ περαίνεσθαι. τιτὰν δὲ, ἀπὸ

τοῦ τιταίνειν. ἤγουν ἐντείνειν. λάγνος δὲ, παρὰ τὸ ˉλˉα ἐπιτατικὸν μόριον καὶ τὸ

γόνος, οἱονεὶ λαγόνης ὁ λίαν πολύγονος. μάχλος δὲ ἀφ' οὗ καὶ ἡ κατὰ τὸν Πάριν

μαχλοσύνη, ὁ δίυγρος ὑπὸ καταφερείας. ὅθεν φασὶ καὶ Αἰσχύλος τὴν ῥεομένην

ἄμπελον μάχλον ἔφη. καὶ οὕτω μὲν γελοῖα τὰ εἰρημένα. σπουδαῖα δὲ τοῖς τοιούτοις

λόγοις ἀναμέμικται, ἥ, τε ῥηθησομένη τοῦ Ποσειδῶνος ἐμβρίθεια, καὶ τὸ, οὐκ ἀρετᾷ

κακὰ ἔργα. καὶ τὸ ἐφεξῆς περὶ ἐγγύης γνωμικόν. καὶ οὕτω μὲν καὶ τοῦτο. ἐπεὶ δὲ

ἐχρῆν πιθανῶς λυθῆναι τὴν μυθικὴν ἐνταῦθα γελοίαν περιπέτειαν, οὐκ ἦν δὲ

εὐκόσμως τοῦτο γενέσθαι πάντων γελώντων, πλάττει ἀγέλαστον ἐπί τε τοῖς

λεγομένοις, (ῃερς. 344.) ἐπί τε τῇ θέᾳ, τὸν πρεσβύτατον Ποσειδῶνα διδάσκων χρῆναι

τοὺς ἀρχικοὺς γέροντας μήτε φιλογέλωτας εἶναι, καὶ τὰ πρὸς φιλίαν δὲ

πραγματεύεσθαι. καὶ δι' αὐτοῦ λύει τὸ κατὰ τὴν Ἀφροδίτην καὶ τὸν Ἄρην δρᾶμα.

φησὶ γοῦν. οὐδὲ Ποσειδάωνα γέλως ἔχε. λίσσετο δ' αἰεὶ Ἥφαιστον κλυτοεργὸν ὅπως

λύσειεν Ἄρηα. εἰπών. λῦσον.ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις, τίσειν

αἴσιμα πάντα. (ῃερς. 351.) Ἥφαιστος δὲ πολιτικώτερον εὐλαβούμενος. μή με φησὶ

Ποσείδαον ταῦτα κέλευε. δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι. πῶς ἂν ἐγώ σε

δέοιμι τουτέστι δεσμήσαιμι καθὰ νῦν τὸν Ἄρην, εἴ κεν αὐτὸς οἴχοιτο χρέως καὶ

δεσμὸν ἀλύξας. (ῃερς. 355.) καὶ ὁ Ποσειδῶν ὑπισχνεῖται εἴπερ Ἄρης χρείως ὑπαλύξας

οἴχηται φεύγων, αὐτὸς τάδε τίσειν. καὶ Ἥφαιστος πεισθεὶς καὶ εἰπὼν ὡς οὐκ ἔστ'

οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι, ἀνίησι δεσμοῦ τὸν Ἄρηα. ὁ δὲ, λυθεὶς ἐκ δεσμοῦ

κρατεροῦ σὺν καὶ τῇ ἐρωμένῃ, ᾤχετο ἔνθα ἐν τοῖς ἐφεξῆς ῥηθήσεται. (ῃερς. 367.)

Ἰστέον δὲ ὅτι τε ὁ δειπνοσοφιστὴς εἰπὼν ὡς τὸ τοῦ Ἀλκινόου συμπόσιον ἱλαρότητα

περιέχει καὶ παιδιὰν εὐσχήμονα, ἐπάγει ἔννοιαν δι' ἧς ὁ ὑποκείμενος μῦθος φαίνεται

συμβάλλεσθαί τι τῷ Ὀδυσσεῖ. λέγει γὰρ ὅτι μετὰ τὸν γυμνικὸν ἀγῶνα ᾄδει ὁ ᾠδὸς

ἀμφ' Ἄρεος φιλότητος μῦθόν τινα χλεύῃ κεκραμένον. καὶ εἰς τὴν μνηστηροφονίαν

ὑποθήκας ὑποτιθέμενον Ὀδυσσεῖ ὡς τοῦ κυλλοποδίωνος τὸν ἀνδρειότατον Ἄρην

καταγωνισαμένου. ᾧ δηλαδὴ τρόπῳ καὶ αὐτὸν ἐγχειρητέον τοῖς ὑπερφιάλοις

μνηστῆρσιν εἴ πως δόλῳ περιγένηται αὐτῶν. καὶ ὅτι πολλῶν πολλὰ εἰπόντων περὶ

τῆς ἐνταῦθα ἐκτεθείσης μυθοποιΐας, ταῦτα μᾶλλον ἐστὶν ἁπλούστερον ἔχοντα. τὸ

γὰρ τῇ Ἀφροδίτῃ τὸν μὲν Ἥφαιστον ὡς ὁμευνέτην συνεῖναι τὸν δὲ Ἄρην μυθικῶς

ὁμιλεῖν καὶ τὰ ἑξῆς, ὁ μὲν μῦθος ἐπλάσατο, δεικνὺς μηδὲ τοιούτων παθῶν ἀμοίρους

εἶναι τοὺς Ἑλληνικοὺς θεοὺς, διὰ τὸ προσπλαττόμενον αὐτοῖς ἀνθρωποπαθές. ἡ δὲ

φιλόσοφος θεραπεία ἠθικῶς μὲν παιδαγωγεῖσθαι τοὺς ἀνθρώπους καὶ ἐν τούτοις

λέγει, μανθάνοντας ὡς οὐδὲ παρὰ τοῖς κρείττοσιν ἀρετᾷ κακὰ ἔργα. εἰσὶ δὲ οἳ καὶ

οὕτως εἶπον, ὡς μακρόθεν παιδεύει μὴ ἀσελγαίνειν, ὡς καὶ θεῶν διὰ ταῦτα

ἀσχημονούντων. ἄλλως δὲ οἱ μὲν εἰς νεῖκος καὶ φιλίαν ἠλληγόρησαν τὰ τοιαῦτα.

ἅπερ Ἐμπεδοκλῆς ἐδόξαζεν ὡς τῷ παντὶ λυσιτελοῦντα εἰς γένεσιν. ὧν, τῆς φιλίας

μὲν σύμβολον, ἡ τῆς Ἀφροδίτης καὶ τοῦ Ἄρεος μίξις ποιούντων ἅπερ αὐτοῖς φίλα.

τοῦ δὲ νείκους, ἡ ἐκ θερμοῦ λύσις αὐτῶν. ἧς τό, τε ἄλλο θερμὸν αἴτιον ὃ διὰ τοῦ

Ἡφαίστου ἐμφαίνεται, καὶ ὁ Ἥλιος οὐ μισῶν τὴν Ἀφροδίτην, ἀλλὰ χαίρων τῇ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

339

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!