18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καὶ Μίμαντος ἡ Χῖος κεῖται. ὅτι δὲ οὐ λιπαρὰ ἡ Χῖος, δηλοῖ ὁ ποιητὴς εἰπὼν αὐτὴν

παιπαλόεσσαν. παροξύνεται δὲ τὸ Χίος ἐπὶ τῆς νήσου. καθὰ καὶ Ἴος ἡ νῆσος. ὁ

μέντοι Χῖος ἀνὴρ ἢ οἶνος ἤ τι τοιοῦτον, προπερισπᾶται διὰ τὴν συναίρεσιν τὴν ἐκ

τοῦ Χίϊος. (ῃερς. 176.) Ὅτι λιγὺς οὖρος ἐνταῦθα, ὁ ὀξὺς διὰ τὸν ἦχον. ὅπερ ταυτόν

ἐστι τῷ, Ζέφυρον κελάδοντα. Σοφοκλῆς δὲ, εἰς ἓν ἄγει ἄμφω ἐν τῷ, ὀξὺν κέλαδον

ἐνσείσας δι' ὤτων. (ῃερς. 177.) Ὅτι Γαιρεστὸς, λιμὴν Εὐβοίας. περὶ ἧς καὶ αὐτῆς

ἐγράφη ἀλλαχοῦ. ἐς ταύτην ἐννύχιαι κατήγοντο αἱ τοῦ Νέστορος νῆες. ἤγουν· διὰ

μιᾶς νυκτὸς κατέστησαν εἰς τὸν ἐκεῖ λιμένα. ὡς δηλοῖ ὁ μεταβαλὼν οὕτω. εὐπλοίᾳ

θαυμαστῇ χρησάμενοι καὶ πλοῦν ἀμύθητον κατανύσαντες καὶ διὰ νυκτὸς Γαιρεστῷ

προσσχόντες. κεῖται δὲ κατὰ τὸν γεωγράφον ἐπικαιρίως τὸ χωρίον τοῖς διαίρουσιν ἐξ

Ἀσίας εἰς τὴν Ἀττικὴν, πλησιάζον τῷ Σουνίῳ. ἔχει δέ φησιν ἱερὸν Ποσειδῶνος

ἐπισημότατον. ἔνθα καὶ θύσαι περὶ τὸν βωμὸν δοκεῖ ταύρων πολλὰ μηρία τῷ

Ποσειδῶνι ὁ Νέστωρ. ἔστι δὲ καὶ κατοικία φησὶν ἀξιόλογος. μετὰ δὲ Γραιστὸν,

Ἐρέτρια πόλις μεγίστη φησὶ τῆς Βοιωτίας μετὰ Χαλκίδα. (ῃερς. 179.) Ὅτι τὸ, πέλαγος

μέγα μετρήσαντες, ἀντὶ τοῦ διαπεραιωσάμενοι. ὅθεν λέγεται καὶ ἐν τοῖς ἑξῆς τὸ τὴν

χάρυβδιν ἀναμετρῆσαι. εἴληπται δὲ ἡ λέξις ἐκ τοῦ παρακολουθοῦντος. δῆλον γὰρ,

ὡς ὁ ὁδεύων μετρεῖ ὅσον ὥδευσεν. ἴσως δὲ καὶ ἀπὸ τοῦ μεταίρειν ἡ λέξις παρῆκται.

μεταίρει γάρ ποθέν ποι ὥσπερ ὁ ὁδεύων, οὕτω καὶ ὁ πλέων. (ῃερς. 180.) Ὅτι τριῶν

ἡμερῶν πλοῦν δοκεῖ μετρεῖν ὁ ποιητὴς τὸν ἀπὸ Τροίας εἰς Ἄργος. λέγων ὅτι

τέτρατον ἦμαρ ἔην ὅτε ἐν Ἄργεϊ αἱ τοῦ ∆ιομήδους νῆες κατέστησαν. οὕτω καὶ

ἀλλαχοῦ μετρεῖ ὁδὸν ἐν τῷ, ἔνδιοι ἱκόμεσθ' ἱερὸν ῥόον Ἀλφειοῖο. οἱ γὰρ ἐξ Ἀρήνης

νυκτερεύσαντες, ἔνδιοι ὅ ἐστι μεσημβρινοὶ κατὰ τὸν γεωγράφον, ἀφικνοῦνται εἰς

Ἀλφειόν. (ῃερς. 182.) Ὅτι ἐν τῷ, αὐτὰρ ἔγωγε Πύλονδ' ἔχον, τὸ ἔχειν, ἀντὶ τοῦ

ἐλαύνειν, πλὴν οὐχ' ἁπλῶς, ἀλλὰ ναυτικῶς. κατὰ τὸ, ἡμίσεες δ' ἀναβάντες

ἐλαύνομεν. ἄλλως δὲ, τὸ ἔχειν καὶ ἐπέχειν, καὶ ἐπὶ σκοποῦ κεῖται. ὅθεν καὶ παρὰ

Πινδάρῳ τὸ, ἔπεχε σκοπῷ τόξον. διὸ καὶ οὕτως οἰκεῖον ἐπὶ νηὸς τὸ ἔχειν καὶ τὸ

ἐπέχειν, καθὰ καὶ τὸ βάλλειν. ὡς τὸ, ἐς Φηρὰς ἐπέβαλλεν, ἡ ναῦς δηλαδή. τουτέστιν

ἐπιτυχῶς καὶ εὐστόχως ἔθεεν. Ὅτι ἐν τῷ, οὐδέ ποτ' ἔσβη οὖρος, οὐ κακοζήλως οὕτω

καὶ ψυχρῶς ἐῤῥέθη τὸ ἔσβη. ἀλλ' ἐπειδήπερ ἡ τῶν ἀνέμων ὕλη ἀτμίς ἐστιν οὐ μόνον

ὑγρὰ ἀλλὰ καὶ ξηρὰ μάλιστα, ταυτὸν δὲ εἰπεῖν καπνώδης καὶ θερμὴ, διὸ τὸ μὲν

ὑγρὸν ὁ ποιητὴς δηλοῖ ἐν τῷ, ἴκμενος οὖρος. καὶ ἀνέμων μένος ὑγρὸν ἀέντων. τὸ δὲ

καπνῶδες καὶ οὕτω θερμὸν, ἐν τῷ, οὐδέ ποτ' ἔσβη οὖρος. διαρκῆ δὲ ἄνεμον οὔριον

δηλοῖ τὸ οὐδέ ποτ' ἔσβη οὖρος, ἐπειδὴ πρῶτα θεὸς προέηκεν ἀῆναι. Τὸ δὲ ποτὲ, τὸ οὐ

διηνεκὲς καὶ ἐνταῦθα δηλοῖ ἀλλὰ πρὸς καιρόν. (ῃερς. 183.) Τοῦ δὲ ἀῆναι τὸ θέμα οὐκ

εὔχρηστον. ἀαίνω γὰρ ὡς τὸ φοραίνω ὑδραίνω καὶ τὰ τοιαῦτα. τοῦτο δὲ, ἀήμεναι

ἀνωτέρω ἔφη ὁ ποιητής. (ῃερς. 184.) Ὅτι ὥσπερ ἡ Εὐρύκλεια πρὸ τούτων, οὕτω καὶ

ἐνταῦθα φίλε τέκνον Ἀττικῶς ὁ ῥήτωρ Νέστωρ τὸν Τηλέμαχον προσφωνεῖ. εἰπών.

ὣς ἦλθον φίλε τέκνον ἀπευθής. ἐπεὶ δὲ πρὸ μικροῦ ἀπευθὴς ὄλεθρος ἐῤῥέθη ὁ

ἀνήκουστος καὶ περὶ οὗ οὐδεὶς οἶδε πυθόμενος, ἐνταῦθα δὲ ἄλλως κεῖται τὸ ἀπευθὴς,

ἑρμηνεύων ὁ ποιητὴς τοῦτο, φησίν. οὐδέ τι οἶδα. καὶ τὰ ἑξῆς. ἵνα ᾖ νῦν ἀπευθὴς, ὃς

οὐδὲν οἶδεν. ἤγουν ὃς οὐδὲν ἐπύθετο. (ῃερς. 187.) ∆ιὸ ἐπάγει. ὅσσα δ' ἐνὶ μεγάροισι

καθήμενος πεύθομαι, ᾗ θέμις ἐστὶ δαήσεαι. οἱονεὶ λέγων, ὅτι τῶν ἄλλων μὲν,

ἀπευθής εἰμι. τὰ δὲ ἐφεξῆς πεύθομαι οἴκοι καθήμενος. Τὸ δὲ ᾗ θέμις ἐστὶν, ἀντὶ τοῦ

καθά ἐστι δίκαιον. χρὴ γὰρ μὴ μαψιδίως οὕτω ψεύδεσθαι εἰς οὐδὲν δέον. Σημείωσαι

δὲ ὅτι ἐπίτηδες ἀναρτᾷ 1.121 κατὰ τοὺς παλαιοὺς τὸν λόγον ὁ ποιητὴς ἐπὶ Νέστορος,

ἵνα τὰ λοιπὰ δι' ἄλλου χωρίου δηλώσῃ. τὸ γὰρ ἑνὶ ἀνθρώπῳ πάντων φησὶ τῶν περὶ

τὸν νόστον τὴν ἐμπειρίαν περιθεῖναι, οὐ πιθανόν. ἐν μέρει δὲ δηλουμένων,

ἀξιόπιστον γίνεται τὸ πᾶν. οὐκ ἄλογος οὖν φασὶν οὐδὲ ἡ πρὸς Μενέλαον ἐκπομπή.

ἵνα σὺν ἄλλοις, καὶ τὰ περὶ Ἑλένης ἐνταῦθα διατυπωθῇ. (ῃερς. 188.) Ὅτι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

137

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!