18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μιν εἰπόντ' ἔλασε μέγα κῦμα κατ' ἄκρης, δεινὸν ἐπεσσύμενον. περὶ δὲ σχεδίην

ἐλέλιξε, τῆλε δ' ἀπὸ σχεδίης αὐτὸς πέσε. πηδάλιον δὲ ἐκ χειρῶν προέηκε. μέσον δέ οἱ

ἱστὸν ἔαξε δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα. τηλοῦ δὲ σπεῖρον καὶ

ἐπίκριον ἔμπεσε πόντῳ. τὸν δ' ἂρ ὑπόβρυχα θῆκε πολὺν χρόνον. οὐδὲ δυνάσθη αἶψα

μάλ' ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς. εἵματα γάρ ῥ' ἐβάρυνεν. ὀψὲ δὲ δὴ

ἀνέδυ. στόματος δ' ἐξέπτυσεν ἅλμην πικρήν. ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν. ἀλλ'

οὐδ' ὣς σχεδίης ἐπελήθετο τειρόμενός περ. ἀλλὰ μεθορμηθεὶς ἐν κύμασιν ἐλλάβετ'

αὐτῆς. ἐν μέσσῃ δὲ κάθιζε. τήν δ' ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα. ὡς δ'

ὅτ' ὠπορινὸς Βορέης φορέησιν ἀκάνθας ἂν πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν

ἔχονται, ὣς τὴν, ἂν πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα. ἄλλοτε μέν τε, Νότος

ἀντιπνέοντι Βορέῃ προβάλεσκε φέρεσθαι. ἄλλοτε δ' αὖτ' Εὖρος (ῃερς. 332.) Ζεφύρῳ

εἴξασκεν ἤγουν παρεχώρει, διώκειν. ἐξ ὧν πολυκυμία ἠγείρετο. καὶ ὡς ἄν τις

καιρίως εἴποι, τετρακυμία. οἷα τεσσάρων ἀνέμων τῶν ῥηθέντων, ταρασσόντων τὴν

θάλασσαν. εἶτα μετὰ στίχους οὐκ ὀλίγους, φησίν. ὦρσεν ἐπὶ μέγα κῦμα Ποσειδῶν

δεινόν τ' ἀργαλέον τε. κατηρεφές. ἤλασε δ' αὐτόν. ὡς δ' ἄνεμος ζαὴς ἠΐων θημῶνα

τινάξει καρφαλέων. τὰ μὲν, ἄρτε διεσκέδασεν ἄλλυδις ἄλλα, ὣς τῆς, δούρατα μακρὰ

διεσκέδασε τὸ μέγα δηλαδὴ κῦμα. ῥᾷον διασκεδασθείσης οἷς δεινὸν μέγα κῦμα

φθάσαν ἐλέλιξεν αὐτήν. Ὀδυσσεὺς δὲ, ἀμφ' ἑνὶ δούρατι βαῖνε κέληθ' ὡς ἵππον

ἐλαύνων. ὡς ἂν οὕτω ἰσχύσῃ ἐκδύσασθαι. εἵματα δ' ἐξαπέδυνεν. αὐτὸς δὲ πρηνὴς

ἁλὶ κάππεσε χεῖρε πετάσσας, νη 1.219 χέμεναι μεμαώς. ὑποκατιὼν δέ, τοὺς μὲν

ἄλλους ἀνέμους παύσασθαι λέγει κελευσάσης τῆς τοῦ ∆ιὸς Ἀθηνᾶς, καὶ εὐνηθῆναι

ἅπαντας, μόνον δέ φησιν ὦρσε κραιπνὸν βορέην. εἶτα ἐπάγει. (ῃερς. 388.) ἔνθα δύω

νύκτας δύο τ' ἤματα, κύματι πηγῷ πλάζετο. πολλὰ δέ οἱ κραδίη προτιόσσετ'

ὄλεθρον. ἀλλ' ὅτε δὴ τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσ' ἠὼς, καὶ τότ' ἄνεμος μὲν

ἐπαύσατο, ἠδὲ γαλήνη ἔπλετο νηνεμίη. ὁ δ' ἄρα σχεδὸν εἴσιδε γαῖαν, ὀξὺ μάλα

προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς. νῆχε δ' ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.

ἀλλ' ὅτε τόσσον ἀπῆν ὅσσόν τε γέγωνε βοήσας, καὶ δὴ δοῦπον ἄκουσε ποτὶ

σπιλάδεσσι θαλάσσης. ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο δεινὸν

ἐρευγόμενον. εἴλυτο δὲ πάντ' ἁλὸς ἄχνη. οὐ γὰρ ἔσαν λιμένες νηῶν ὀχοὶ, οὐδ'

ἐπιωγαί. ἀλλ' ἀκταὶ προβλῆτες ἔσαν, σπιλάδες τε, πάγοι τε. καὶ τότ' Ὀδυσσῆος λύτο

γούνατα καὶ φίλον ἦτορ. καὶ ἦν ἀληθῶς τὸ τοιοῦτον τῶν φθασάντων

ἐπικινδυνότερον. ἐπεὶ γὰρ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι θεὸς, (ῃερς. 410.) ἔκβασις οὔ

πῃ φαίνεθ' ἁλὸς πολιοῖο θύραζε. ἔκτοσθεν μὲν γὰρ, πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα

βέβρυχε ῥόθιον. λισσή δ' ἀναδέδρομε πέτρη. ἀγχιβαθής τε θάλασσα. καὶ οὔπως ἐστὶ

πόδεσσι στῆναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα. διὸ καὶ δεδοικέναι φησὶν ὁ

Ὀδυσσεὺς, μήπως μ' ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ, κῦμα μέ γ' ἁρπάξαν, μελέη

δέ μοι ἔσσεται ὁρμή. εἶτα καὶ ἄλλος αὐτὸν ἐξεθρόει φόβος, τοιοῦτος. εἰ γὰρ ἔτι

προτέρω φησὶ παρανήξομαι ἤν που ἐφεύρω ἠϊόνας τε παραπλῆγας λιμένας τε

θαλάσσης, δείδω μήμ' ἐξαῦτις ἀναρπάξασα θύελλα πόντον ἐπ' ἰχθυόεντα φέρῃ βαρέα

στενάχοντα. (ῃερς. 421.) ἢ ἔτι μοι καὶ κῆτος ἐπεσσεύῃ τουτέστιν ἐφορμήσῃ ἐπιπέμψῃ

μέγα, δαίμων ἐξ ἁλός. οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη. ἐν τοσούτῳ δὲ αὐτὸν

μέγα κῦμα φέρε τρηχεῖαν ἐπ' ἀκτήν. ἐνθά κ' ἀπὸ ῥινούς τε δρύφθη σὺν δ' ὀστέ'

ἀράχθη, εἰ μὴ φρονήσεως Ἀθηνᾶς ἐν φρεσὶ θεμένης, ἀμφοτέραις χερσὶν ἐπεσσύμενος

λάβε πέτρης. τῆς ἔχετο στενάχων, εἵως μέγα κῦμα παρῆλθε. καὶ τὸ μὲν, ὣς ὑπάλυξε.

παλιῤῥόθιον δέ μιν αὖτις πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ. ὡς δ'

ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο, πρὸς κοτυλυδονόφιν πυκιναὶ λάϊγγες

ἔχονται. (ῃερς. 434.) ὣς τοῦ, πρὸς πέτρῃσι θρασειάων ἐπὶ χειρῶν ῥινοὶ ἀπέδρυφθεν.

τὸν δὲ, μέγα κῦμ' ἐκάλυψε. καὶ τότε δή φησι δύστηνος ὑπὲρ μόρον ἂν ὤλετο, εἰ μὴ

ἐπὶ φρεσὶν ἔθηκεν Ἀθηνᾶ. τί δὲ ἔθηκε; κύματος ἐξαναδὺς τά τ' ἐρεύγεται ἤπειρόνδε,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

249

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!