18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀπορίας. οὐ γὰρ ἀδύνατον ἦν ἀπειθῆσαι τῷ Τηλεμάχῳ, ἀλλὰ μόνον χαλεπόν. (ῃερς.

658.) Ὅτι ἐκπλήττει ὥσπερ τοὺς ἄλλους, οὕτω καὶ τὸν Ἀντίνοον, τὸ, ἐκ τόσσων

ἀέκητι νέον ὄντα παῖδα τὸν Τηλέμαχον, οἴχεσθαι νῆα ἐρυσάμενον κρίναντά τε ἀνὰ

δῆμον ἀρίστους. διὸ καὶ ἄχνυται, καὶ μένεος αὐτῷ φρένες ἀμφιμέλαιναι πίμπλανται.

καὶ οἱ ὀφθαλμοὶ πυρὶ λάμπονται. (ῃερς. 663.) Καὶ σχετλιάζων φησὶν ἄλλά τε καὶ, ὢ

πόποι. ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη Τηλεμάχῳ ὁδὸς ἥδε. (ῃερς. 664.) Φάμεν δὲ

οἱ οὐ τελέεσθαι, ὅτε δηλαδὴ ἐλέγομεν μυκτηρίζοντες, τούτῳ δ' ὀτρυνέει Μέντωρ

ὁδὸν ἠδ' Ἁλιθέρσης. (ῃερς. 666.) Λέγει δὲ ὁ Ἀντίνοος καὶ ὅτι, ἄρξει καὶ προτέρω

κακὸν ἔμμεναι. (ῃερς. 667.) Εἶτα καὶ ἐπαρᾶται, εἰπών. ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσειε

βίην πρὶν ἡμῖν πῆμα φυτεῦσαι 1.187 (ῃερς. 668.) Ἐνήχθη δὲ εἰς τοῦτο Ἀντίνοος,

πτοηθεὶς ἐξ ὧν φθάσας ὁ Νοήμων εἶπεν. ὡς ἀρχὸς ἔβη τῷ Τηλεμάχῳ τῆς νηὸς,

Μέντωρ ἢ θεός. καὶ τὰ ἑξῆς. διὸ καὶ κατεύχεται τοῦ Τηλεμάχου ὡς ἐῤῥέθη, ὅ τις

εὔξεται κατὰ ἐχθροῦ, παρῳδήσας τὸ Ζεὺς εἰς τὸ θεός. (ῃερς. 669.) Καὶ ἐπὶ τούτοις,

ζητεῖ καὶ αὐτὸς νῆα θοὴν καὶ εἴκοσιν ἑταίρους ὥς τε λοχήσασθαι καὶ φυλάξειν ἐν

πορθμῷ Ἰθάκης τε Σαμοιό τε παιπαλοέσσης. ὡς ἄν φησιν ἐπισμυγερῶς ναυτίλλεται

εἵνεκα πατρός. καὶ οὕτω μὲν ὁ Ἀντίνοος. θαῤῥῶν ὡς μετὰ εἴκοσιν ἐνόπλων,

τοσούτων ἀόπλων τῶν μετὰ Τηλεμάχου περιγενήσεται. οἵ δ' ἄρα πάντες ἐπῄνεον

ἠδὲ κέλευον. τί δὲ ἐκέλευον οὐ λέγει ὁ ποιητὴς, ὡς αὐτόθεν δῆλον ὄν. (ῃερς. 673.)

Ἰστέον δὲ ὅτι ἐπίτηδες πλάττει τοὺς μνηστῆρας ἐλλοχῶντας ὁ ποιητής, διά τε τὸ

ἐναγωνιώτερον τῆς ποιήσεως καὶ μὴ ὕπτιον, καὶ εἰς εὐπορίαν γραφῆς ἤγουν

πλατυσμὸν ποιήσεως. ἐπανελεύσεται μέντοι ἀκίνδυνος ὁ Τηλέμαχος, καὶ εἰς κενὸν

οἱ μνηστῆρες πλευσοῦνται, διά τε τὸ πιθανόν. οὐ γὰρ ἦν τοὺς ἀμφὶ Τηλέμαχον

ἀόπλους, ὡπλισαμένοις τοῖς μνηστῆρσιν ἀντιτάξασθαι. καὶ ὅτι τὰ τῆς μάχης ὁ

ποιητὴς ἐν ὑστέρῳ ταμιεύεται. ἀναίσχυντος δέ φασιν ἐν τούτοις ὁ Ἀντίνοος,

σχετλιάζων ὡς δεινὰ παθὼν εἰ Τηλέμαχος ἀπεδήμησεν. οὐδενὶ ἔχων φασὶν ἐγκαλεῖν

ἢ τῇ ἑαυτοῦ ῥᾳθυμίᾳ. (ῃερς. 667.) Τὸ δὲ ἄρξει καὶ προτέρω κακὸν εἶναι, ἀντὶ τοῦ

ἀρχὴν ἀπὸ τοῦ νῦν ποιήσει εἰς τὸ καὶ προσωτέρω καὶ ἐπὶ τὰ ἑξῆς κακῶσαι ἡμᾶς.

(ῃερς. 671.) Ὁ δὲ ῥηθεὶς πορθμὸς, τοπογραφικῶς ἐδηλώθη. κείμενος μεταξὺ Ἰθάκης

καὶ τῆς περὶ τὴν Κεφαλληνίαν Σάμου τῆς καὶ Σάμης. περὶ ἧς πολλαχοῦ δηλοῦται.

(ῃερς. 671.) Ὅτι δὲ περὶ Ἀστερίαν νῆσον ὁ λόχος γέγονε, δηλωθήσεται ἐν τοῖς ἑξῆς.

Περὶ δὲ τοῦ σμυγερῶς, προγέγραπται. Πολλαχοῦ δὲ δηλοῦται καὶ ὁ πορθμὸς, στενὴ

θάλασσα εἶναι μεταξὺ δύω γεῶν. ἀνάπαλιν πάντως τῷ ἰσθμῷ ὃς δύο μεσιτεύει

θαλάσσαις. (ῃερς. 678.) Ὅτι τὸ ἀπευθὴς ἤτοι μηδὲν μαθὼν ὃ πρὸ τούτων ἐῤῥέθη,

ἄπυστος ἐνταῦθα φησίν. εἰπών. οὐδ' ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος

μύθων οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον. Καὶ ὅρα ὅτι διττὸν καὶ τὸ ἄπυστος

καθὰ καὶ τὸ ἀπευθὴς. καὶ νῦν μὲν, ὅμοιόν ἐστι πρὸς τὸ, ὣς ἦλθον φίλε τέκνον

ἀπευθής. ἐν δὲ τῷ, οἴχετ' ἄϊστος ἄπυστος, ἶσον δύναται τῷ, κείνου δὲ καὶ ὄλεθρος

ἀπευθής. Τὸ δὲ οὐδ' ἄρα ὁ δεῖνα πολὺν χρόνον ἦεν ἄπυστος μύθων οὓς οἱ δεῖνα ἐνὶ

φρεσὶ βυσσοδόμευον, μυστηρίου φράζειν φανέρωσιν. ἔστι δὲ τὸ βυσσοδομεύειν καθὰ

καὶ τὸ μῆτιν ὑφαίνειν, οἷον, οἵδ' ἔνδοθι μῆτιν ὕφαινον, καὶ τὸ πῆμα φυτεύειν οἷον

πρὶν ἡμῖν πῆμα φυτεῦσαι, τολμηρά. καὶ ἐγγὺς κακοζήλων διὰ τὸ μεμονῶσθαι καὶ μὴ

ἔχειν καί τινας ἑτέρας λέξεις συστοίχους συγκροτούσας τὴν τροπήν. γοργότητα

μέντοι ἄλλως ἔχουσι καὶ ποιητικὸν ὄγκον. Ἰστέον δὲ καὶ ὅτι οἰκεῖον τὸ

βυσσοδομεύειν, ταῖς ἐπικεκρυμμέναις βουλαῖς. ῥηθὲν παρά τε τὸν βυσσὸν, ἐπεὶ καὶ

πορφύρειν λέγεται τὸ ἐν βάθει διαλογίζεσθαι, καὶ παρὰ τὸ δομεύειν, ὃ ἔχοι ἂν

ὁμοιότητα πρὸς τὸ ὑφαίνειν, ἐπεὶ καὶ ἄμφω στοιβή τινα ἔχουσι τὸ μὲν, νημάτων. τὸ

δὲ, ὕλης ἑτέρας ἑξῆς οἱ δόμοι. ∆ῆλον δὲ ὅτι καθὰ ἐκ θαλάσσης τέτραπται τὸ

βυσσοδομεύειν καὶ τὸ πορφύρειν, οὕτω καὶ τὸ καλχαίνειν ὡς καὶ προείρηται. καὶ ὅτι

ἐκ τοῦ βυσσοδομέειν κατ' ἐπένθεσιν τοῦ ˉυ γέγονε τὸ βυσσοδομεύειν πρὸς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

213

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!