18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

προασφαλιζόμενος ὁ ποιητὴς, ῥᾳδιουργεῖ τὰ εἰς αὐτὴν συντείνοντα. Κἀκεῖνο δὲ

ἰστέον ὅτι εἶχε μὲν καὶ ἄλλως οἷα εἰκὸς ὁ ποιητὴς, τὸν ὄλεθρον τῶν μνηστήρων

πλάσασθαι ὡς καὶ αὐτὸς πολλαχοῦ ἐμφαίνει. οἷον, διὰ τοῦ ἀμύντοράς ποθεν

προκαλέσασθαι. ἢ διὰ τοῦ τοῖς κρατῆρσι φάρμακον ἐμβαλεῖν καὶ οὕτως αὐτοὺς

πάντας ὀλέσαι. ἅπερ οἱ μνηστῆρες ἐπὶ Τηλεμάχῳ ὑποπτεύουσιν. οἵγε καὶ ἄλλως, τὴν

ὑπὸ τῶν Ἰθακησίων ἐξέλασιν πτοοῦνται διὰ τὴν σφῶν ἀδικίαν. ἀλλ' ὁ ποιητὴς οἷος

αὐτὸς, τὸ τερατωδέστερον ἐπελέξατο καὶ ἀληθῶς δυσεξέργαστον. καὶ ὅπερ

εὐμεθόδως μελετηθὲν καὶ ἀσφαλῶς πιθανολογηθέν, ἔχοι ἂν ἐξελέγχειν τὴν ἐν

λόγοις αὐτοῦ ἀρετήν. Ἔτι ἰστέον καὶ ὅτι Ἀθηνᾶ ἐνταῦθα, καὶ ἡ κατὰ τὴν Ὁμηρικὴν

δεινότητα μέθοδός ἐστι, καθ' ἣν ὁ ποιητὴς ἐπινοεῖται τήν τε τῆς Ἀθηνᾶς εἰς

Ἰθάκηνκάθοδον καὶ τὰ ἐπ' αὐτῇ, καὶ τὰ κατὰ τὸν Ἑρμῆν ἐπὶ τῇ Καλυψοῖ. Ἰστέον δὲ

καὶ ὅτι ὀνειδισθεῖσα ἤδη ἐφ' οἷς ἐλάλησεν ἡ μυθικὴ Ἀθηνᾶ, καὶ ἀκούσασα ὅτι οὐκ

ἀγαθὸν ἔπος διέδρα τὰ χείλη αὐτῆς, ἐνταῦθα συστρέφει ἑαυτὴν εἰς νοῦν καὶ ἐντελῶς

λαλεῖ ἅπερ χρὴ ποῆσαι τὸν Τηλέμαχον. καὶ μηδενὸς ἀντειπόντος, 1.24 εὐθὺς

κατάρχει ἔργου. Σημείωσαι δὲ καὶ ὅτι σχῆμα καὶ ἐνταῦθα προεκθέσεως ἢ

προαναφωνήσεως, ἐν οἷς ἡ Ἀθηνᾶ λέγει ὅτι ἀπελεύσομαι εἰς Ἰθάκην καὶ ποιήσω τὰ

καὶ τά. ἐπεὶ γὰρ μέγα ἐπεισόδιον μέλλει ποιήσειν ὁ ποιητὴς διὰ τῆς ἐκδημίας τοῦ

Τηλεμάχου καὶ παρεκβῆναι εἰς λόγους πολλοὺς, φθάνει προαναφωνῶν καὶ τοῦτο,

ἵνα καὶ ὁ ἀκροατὴς ἐλπίζῃ, καὶ αὐτὸς μὴ δόξῃ ἀκαίρως καὶ ἀτέχνως ἀλλ' ἀναγκαίως

ποιήσασθαι τὴν προέκβασιν. ἔτι δὲ προεκτίθεται τεχνικῶς, καὶ τὴν μετ' ὀλίγα τοῦ

Τηλεμάχου δημηγορίαν, καὶ ὡς ἀπείπῃ τοῖς μνηστῆρσι. καὶ οὕτως εὐσυνόπτως διὰ

σαφήνειαν κεφαλαιοῦται τὰ ἐφεξῆς. (ῃερς. 93.) Σημείωσαι δὲ καὶ ὅτι νῦν μὲν, ἁπλῶς

ἐκθέμενος ἀπηριθμήσατο, εἰπών. πέμψω ἐς Σπάρτην καὶ εἰς Πύλον. προϊὼν δὲ, καὶ

τὴν τάξιν τῶν πραγμάτων ἐκτίθεται. λέγων. πρῶτα μὲν, εἰς Πύλον ἐλθέ. ἐκεῖθεν δ'

ἐς Σπάρτην. ὥς τε τὸ πέμψω εἰς Σπάρτην καὶ εἰς Πύλον, σχῆμα ὑστερολογίας ἐστὶν,

ἤτοι πρωθύστερον. πρῶτον γὰρ εἰς Πύλον ἦλθε Τελέμαχος εἶτα εἰς Σπάρτην. ὁμοίως

πρωθύστερον ἦν, καὶ τὸ, Ἑρμείαν ὀτρύνομεν, αὐτὰρ ἐγὼν Ἰθάκην δ' ἐλεύσομαι.

πρῶτον γὰρ Ἀθηνᾶ εἰς Ἰθάκην κάτεισιν, εἶτα Ἑρμῆς εἰς τὴν Καλυψώ. Ἰστέον δὲ ὅτι

Ὀδυσσεὺς Τηλέμαχον ωεἰκὸς τὸν παῖδα ὠνόμασεν, ἐκθυόμενος οἷον τὸ δυστυχές.

ἵνα δηλαδὴ ἐπειδὴ πόλεμος ἤδη μέγας ὁ κατὰ Τροίαν ἠλπίζετο εἰς ὃν ἐχρῆν ἀπελθεῖν

καὶ τὸν Ὀδυσσέα, μὴ διαβαίη χρόνῳ ποτὲ τὰ τῆς τύχης ταύτης καὶ ἐπὶ τὸν υἱὸν, ἀλλ'

εἴη τῆλε μάχης, καθ' ἡσυχίαν ζῶν. τάχα δὲ καὶ ἐκ μαντίας γνοὺς ὡς τῆλε χρόνου

παραταθήσεται ὁ Ἰλιακὸς πόλεμος, Τηλέμαχον ὠνόμασε τὸν υἱόν. Σημείωσαι δὲ καὶ

ὅτι παροιμία ἡ λέγουσα Τηλεμάχου χύτρα ἐπὶ τῶν διὰ πενίαν ἐν ὀσπρίοις ἢ ὅλως

εὐτελέσιν ἐδεστοῖς πολυφαγούντων, οὐκ ἐκ τοῦ Ὁμηρικοῦ εἴληπται ἥρωος, ἀλλά

τινος Ἀττικοῦ Τηλεμάχου, Ἀχαρνέως τὸν δῆμον. ὅς φασικυάμων χύτραν ἀεὶ

σιτούμενος ἦν. (ῃερς. 91.) Ὅτι τὸ κωλύσαι καὶ λόγοις ἀποτρέψασθαι, ἀπειπεῖν

λέγεται παρὰ τῷ ποιητῇ. οἷον. πᾶσι μνηστῆρσιν ἀπειπέμεν. λέγεται δέ ποτε ἀπειπεῖν,

καὶ τὸ ἐν ἀγῶνι ἢ μάχῃ ἀπαγορεῦσαι καὶ ἀποκαμεῖν. ὅ πέρ ἐστιν ἶσον τῷ ἀπαυδῆσαι

καὶ ἀπειρηκέναι καὶ ἀπαγορεῦσαι. ἐν δὲ τῇ Ἰλιάδι, τὸ ἀπειπεῖν ἀπομυθεῖσθαι ὁ

Νέστωρ φησίν. (ῃερς. 92.) Ὅτι ἐν τῷ, μῆλ' ἀδινὰ σφάζουσιν, ἐκ μέρους καὶ ἄλλα

νοητέον ζῷα. αἶγάς τε ὡς δηλώσει που ὁ Μελάνθιος. καὶ σύας ὡς ἐκ τοῦ Εὐμαίου

φανήσεται. ἵνα λέγῃ καὶ νῦν, μῆλα τὰ θρέμματα. ἐξ ὧν καὶ τὸ μηλαφῆσαι. περὶ οὗ

φασὶν οἱ παλαιοὶ, ὅτι μηλαφῆσαι, τὸ ψηλαφῆσαι. μή ποτε δὲ ἐπὶ βοσκημάτων, οἷον

μῆλα ἀφάσαι ἢ ἀπὸ τοῦ μηλώσασθαι ἤγουν βάψαι. ὅθεν φασὶ καὶ μήλωθρα, τὰ

βεβαμμένα ἔρια. Ἀδινὰ δὲ, τὰ πυκνὰ καὶ δαψιλῆ καὶ εἰς κόρον, ἀπὸ τοῦ ἄδην. ἢ ἀπὸ

τοῦ ἄδος ἤτοι κόρος. ὡς τὸ, ἄδος τέ μιν ἵκετο θυμόν. ὅτι δὲ οἱ μὲν διπλοῦσι τὸ ˉδ τοῦ

ἄδην οἱ δὲ δι' ἑνὸς αὐτὸ γράφουσι, καὶ οἱ μὲν ψιλοῦσιν οἱ δὲ δασύνουσιν, ἡ Ἰλιὰς

δηλοῖ. καὶ ὅθεν τὸ ἄδην γίνεται. ἐν δὲ ῥητορικοῖς λεξικοῖς, φέρεται καὶ ταῦτα. ἄδην,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

27

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!