18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἤτοι τὰ ὑπέρ τινος φραζομένη. οἷον· ἀλλ' εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε

κελεύεις, (ῃερς. 387.) λῦσον ἵν' ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους. ὃ παρῳδηθήσεταί

ποτε ἐπὶ φίλων λυτρώσει. (ῃερς. 386.) Καὶ ὅρα τὸ πιεῖν, ἄρτι προκείμενον τοῦ

φαγεῖν. ἀνωτέρω μέντοι ἄλλως ἔχει ἐν τῷ, ἐδητύος ἠδὲ ποτῆτος. καὶ μετ' ὀλίγα ἐν

τῷ, ἐσθίετε βρώμην καὶ πίνετε οἶνον. ὅλως δὲ εἰπεῖν, ἀδιάφορον οὕτως ἢ οὕτως

φράζειν. Τὸ δὲ λῦσον, προσεχῶς παθητικῶς προεγράφη ἐν τῷ, πρὶν λύσασθ' ἑτάρους.

(ῃερς. 387.) Τὸ δὲ ὀφθαλμοῖσιν ἴδω, τῆς ἐν φαντασίᾳ ὁράσεως καὶ νῦν ἔχει

διαστολήν. (ῃερς. 389.) Ὅτι Κίρκη μετὰ τὴν Ὀδυσσέως παράκλησιν ῥᾴβδον ἔχουσα

ἐν χειρὶ θύρας ἀνέῳγε συφειοῦ, ἐκ δ' ἔλασε σιάλοισιν (ῃερς. 390.) ἐοικότας

ἐννεώροισι, τοὺς ἑταίρους δηλαδὴ τοῦ Ὀδυσσέως. οἱ μὲν ἔπειτ' ἔστησαν (ῃερς. 391.)

ἐναντίοι τουτέστιν ἀντικρὺ τοῦ Ὀδυσσέως. ἡ δὲ, δι' αὐτῶν ἐρχομένη, προσάλειφεν

ἑκάστῳ (ῃερς. 392.) φάρμακον ἄλλο, οἷα δηλαδὴ πολυφάρμακος. τῶν δ' ἐκ μὲν

μελέων τρίχες ἔῤῥεον ἃς πρὶν ἔφυσσε (ῃερς. 394.) φάρμακον οὐλόμενον, τὸ τοῦ

κυκεῶνος δηλονότι. ἄνδρες δ' αἶψ' ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν. καὶ πολὺ

καλλίονές τε καὶ μείζονες εἰσοράασθαι. ἔπαινος δὲ τοῦτο ἀνδρῶν ἐμφανῶν. (ῃερς.

392.) Ἰστέον δὲ ὅτι κατὰ ἀλληγορίαν τὸ ἄλλο φάρμακον ὅπερ ἑκάστῳ νῦν

προσαλείφεται, τὸ μέτριόν ἐστι τῆς τρυφῆς, ὅσον εἰς σωμασκίαν στρατιωτικὴν καὶ

ζωογόνον τροφὴν, ἵνα, ὡς μετ' ὀλίγα ἡ Κίρκη λέγει, ἐσθίοντες βρώμην καὶ πίνοντες

οἶνον θυμὸν ἐνὶ στήθεσσι λάβωσιν οἷον ὅτε πρώτιστον ἔλιπον πατρίδα γαῖαν

τρηχείης Ἰθάκης, καὶ μὴ σκελετεύωνται. νῦν γάρ φησιν ἀσκελέες καὶ ἄθυμοι αἰεὶ

ἄλης χαλεπῆς μεμνημένοι. οὐδέ ποθ' ὑμῖν θυμὸς ἐν εὐφροσύναις, ἐπειὴ μάλα πολλὰ

πέποσθε. τοῦτο τοίνυν τὸ δεύτερον φάρμακον οὐ μόνον εἰς ἀνθρωπείαν φύσιν

ἐπανεσώσατο τοὺς ἀπὸ συῶν, (ῃερς. 395.) ἀλλὰ καὶ πολὺ κάλλος ἐνειργάσατο

καθάπερ ἐῤῥέθη. ἐπείπερ οἱ μετὰ πεῖραν κακίας εἰς ἀρετὴν στραφέντες βελτίους

ἑαυτῶν γίνονται, μαθόντες τὸ καλὸν οἷς κακῶς ἔπαθον. (ῃερς. 389.) Ὅρα δ' ἐν τοῖς

ῥηθεῖσι τὸ, θύρας ἀνέῳγεν, ἀντὶ τοῦ, ἤνοιγεν κατὰ χρόνον παρατατικόν. ἢ ἀντὶ τοῦ,

ἤνοιξεν, ἵνα ᾖ μέσος παρακείμενος. Τὸ δὲ συφειοῦ πλεονασμὸν ἔπαθεν ὁποῖον καὶ τὸ

ἀδελφὸς ἀδελφειός. (ῃερς. 390.) Ἐννέωροι δὲ σύες ἢ οἱ ἐνναετεῖς, ἢ καὶ ἄλλως ἴσως

οἱ ἐννέα ὡρῶν, ἤγουν ἐτῶν δύο καὶ ἑνὸς μηνός. κρεῖττον δὲ τὸ πρῶτον κατὰ τὸ,

ἐννέωροι γὰρ τοίγε ἐννεαπήχεες, ὡς ἀπὸ τοῦ ὧρος ὁ ἐνιαυτὸς, ὃς ὁμώνυμος ὥρῳ

ἡλίῳ ἐστί. (ῃερς. 392.) Τὸ δὲ ἐννεώροισι, συνίζησιν ἔπαθε τοῦ ˉε καὶ ˉω εἰς ἕνα πόδα

μακρόν. (ῃερς. 393.) Τὸ δὲ φάρμακον ἄλλο ἤγουν ἀλλοίας φύσεως παρὰ τὸ ἐνταῦθα

οὐλόμενον, ὡς εἶναι αὐτὸ μὴ τοιοῦτον ἀλλὰ σωτήριον. (ῃερς. 394.) Ῥέειν δὲ τρίχας

ἀντὶ τοῦ ῥᾳδίως ἀποπίπτειν φησί. καὶ ἔστι καιριωτάτη λέξις. οὕτω δὲ καὶ ἄνθη ῥέειν

καιριώτερον ἤπερ πίπτειν λέγονται. (ῃερς. 463.) Φάρμακον δὲ οὐλόμενον ὁμοίως ὡς

εἰ καὶ ὀλοφώϊον εἶπεν. ἐκ τοῦ ὄλλω γὰρ καὶ ἐκεῖνο. (ῃερς. 417.) Τὸ δὲ τρηχείης

Ἰθάκης, ἐπίτηδες ἔοικεν εἰπεῖν ἡ Κίρκη, ὡς οἷα κερτομοῦσα τοὺς ἐφιεμένους αὐτῆς,

ἢ καὶ ἄλλως ἁπλῶς καθ' ἱστορίαν. (ῃερς. 463.) ὃ καὶ Ὀδυσσεὺς μετ' ὀλίγα ἐρεῖ,

τρηχεῖαν Ἰθάκην καὶ αὐτὸς εἰπών. ἀσκέλεες δὲ ἀντὶ τοῦ, σκληροὶ, ἄγαν

κατεσκληκότες, ἀπὸ τοῦ σκάλλω, καθὰ καὶ προδεδήλωται. ἢ ἀπὸ τοῦ σκέλλω, ἐξ οὗ

καὶ τὸ σκέλος καὶ ὁ σκελετός. ὁ δὲ τοιοῦτος τόπος τηκτικὸν σώματος εἶναι δηλοῖ τὴν

τῶν κακοπαθειῶν μνήμην, καθὰ καὶ μετ' ὀλίγα τὸ, φθινύθουσί μοι φίλον κῆρ ἀμφ'

ἐμοὶ ὀδυρόμενοι. Ἄθυμοι δὲ οἱ μὴ εὔθυμοι, τουτέστιν οἷς οὐδέ ποτε θυμὸς ἐν

εὐφροσύναις. (ῃερς. 464.) Ἄλη δὲ χαλεπὴ πρὸς διαστολὴν ἑτέρας ἀφ' ἧς

κερδαίνουσιν οἱ ἀλώμενοι, ὁποῖος καὶ ὁ Μενέλαος. (ῃερς. 465.) Τὸ δὲ πέποσθε, οἱ μὲν

ἐκ τοῦ πήθω τὸ πανθάνω παράγουσιν ἀκολου 1.387 θοῦντες Ἡρῳδιανῷ, λέγοντες

ὅτι καθὰ λήχω τὸ λαγχάνω οὗ παρακείμενος τροπῇ τοῦ ˉη εἰς ˉο λέλοχα, καὶ

προσλήψει τοῦ ˉν λέλογχα, ὥς που καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται, οὕτω καὶ

πείθω πέποθα. οὗ παθητικὸν πρινὴ προσληφθῆναι τὸ ˉν, πεπόθατε, καὶ συγκοπῇ καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

440

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!