18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

κληηδών. καθ' ὁμοιότητά τινα τοῦ κρῆναι καὶ κρηῆναι. Ὅτι ἀπολογεῖται ὁ

Τηλέμαχος πρὸς τὴν τοῦ Μενελάου ἐρώτησιν, ὀλίγα μὲν τοῦ ποιητοῦ ἐκ καινῆς

εἰπόντος. τοὺς πλείονας δὲ στίχους, παρελκύσαντος ἑτέρωθεν συνήθως ἐκ τῶν

ἑαυτοῦ. (ῃερς. 318.) Καὶ ἡ μὲν εἰσβολὴ τοῦ λόγου τῷ νεανίᾳ ῥήτορι, γοργὴ καὶ

κομματικὴ, κατὰ σχῆμα θυμικὸν ἐνδιάθετον. φησὶ γάρ. ἐσθίεται μοὶ οἶκος. ὄλωλε δὲ

πίονα ἔργα. δυσμενέων δ' ἀνδρῶν πλεῖος δόμος. εἶτα ἐκτραγῳδεῖ ἐν ὀλίγῳ, μήλων

καὶ βοῶν εἰλιπόδων ἀπώλειαν. καὶ τοὺς μνηστῆρας ὑπέρβιον ἦτορ ἔχειν φησί. καὶ

ἱκάνεσθαι τὰ βασιλικὰ γούνατα, οὐ περί τινος μεγάλου, ἀλλ' ἐφ' ᾧ εἰπεῖν τὸν τοῦ

πατρὸς ὄλεθρον, εἴπερ εἶδεν ἢ ἤκουσε. καὶ μὴ διὰ αἰδῶ ἢ μείλιχον ἔλεον ἐπικρύψαι

τὰ κατὰ τὸν πατέρα. μνησθῆναι δὲ καὶ εἴπερ ἐκεῖνός ποτε ἐν Τροίᾳ ἐλυσιτέλησέ τι τῷ

Μενελάῳ. εἰ καὶ εἰς ἀντίχαριν, εἰπεῖν ἄρτι πρὸς τὸν υἱὸν ἐκείνου, τὸ ἀληθές. (ῃερς.

325.) Καὶ ὅρα ὅτι κέντρωνος τρόπου ἐῤῥαψῴδησε τὰ ἐνταῦθα ἔπη ὁ Ὁμηρικὸς

Τηλέμαχος, ἐκ διαφόρων τόπων συλλεγέντων ἐνταῦθα τῶν στίχων τῷ ποιητῇ. ὡς

εἶναι αὐτὸν ἐφευρετὴν καὶ τῶν ὕστερον λεγομένων ὁμηροκέντρων ἐφ' οἷς οὐκ

ὀλίγος τισὶ μόχθος ἐγένετο. (ῃερς. 333.) Ὅτι ἐπὶ τοῖς μνηστευομένοις ἀναξίως

γυναῖκα τινὸς ἀριστέως, οὐκ ἀπᾷδον ῥηθῆναι τὸ, ὢ πόποι ἦ μάλα δὴ κρατερόφρονος

ἀνδρὸς ἐν εὐνῇ ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες. ἐτυμολογικὸν δὲ τὸ, ἐν

εὐνῇ ἤθελον εὐνηθῆναι. Μενέλαος δὲ τοῦτο λέγει περὶ τῶν τῆς Πηνελόπης

μνηστήρων. ὃς καὶ λαβὼν ἀφορμὴν ἐκ τοῦ καρτερόφρονος, καὶ ἐκ τοῦ ἀνάλκιδες.

(ῃερς. 335.) ὧν τὸ μὲν, οἰκεῖον λέοντι. τὸ δὲ, προσφυὲς ἐλάφοις, πορίζεται

παραβολὴν ταύτην. ὡς δ' ὁπότ' ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο. λέοντος, νεβροὺς

κοιμήσασα νεηγενέας γαλαθηνοὺς, κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα,

βοσκομένη. ὅ δ' ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν. ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον

ἐφῆκεν, ὣς Ὀδυσσεὺς κείνοισιν 1.168 ἀεικέα πότμον ἐφήσει. Καὶ ὅρα κἀνταῦθα

ταυτολογίαν καίριον τοῦ, ἀεικέα πότμον ἐφῆκε καὶ ἀεικέα πότμον ἐφήσει.

∆ιδυμοτόκον δὲ ὑποτίθησιν ἔλαφον, ἵνα μὴ παρεικάσῃ νεβρῷ ἑνὶ τοὺς τοσούτους

μνηστῆρας. οὐ γὰρ ἔδει. ἔλαφοι δὲ οὐκ ἀπεικότως ἂν νοηθεῖεν οἱ τῶν μνηστήρων

γονεῖς. οἳ ἀνάλκιδες αὐτοὶ ὄντες, ἀγεννεῖς τούτους νεβροὺς ἀφῆκαν εἶναι παρὰ τῷ

τοῦ Ὀδυσσέως οἴκῳ. διὸ καὶ ὕστερον κτεινομένοις, οὐκ ἐπαμύνουσι. (ῃερς. 335.)

Ξύλοχος δὲ, ἀλλαχοῦ μὲν, ἀπολύτως. ἐνταῦθα δὲ, λέοντος ξύλοχος. ὡς εἴτις εἴπῃ,

κοίτη. τόπος. ὀρεινὴ κατάδυσις. (ῃερς. 336.) Νεβροὶ δὲ, οἱ ἀτελεῖς ἔτι ἔλαφοι. διὸ

ἡρμήνευσεν ἐπαγαγὼν τὸ, νεηγενέας. καὶ ἔτι σαφέστερον τὸ, γαλαθηνούς. Πάνυ δὲ

ἐξευτελίζει τοὺς μνηστῆρας οὐ μόνον τῇ πρὸς ἁπλῶς ἐλάφους παραβολῇ τὰς

φυζακινὰς τὰς ἀναλκίδας, ἀλλὰ καὶ ὅτι οὐδὲ τελείαις ἐλάφοις εἰκάσθησαν, ἀλλὰ

νεβροῖς. ὧν ἐτυμολογία, ἐκ τοῦ, νέον βορᾶς ἢ πορείας ἄρχεσθαι. ἢ παρὰ τὸ

ἐστερῆσθαι βορᾶς ἔτι διὰ τὸ θηλάζειν. ἢ καὶ παρὰ τὸ μήπω ἔχειν πορεύεσθαι. δῆλον

δ' ὅτι νεβροῦ παράγωγον, νέβρειος. καὶ οὐ μόνον ποὺς ἢ ἄλλό τι τοιοῦτον, ἀλλὰ καὶ

αὐλός. ἐγίνοντο γὰρ ὥσπερ ὄνειοι καὶ ἐλάφειοι, οὕτω καὶ νέβρειοι αὐλοί. ὡς δῆλον

καὶ ἐκ τοῦ, νεβρείων ὅσον σάλπιγξ ὑπερίαχεν αὐλῶν, καὶ ἑξῆς. ἐν ᾧ τοιοῦτός ἐστιν ὁ

νοῦς. ὅσον ἡ σάλπιγξ ὑπερφωνεῖ τοὺς νεβρείους αὐλοὺς, τοσοῦτον καὶ ἡ ἐμμέλεια

τῆσδε τῆς ποιήσεως οἷον τῆς καθ' Ὅμηρον ἢ Ἤρινναν, τὴν τοῦ δεῖνος. Τὸ δὲ

κοιμήσασα, διὰ τοῦ ˉη ὡς τῷ ποιητῇ σύνηθες, γράφεται. Τὸ δὲ νεηγενέας, ταυτόν

ἐστι τῷ νεογνοὺς, ἔτι δὲ καὶ τῷ νεογιλούς. οἳ νεογινοὶ ὄντες, τροπὴν ἔπαθον τοῦ ˉν

εἰς ˉλ ὁμοίως τῷ, νίτρον λίτρον. καὶ πνεύμων πλεύμων. Τὸ δὲ γαλαθῃνοὺς, ἐκ τοῦ

γάλα θῆσθαι ὃ πρὸ ὀλίγου ἐγράφη, συντέθειται. (ῃερς. 337.) Κνημοὶ δὲ ὡς

ἀκριβέστερον ἐν τῇ Βοιωτίᾳ ἐδηλώθη, ὀρεινοὶ τόποι, οἱ μετὰ τοὺς πρόποδας

ἀνωτέρω. Τὸ δὲ ἐξερέῃσιν, ἀντὶ τοῦ ἐρωτᾷ. καὶ ἔστι γλυκεῖα λέξις ὡς ἐπὶ λογικοῦ

τινος ῥηθεῖα. ἢ μᾶλλον ἀντὶ τοῦ, ἐξερευνᾷ. πρωτότυπον γὰρ τὸ ἐρέειν, τοῦ ἐρευνᾶν.

ἔστι γὰρ ἐρέω, ἐξ οὗ κατ' ἐπένθεσιν, ἐρεύω ὡς χέω χεύω. ἀφ' οὗ τὸ ἐρευνῶ. ὡς οἴχω

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

191

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!