18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

μαστορίδην γοῦν τινὰ ὁ ποιητὴς Ἁλιθέρσην, πλάττει δεξιὸν ἐκζητήσεως πάντως καὶ

μαθήσεως, ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι. ὃς καὶ λύων κεφαλαιωδῶς τὸ

κατὰ τοὺς ῥηθέντας ἀετοὺς ἑρμήνευμα οἰωνοσκοπητικῷ τρόπῳ, λέγει τοῖς

μνηστῆρσιν, ὅτι τι μέγα πῆμα ὡς ἐῤῥέθη κυλίνδεται αὐτοῖς, καὶ ὅτι Ὀδυσσεὺς οὐκ ἐπὶ

πολὺ ἀπάνευθε τῶν αὐτῷ φίλων ἔσεται. ἀλλά που ἤδη ἐγγὺς ὢν, ὡς ἐδήλου τὸ

πλησίον ἀλλήλων τοὺς ἀετοὺς πέτεσθαι, φόνον τούτοις καὶ κῆρα ὡς καὶ προεγράφη

φυτεύει πάντεσσι. πολέσι δὲ καὶ ἄλλοισι κακὸν ἔσται οἳ νεμόμεθ' Ἰθάκην εὐδείελον,

ἤγουν εὐπεριόριστον, ἢ εὖ πρὸς δείλην κειμένην ὡς ἐν τοῖς ἑξῆς που ῥηθήσεται

σαφέστερον. (ῃερς. 157.) Ἰστέον δὲ ὅτι τὸν διειλημένον Ἁλιθέρσην, γέροντα οἶδεν ὁ

ποιητὴς, τοιούτων γὰρ ἀνδρῶν ἡ πολυπειρία. καλεῖ δὲ αὐτὸν καὶ ἥρωα, τῆς

παῤῥησίας καὶ μαθήσεως ἀποδεξάμενος. (ῃερς. 158.) Ὄρνιθας δὲ καὶ νῦν ἔφη, τοὺς

οἰωνοὺς, ἐξ ὧν οἱ κατὰ τέχνην οἰωνοπόλοι καὶ ὀρνιθοσκόποι λέγονται. καὶ ἐναίσιμα

δὲ, τὰ τῆς κατὰ τὸ μοιρίδιον αἴσης δηλωτικά. δῆλον δὲ ὅτι λέγεται καὶ ἐπὶ δικαίου

καὶ πρέποντος πράγματος τὸ ἐναίσιμον, ὡς δηλοῖ τὸ, ἀτὰρ τοῦτό γ' ἐναίσιμον οὐκ

ἐνόησε, πρὸ ὀλίγου διὰ τὴν Πηνελόπην ῥηθέν. (ῃερς. 165.) Τὸ δὲ φυτεύει, ἀντὶ τοῦ,

ἐπιμελῶς κατηργάζεται. ὅθεν οἱ ὕστερον λαβόντες ἀρχὴν, ὑπορύττειν φασὶ τὸ

δολιεύεσθαι. ὃ καὶ αὐτὸ, τοῖς φυτεύουσι παρέπεται. Ἰστέον δὲ ὡς εἴ τις τῷ φυτεύοντι

κῆρα, συντάξει καὶ τὸν συκοφάντην, γλυκερῷ μὲν φυτῷ παρωνυμούμενον κατὰ τὸ

συκαῖ τε γλυκεραὶ κηραίνοντα δὲ τὰ εἰς τέλος οὐ γλυκύπικρον ἀλλὰ πευκεδανὸν,

οὐκ ἀφυῶς ἂν ἐπιβαλεῖ. (ῃερς. 167.) Ἐν δὲ τῷ, νεμόμεθα, καὶ ἑαυτὸν ὁ Ἁλιθέρσης διὰ

τὸ φιλάληθες καὶ ἀνεπαχθὲς συνεισάγει τοῖς κακωθῆναι μέλλουσι. καὶ ταῦτα, εἰδὼς

αὐτὸς πταῖσαι μηδέν. Ὅρα δὲ τὰ ἐν τῷ τραχεῖ λόγῳ τοῦ Ἁλιθέρσου ἱλαρὰ ποιητικὰ

πάρισα ἐν δυσὶ κείμενα στίχοις. τὸ, τοῖσδεσι. πάντεσσι. πολέσιν. ἄλλοισιν. ἔνθα καὶ

πρὸς ὀρνιθοθήραν τεχνικὸν, ἀστείως ἂν ῥηθείη τὸ, ὃ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο

ὄρνιθας γνῶναι. ὅπερ δύο ἐλλείψεις ἔχει. μίαν μὲν, προθέσεως. ἑτέραν δὲ, ἄρθρου.

λέγει γὰρ ὅτι μόνος κατὰ τοὺς ὁμήλικας ἐκέκαστο τῷ εἰδέναι ὄρνιθας. Ὅτι ὁ διὰ

κοινὸν φόβον ἐθέλων παῦσαί τι κακὸν, καλῶς ἂν εἴποι τὸ, ἀλλὰ πολὺ πρὶν

φραζώμεσθ' ὥς κεν καταπαύσομεν. οἱ δὲ καὶ αὐτοὶ, ἤγουν οἱ ἄτακτοι, παυέσθων. καὶ

γάρ σφιν ἄφαρ τόδε λώϊόν ἐστιν ὑπερβατῶς δὲ ἐφράσθη. τὸ γὰρ ὀρθὸν, οἱ δὲ, καὶ

αὐτοὶ παυέσθων ἄφαρ ἤγουν εὐθέως καὶ ὡς εἰπεῖν. συναπτῶς, ὡς ἀπὸ τοῦ ἅπτω. οὗ

παρακείμενος, ἦφα. ἐξ οὗ ἄφαρ ἐπίῤῥημα ψιλούμενον Αἰολικῶς. (ῃερς. 170.) Ὅτι ὁ

πεποιθότως προλέγων, ἐρεῖ τὸ, οὐ γὰρ ἀπείρητος μαντεύσομαι ἀλλ' εὖ εἰδώς. (ῃερς.

171.) Ὅτι ὁ ῥηθεὶς Ἁλιθέρσης ἑαυτὸν συνιστῶν ἐπὶ μαντικῇ τέχνῃ, φησί. καὶ γὰρ

ἐκείνῳ τουτέστι τῷ Ὀδυσσεῖ, φημὶ τελευθῆναι ἅπαντα. Ὣς οἱ ἐμυθεόμην ὅτε Ἴλιον

εἰσανέβαινον Ἀργεῖοι, μεταδέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς. Φῆν, κακὰ πολλὰ

παθόντ' ὀλέσαντ' ἄπο πάντας ἑταίρους, Ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ

οἴκαδ' ἐλεύσεσθαι. (ῃερς. 174.) Καὶ ὅρα σύνοψιν τῆς Ὀδυσσείας ἐνταῦθα ἐν οὐδὲ

ὅλοις τρισὶ στίχοις. συνελόντα γὰρ φάναι, ἡ τῆς Ὀδυσσείας περιοχὴ οὐδὲν ἄλλο ἐν

καιρίῳ ἱστορεῖ, ἀλλ' ἢ τὰ ἐπελευστικῶς ἐνταῦθα ῥηθέντα. Τί δὲ τὸ εἰς Ἴλιον

ἀναβαίνειν, πολλαχοῦ δηλοῦται. Ὅρα δὲ τὸ, καὶ γὰρ ἐκείνῳ φημὶ, ὡς καιρίως

λεχθέντες τοῦ φημί. ἀξιωματικῶς γὰρ εἴρηται τὸ φημί. κατὰ τὸ, αὐτὸς ἔφατο, τὸ

Πυθαγορικόν. ἐπεὶ γὰρ οὐδὲν ὧν φησὶ προειπεῖν, δόξοι ἂν τελευτᾶσθαι ἤτοι

τελεῖσθαι ὡς κατωτέρω φησὶ, διατοῦτο λέγει ὅτι φημί. μονονουχὶ λέγων, ὡς ἐγὼ

προορῶν καὶ εὖ εἰδὼς, φημὶ ἐκεῖνα πάντα τελευτᾶσθαι. (ῃερς. 178.) Ὅτι ὁ

καταλαζονευόμενος γέροντος προλέγοντός τι ὡς αὐτὸς κρεῖττον εἰδὼς, εἴποι ἂν, Ὦ

γέρον. εἰ δ' ἄγε δὴ μαντεύεο σοῖσι τέκεσσιν Οἴκαδ' ἰὼν, μή που τι κακὸν πάσχωσιν

ὀπίσσω. ταῦτα δ' ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι. ἔστι δὲ κἀν 1.91 ταῦθα τὸ, εἰ

δ' ἄγε δὴ, παρακελευσματικὸν ὡς πολλαχοῦ ἐφάνη. (ῃερς. 181.) Ὅτι τὴν

οἰωνοσκοπητικὴν διαβαλεῖν ἐθελήσας ὁ τοῦ Ὁμήρου Εὐρύμαχος, ῥιζόθεν μὲν αὐτὴν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

103

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!