18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καὶ ὅτι ἰσοδυναμούντων κατὰ νοῦν τοῦ τε χρίω καὶ τοῦ ἀλείφω, τὸ μὲν χρίω, παρὰ

τὸν χροῦν ἐῤῥέθη ὃς χρίεται. τὸ δὲ ἀλείφω, παρὰ τὸ ἀλέω καὶ τὴν ἐξ αὐτοῦ ἀλέαν ὅ

ἐστι θερμασίαν, ἐπενθέσει τοῦ ˉι. ὅπερ ἐστὶν ὅτε μονάζει ἐκδραμόντος ἐν ταῖς ἐκ τοῦ

ἀλείφω παραγωγαῖς τοῦ φυσικοῦ ˉε. γίνεται δὲ αὐτὸ οὐ μόνον ἐν τῇ συναλιφῇ τῇ

δηλούσῃ κράσιν καὶ συναίρεσιν, ἀλλὰ καὶ ἐπὶ ἄλλων. τὰ γάρ φασιν ἐκ τοῦ ἀλείφω

ὀνόματα διὰ μὲν τοῦ ˉπ ˉτ ὄντα, φυλάττει τὴν δίφθογγον ὡς καὶ ἐν ἄλλοις

δηλοῦται. οἷον ἀλειπτόν. ἀνήλειπτον. ἀναπάλειπτον. διὰ δὲ τοῦ ˉφ, μόνον τὸ ἰῶτα

ἔχουσιν. οἷον. ἀνηλιφὴς ναῦς ἡ μὴ ἀλιφεῖσα πίσσῃ. καὶ πισσαλιφὴς, ἡ πεπισσωμένη.

τὸ ἄλειφαρ ἢ ἄλειφα δίχα τοῦ ˉρ, οὐ σύνθετον κατὰ ταῦτα καὶ κατὰ τὴν συναλιφὴν,

διὸ καὶ φυλάσσει τὴν θεματικὴν δίφθογγον. ὅτι δὲ ἄλλως ἐκ τοῦ ἀλείφω καὶ ἡ

ἀλοιφὴ γίνεται καὶ ὁ ἀλοιμὸς, ἑτέρωθι γέγραπται. (ῃερς. 230.) Ὅτι λουσάμενον τὸν

Ὀδυσσέα, ἔθηκεν ἡ Ἀθηνᾶ μείζονάτ' εἰσιδέειν, καὶ πάσσονα. κὰδ δὲ κάρητος οὔλας

ἧκε κόμας (ῃερς. 231.) ὑακινθίνῳ ἄνθει ὁμοίας. ὅ ἐστι μελαίνας κατὰ τὸν ὑάκινθον

τὸ ἄνθος, ὁποίας καὶ τοῖς Ἰνδοῖς ὁ περιηγητὴς χρώζει τὰς κόμας. οὐ γὰρ ἔχει

πιθανῶς ξανθὰς πλάσαι τρίχας τῷ ὁμογέροντι καθὰ τῷ Μενελάῳ καὶ τῷ

Ῥαδαμάνθυϊ. καὶ ἐν τοῖς ἑξῆς δέ που, κυάνεαι γίνονται τῷ Ὀδυσσεῖ γενειάδες πρὸς

τῆς Ἀθηνᾶς. καὶ ὅμως, ἐναντιοῦται πρὸς ταῦτα τὸ, ξανθάς δ' ἐκ κεφαλῆς ὄλεσε

τρίχας. ἴσως οὖν, ἐνταῦθα τὸ χρόνιον τῆς κακώσεως τὴν μελανίαν ἐποίησε τῶν

τριχῶν. ἢ καὶ ἄλλως, οὐ κατὰ μελανίαν ἡ πρὸς ὑάκινθον τῆς κόμης ὁμοίωσις, ἀλλὰ

πρὸς τὸ οὖλον αὐτῆς, ἤγουν πρὸς τὸ οὐλότριχον. εἶτα παραδηλῶν ὡς φύσει καλὸς

ὢν ὁ Ὀδυσσεὺς, ἐξηλλάγη πρὸς τὸ κάλλιον. (ῃερς. 232.) καὶ ὡς τοῦ μὲν καλὸν εἶναι,

ἡ φύσις, τοῦ δὲ τοιοῦτον δοκεῖν, ἡ θεόθεν χάρις αἰτία, εἰκάζει αὐτὸν ἀργύρῳ

χρυσωθέντι. εἰπών. ὡς δ' ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ, ἀνὴρ ἴδρις. ὃν

Ἥφαιστος δέδαε καὶ Παλλὰς Ἀθήνη τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει, ὣς

ἄρα τῷ, κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις ἡ Ἀθηνᾶ. (ῃερς. 236.) τοῦτο δὲ καὶ

ἄλλως φράζων, ἐπιφέρει. ἕζετ' ἔπειτ' ἀπάνευθε κάλλεϊ καὶ χάρισι στίλβων. θηεῖτο δὲ

κούρη. τά δ' αὐτὰ ῥητῶς περὶ Ὀδυσσέως πλάττει, καὶ ὅτε τῇ Πηνελόπῃ ἀνεγνωρίσθη.

ἔνθα μετὰ τὸ περιβαλέσθαι τὸν Ὀδυσσέα φᾶρος καλὸν καὶ χιτῶνα, ἐπάγει ὅτι κατὰ

κεφαλῆς χεῦε πολὺ κάλλος Ἀθήνη καὶ τὰ ἑξῆς. (ῃερς. 230.) δηλοῖ δ' ἐν τούτοις ὁ

ποιητὴς, ὡς τὸ σῶμα λουτροῖς τε τημελούμενον, κάλλιον γίνεται. καὶ ἱματίων δὲ

λαμπρῶν περιθέσει, εἰς τὸ καλὸν ἐξαλλάττεται. ὥσπερ αὖ πάλιν αὐχμοῦ πιναρότης

καὶ κακὰ σπεῖρα, τὸ λαμπρὸν εἶδος ἀφανίζουσιν. ἀμέλει, καὶ ἡ Ἀθηνᾶ οὕτω τὸν

Ὀδυσσέα ἐπικρύψει καὶ ποιήσει πᾶσιν ἄγνωστον. ὑποκατιὼν δὲ ὁ ποιητὴς, εἰς πλέον

αὔξει τῇ κόρῃ τὸ ἐπὶ Ὀδυσσεῖ θαῦμα. καὶ Τηλέμαχος μὲν ἐν τοῖς εἰσέπειτα περὶ

Ὀδυσσέως μεταβληθέντος εἰς τὸ φαιδρότερον, ἀλλοῖος μοι ξεῖν' ἐφάνης ἐρεῖ καὶ τὰ

ἑξῆς. (ῃερς. 242.) ἡ δὲ Φαιακικὴ νεᾶνις ταῖς εὐπλοκάμοις καὶ λευκωλένοις

ἀμφιπόλοις ἐκκαλύπτουσα ὡς καὶ προελέχθη τὸν ἔρωτα, λέγει. ὡς πρόσθε μὲν δή

μοι ἀεικέλιος ἐδόκει εἶναι, νῦν δὲ θεοῖσιν ἔοικε τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, αἲ γὰρ

ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη ἐνθάδε νεαιτάων, (ῃερς. 245.) καί οἱ ἄδοι

τουτέστιν ἀρέσκοι, αὐτόθι μένειν. Καὶ ὅτι τῷ μὲν Ὀδυσσεῖ ἔφη ἡ κόρη αὐτὸ δὴ μόνον

ὡς οὔτε κακῷ οὔτ' ἄφρονι φωτὶ ἔοικε. (ῃερς. 243.) ταῖς δ' ἀμφιπόλοις κατ' ἰδίαν

λαλοῦσα, ἐθάῤῥησεν οὐ θεῷ ἑνί τινι αὐτὸν εἰκάσαι ὡς ἐκεῖνος αὐτὴν τῇ Ἀρτέμιδι,

ἀλλὰ θεοῖς. καὶ οὕτως ἐνδιαθετώτερον ἀντέδωκε τὴν σύγκρισιν. οὐδὲ γὰρ

ἀκούοντος ἐκείνου ἔφη, ἀλλ' ἰδίᾳ ὄντος. ὁ δέ γε πολὺς πόθος, ἐν τοῖς ἑξῆς πείσει τὴν

κόρην, εἰπεῖν πλαγίως πως καὶ πρὸς τὸν Ὀδυσσέα τοιοῦτόν τι καὶ ἀντεπαινέσαι, ὡς

κατὰ τόπον ῥηθήσεται. καὶ τοιόνδε μὲν καὶ τοῦτο. (ῃερς. 230.) Τοῦ δὲ κάρητος,

εὐθεῖα τὸ κάρηαρ, οὗ γενικὴ, καρήατος. καὶ ἐν συγκοπῇ, κάρητος. (ῃερς. 231.) Οὖλαι

δὲ κόμαι 1.252 αἱ συνεστραμμέναι, παρὰ τὸ εἰλεῖν ἢ καὶ εἴλειν βαρυτόνως.

ἀμφοτέρως γὰρ λέγεται. Ἰστέον δὲ ὅτι ὡς ἀπὸ τῶν τοιούτων τριχῶν, στρεψίκαλλος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

286

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!