18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τράγημα. ὡς φαγῶ φαγήσω φάγημα. ᾧ σύστοιχον, καὶ ἡ ἀλλαχοῦ φαγησιποσία.

(ῃερς. 91.) Ἡ δὲ ἄγρωστις βοτάνη ἣν ἀγρίαν ἡ κοινὴ γλῶσσα φησὶν, ὅτι μηλιηδής

ἐστιν ὅ ἐστι γλυκεῖα, δῆλον. ἔστι δὲ καὶ διουρητική. καὶ φιλεῖται τοῖς ἀλόγοις ζῴοις.

Ἐσφόρεον δὲ ὕδωρ, ἀντὶ τοῦ ἔφερον ἔσω τῶν πλυνῶν. ἐναντίον δὲ πρὸς τοῦτο, τὸ

ἐκφορεῖν. (ῃερς. 92.) Τὸ δὲ στεῖβον, ἀντὶ, τοῦ, ἐπάτουν. ἔτριβον τοῖς ποσίν. ὅθεν καὶ

στίβος ἡ ὁδὸς ἡ καὶ τρίβος ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. καὶ στιβὰς, ἡ καταπεπιλημένη

στρωμνή. Τὸ δὲ θοῶς ἔριδα προφέρειν, δοκεῖ ἐτυμολογία εἶναι τῆς ἐρίθου καὶ

συνερίθου. εἰ γὰρ καὶ παρὰ τὸ ἔριον ἐῤῥέθη γίνεσθαι ἡ ἔριθος, ἀλλ' οὐκ ἀπίθανον,

ἔριθον λέγεσθαι καὶ τὴν προφέρουσαν θοῶς ἔριδα. (ῃερς. 93.) Τὸ δὲ ῥύπα,

μεταπλασμὸν ἔπαθεν. ὡς γὰρ ὁ ζυγὸς τὸ ζυγὸν καὶ τὰ ὅμοια, οὕτω καὶ ὁ ῥύπος τὸ

ῥύπον. οὗ ἡ εὐθεῖα παρὰ Θεοκρίτῳ, εἰπόντι, ἅπαν ῥύπον. λέγει δὲ ῥύπα, τὰ ῥύπου

μετέχοντα. (ῃερς. 94.) Τὸ δὲ πέτασαν, δηλοῖ μὲν πάλιν τὸ ἥπλωσαν. ἔστι δὲ ἴσως

καιριώτερον τοῦ. αἴθρη πέπταται. ἐκεῖνο γὰρ, ἐπὶ μεγίστου πράγματος τέτραπται.

(ῃερς. 95.) λάϊγγας δὲ λέγει, τὰ σμικρὰ λιθάρια τὰ πρὸ τῶν χειλέων τοῦ ποταμοῦ.

(ῃερς. 96.) Τὸ δὲ ἀλειψάμεναι λίπ' ἐλαίῳ, ταυτόν ἐστιν ὡς καὶ εἴπερ εἶπε,

χυτλωσάμεναι ὑγρῷ ἐλαίῳ, τὸ πρὸ ὀλίγων ῥηθέν. καθὰ καὶ τὸ λίπα ἔλαιον, καθ'

ὁμοιότητα ἐῤῥέθη τοῦ, ὑγρὸν ἔλαιον. (ῃερς. 100.) Ὅτι 1.241 παιζούσας πλάττων τὰς

περὶ τὴν βασιλικὴν νεάνιδα, φησί. σφαίρῃ ταί τ' ἂρ ἔπαιζον ἀπὸ κρήδεμνα βαλοῦσαι,

ὅ ἐστιν ἀποῤῥίψασαι. καὶ γυμναῖς ἀφελῶς παίζουσαι ταῖς κεφαλαῖς. ταῖς δὲ, (ῃερς.

101.) Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς. εἶτα καὶ ἀποσεμνύνουσα ἡ Ὁμηρικὴ

(ῃερς. 102.) Μοῦσα οἷα εὖ εἰδυῖα τήν τε δέσποιναν καὶ τὰς ἀμφιπόλους, κατὰ

σεμνοτέραν παραβολὴν, ἐπάγει. οἵη δ' Ἄρτεμις εἶσι κατ' οὔρεος ἰοχέαιρα ἢ κατὰ

Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον. τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι. τῇ

δὲ, ἅμα νύμφαι κοῦραι ∆ιὸς αἰγιόχοιο ἀγρονόμοι παίζουσι. γέγηθε δέ τε φρένα Λητώ.

πασάων δ' ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα. ῥεῖα δ' ἀριγνώτη πέλεται, καλαὶ δέ τε

πᾶσαι, ὣς ἥ γ' ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής. (ῃερς. 110.) ἐπὶ δὲ τούτοις

δεικνὺς καὶ διατί παίζειν τὰ γυναικάρια ἔπλασεν, ἐπάγει. ἀλλ' ὅτε δὴ ἔμελλεν ἡ

βασιλικὴ παῖς πάλιν οἶκονδε νέεσθαι ζεύξασ' ἡμιόνους πτύξασά τε εἵματα καλά. τότε

δὴ Ἀθηνᾶ νοήσασα, ὡς Ὀδυσσεὺς ἔγροιτο, ἴδοι τε τὴν βασιλικὴν κόρην ἡγησομένην

αὐτῷ εἰς Ἀλκινόου, ἐποίησε τάδε. (ῃερς. 115.) Σφαῖραν ἔπειτ' ἔῤῥιψε μετ' ἀμφίπολον

βασίλεια. ἤγουν ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἡ δέσποινα. ἀμφιπόλου μὲν ἅμαρτεν, ἤγουν

ἀπέτυχεν, ἠστόχησε, (ῃερς. 116.) βαθείῃ δ' ἔμβαλε δίνῃ. δινήεις γὰρ ἤδη πέπλασται ὁ

ποταμός. αἵ δ' ἐπὶ μακρὸν ἄϋσαν. ὃς δὴ νόμος γυναικῶν ἐπὶ τοῖς καινοτέροις. (ῃερς.

117.) ὅ δ' ἔγρετο δῖος Ὀδυσσεύς. οὐχ' οὕτω τῇ μολπῇ ὅσον τῇ μακρᾷ βοῇ,

ἀφυπνισθείς. (ῃερς. 118.) ἑζόμενος δ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν, τὰ αὐτῷ

δοκοῦντα. (ῃερς. 116.) Καὶ σημείωσαι ὅτι διαβεβόηται τοῖς παλαιοῖς τὸ χωρίον τοῦτο

ἐπὶ συντομίᾳ ὡς οὕτω τάχιστα καὶ οὐ διὰ περιττολογίας ἀφυπνίζει τὸν Ὀδυσσέα. ἐν

οἷς ἐπαινεῖται καὶ τὸ, βαθείῃ δίνῃ. καὶ τὸ, μακρὸν ἄϋσαν ἵνα αἱ μὲν γυναῖκες,

θορυβηθῶσι διὰ τὸ μὴ πρὸς ὄχθαις ἀλλ' εἰς βάθος τὴν σφαῖραν πεσεῖν, καὶ διὰ τοῦτο

βοήσωσιν. Ὀδυσσεὺς δὲ, ἀνεγερθῇ διὰ τὸ μακρὸν τῆς βοῆς. (ῃερς. 115.) Ἐν τούτοις

δὲ, πρῶτα μὲν ῥητέον ὡς καὶ πάλαι ποτὲ τὸ σφαιρίζειν διὰ σπουδῆς ἤγετο. οὐχ'

ἁπλοῦν ὂν οὐδὲ αὐτὸ, ἀλλὰ διαφορὰς ἔχον ῥηθησομένας ἐν τοῖς ἑξῆς. μάλιστα δέ

φασιν ἐπεμελήθησαν ὕστερον σφαιριστικῆς, πόλεων μὲν, κοινῇ Λακεδαιμόνιοι.

βασιλέων δὲ, ὁ μέγας Ἀλέξανδρος. ἰδιωτῶν δὲ, Σοφοκλῆς ὁ τραγικός. ὃς καὶ, ὅτε

φασὶ τὰς πλυντρίας ἐδίδασκε, τὸ τῆς Ναυσικάας πρόσωπον σφαίρᾳ παιζούσης

ὑποκρινόμενος, ἰσχυρῶς εὐδοκίμησεν. εἶτα ἰστέον καὶ ὅτι παρὰ τὴν σφαῖραν ᾗ

παρώνυμον ὁ Ἐμπεδόκλειος σφαῖρος, πέπαικταί τινι παλαιῷ εἰς ἄσωτον βραχυήλικα

τὸ, Χαρίδης ὁ μικρὸς, ἐν πένθ' ἡμέραις σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν. οὕτω

συνεστρόγγυλεν ἰταμῶς καὶ ταχύ. Ἰστέον δὲ καὶ ὅτι σφαῖρα μὲν γίνεται, ἢ παρὰ τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

274

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!