18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀσαμίνθους ἐϋξέστας. ἐπεὶ δὲ καὶ τὸ ξύεσθαι ἐπὶ ξύλου λέγεται, εἰκότως καὶ δόρυ

ξυστὸν φαμέν. Τὸ δὲ ἐνήμεθα πάντες ἄριστοι, ἀνεπαχθῶς ἐῤῥέθη διὰ τὸ τοῦ ἐπαίνου

κοινόν. καθὰ καὶ Νέστωρ ἐμεθώδευσεν ἐν τῷ, ἀνέτλημεν μένος ἄσχετοι Ἀχαιοί. Τὸν

δὲ ∆ηΐφοβον νοητέον ἀκολουθεῖν τῇ Ἑλένῃ, ὡς ἂν εἴ τις ἔνδοθεν φωνήσοι, μὴ ἔχοι

κρύψαι τὸ γενόμενον ἡ Ἑλένη. φασὶ δὲ αὐτὸν θανόντος Πάριδος ἀγαγέσθαι τὴν

Ἑλένην, ὡς τῶν περιλειφθέντων ἀδελφῶν κρείττονα. ὃ καὶ Μενέλαος δηλοῖ,

θεοείκελον ὀνομάσας αὐτόν. οὐ γὰρ ἔχει κρύπτειν τὸ ἀληθές. (ῃερς. 277.) Τὸ δὲ

περίστειξας, ἀντὶ τοῦ περιῆλθες. περιώδευσας. Κοῖλον δὲ λόχον, ἀστείως εἶπε τὸν

δούρειον ἵππον. ἕτερος 1.166 μέντοι τολμηρῶς ἐθέλων φράζειν, καὶ βαθὺν δόλον

προσεῖπεν ἂν αὐτόν. καὶ Ἅιδου ἕρκος. καὶ εἴ τι τοιοῦτον. ἀστείως δὲ καὶ Σοφοκλῆς,

ὃς λέγεται ὕπουλον εἰπεῖν τὸν δούρειον ἵππον, παρενεγκὼν αὐτὸ ἐκ τοῦ σκωπτικῶς

λεγομένου ὑπούλου ἤθους τοῦ κατ' ἄνθρωπον μὴ ὑγιῶς ἔχοντα τοῦ τρόπου, ὡς ἀπὸ

ἑλκῶν ἃ δοκοῦντα ὑγιᾶσθαι, οὐκ εἰς παντελές φασι καθαρεύει. ἀλλὰ δηλαδὴ ὑπὸ τὴν

προφαινομένην οὐλὴν, κακόν τι κρύπτει ὁ δὲ τοιοῦτος ὕπουλος, καὶ σκοτομήδης ὑπὸ

τῶν παλαιῶν σκώπτεται. καὶ χθόνιος, ὡς διὰ δόλον στυγνὸς ὢν καὶ κατηφής. καὶ

σκοτοιβόρος, ὡς ὑπὸ σκότῳ βιβρώσκων τὸν πολεμούμενον. αὐτὸ μέντοι, δύναταί

ποτε δηλῶσαι καὶ τὸν κρύφα μονοφαγοῦντα. ἵνα ᾖ τότε αὐτὸς, συζυγῶν τῇ παρ'

Ἡσιόδῳ δειπνολόχῳ γυναικί. ἀναλογία δὲ πάντως τοῦ σκοτοιβόρος, πρὸς τὸ

ὁδοιπόρος, ὁδοιδόκος, καὶ τὰ ὅμοια. (ῃερς. 279.) Ἐν δὲ τῷ, πάντων Ἀργείων, ἢ ἔοικε

παρέλκειν τὸ πάντων διὰ τὸ καὶ ἀπίθανον καὶ ἀδύνατον εἶναι τὸ λεγόμενον. ἢ καὶ

ἄλλως πάντας Ἀργείους κἀνταῦθα λέγει, οὓς καὶ ἀνωτέρω εἶπεν ἐν τῷ. ἐνήμεθα

πάντες ἄριστοι καὶ κατωτέρω δὲ ἐν τῷ, ἔνθ' ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν. ἔχει δέ τι

καὶ ἀμφίβολον ὁ τόπος οὗτος. οὐ γὰρ μόνον δύναται νοεῖσθαι φωνὴ ὁμοία ταῖς

ἀλόχοις πάντων Ἀργείων, ἀλλὰ καὶ ἄλλως, ὅτι ὠνόμαζες ἀρίστους πάντων Ἀργείων.

Ἐντούτοις δὲ, ὅρα τὸ ἀλόχοισιν, ἁπλοϊκῶς ὡς ἐν σχεδιασμῷ ῥηθέν. ἐσκεμμένως γὰρ

εἰπεῖν, οὐκ ἀλόχοις φωνὴν ἤϊσκεν ἡ Ἑλένη, ἀλλὰ πάντως ταῖς τῶν Ἑλληνικῶν

ἀλόχων φωναῖς. ὑποκρινομένη δηλαδὴ κατὰ φωνὴν εἰ καὶ μὴ κατὰ σχῆμα. ἔστι γὰρ

κατὰ τοὺς παλαιοὺς ὑπόκρισις, διάθεσις φωνῆς καὶ σχήματος, πιθανή. πρέπουσα τῷ

ὑποκειμένῳ προσώπῳ καὶ πράγματι. Ἄντικλον δὲ, ὁ μὲν Ὁμηρικὸς οὐκ ἔχει

κατάλογος ὡς εἶναι αὐτὸν γνώριμον κατὰ ἡγεμονίαν, ἀγαθὸς δὲ ἄλλως ἔοικεν εἶναι

ἀνὴρ τὰ πολεμικὰ, διὸ καὶ ἐνεκρίθη εἰς λόχον. ὡς μὴ κατὰ ἡγεμόνας ἐπιλεγέντων

ἀλλὰ ἀριστίνδην τῶν ἐν τῷ δουρείῳ ἵππῳ ἐνεδρευσάντων. (ῃερς. 287.) Μάσταξ δὲ,

οὐ μόνον ἡ τροφὴ ὡς καὶ ἐν ἄλλοις, ἀλλὰ καὶ τὸ στόμα ὡς ἐνταῦθα. παρὰ τὸ

μαστᾶσθαι δὲ γίνεται καὶ ἀμφότερα. τινὲς δὲ, καὶ τὸ χεῖλος οὕτω φασὶν. ἐν δὲ

ῥητορικῷ λεξικῷ εὕρηνται καὶ μάστακες αἱ ἀκρίδες, καὶ λέγεται κεῖσθαι τοῦτο παρὰ

Σοφοκλεῖ ἐν Φινεῖ. ἐκεῖ δὲ, ἐμφέρεται καὶ ὅτι μάσταξ αἱ ἐπὶ τοῦ ἄνω χείλους τρίχες.

πάππος δ', αἱ ἐπὶ τοῦ κάτω. Ἔνθα σημείωσαι ὡς ὁ παρὰ τοῖς ἄλλοις κοινῶς

λεγόμενος μύσταξ διὰ τοῦ ˉυ, μάσταξ ἐκεῖσε διὰ τοῦ ˉα γράφεται. Αἴλιος δὲ

∆ιονύσιος, καὶ μασταρύζειν φησὶ τὸ κακῶς μασᾶσθαι καὶ βλακικῶς. (ῃερς. 288.) Τὸ δὲ

χερσὶ κρατεραῖς, ἐνταῦθα μάλιστα καιριώτατον, ἔνθα ἐγκρατῶς πιέζουσι. Τὸ δὲ

σάωσε δὲ πάντας Ἀχαιοὺς, τὸ καίριόν ἐστι τοῦ διηγήματος, ὃ ἔρεξεν ὁ κρατερὸς

Ὀδυσσεύς. οὗ μὴ ῥεχθέντος, κίνδυνος ἦν, καὶ τοῦ δορείου ἵππου βοὴν ἐξηχηθῆναι

τότε ὀλέθριον, ἄλλον τρόπον ἤπερ ἐπὶ τοῦ ταύρου κατὰ τὸν Φάλαριν λέγεται. (ῃερς.

292.) Ὅτι ὁ μαθὼν οἰκείου τινὸς ἀνδραγαθίας μεγάλας μὲν οὐκ ἀλεξικάκους δὲ,

δυνήσεται εἰπεῖν ὅτι, ἄλγιον. οὐ γάρ οἵ τι τά γ' ἤρκεσε λυγρὸν ὄλεθρον, οὐδ' εἴ οἱ

κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν. Τηλέμαχος δὲ τοῦτο λέγει ἐφ' οἷς ἔμαθεν

ἀνδραγαθίσασθαι τὸν κρατερὸν πατέρα. Τὸ δὲ ἄλγιον, κατὰ τελείαν στιχθὲν,

ἐλλειπτικῶς εἴρηται ἀντὶ τοῦ, ἀλγεινόν ἐστι τὸ πρᾶγμα. (ῃερς. 293.) Ὅρα δὲ ὅτι

πολλαχῶς τὴν φωνὴν στρέφων ὁ ποιητὴς, τὸ ἐν ἄλλοις χάλκεον καὶ σιδήρεον ἦτορ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

189

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!