18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἄπεισιν ἐς ποταμὸν πλυνέουσα, δηλώσει αὐτὴ μετ' ὀλίγα πιθανῶς, εἰποῦσα τὸ, τά δ'

ἐμῇ φρενὶ πάντα μέμηλε. δήλη δὲ ἐν τοῖς τοιούτοις ἡ ἡρωϊκὴ ἀφέλεια καὶ εὐτέλεια.

εἵματα γὰρ φοροῦσιν οἱ βασιλεῖς πλυνόμενα καὶ οὐχ' ἁπλῶς, ἀλλὰ καὶ ἐν ποταμῷ

καὶ οὐδαμοῦ χρυσὸς ἐνταῦθα ἤ τι ἕτερον ἀπρόσιτον ὕδατι, ἀλλ' ἔχαιρον καθαρὰ

φοροῦντες νεόπλητα. (ῃερς. 41.) Ὅτι σεμνολογῶν ὁ ποιητὴς τὰ οὐράνια, φησὶν ὡς

ἀπέβη Ἀθήνη Οὔλυμπόνδε. ὅθι φασὶ θεῶν ἔδος ἀσφαλὲς αἰεὶ ἔμμεναι. οὔτ' ἀνέμοισι

τινάσσεται. οὔτέ ποτ' ὄμβρῳ δεύεται. οὔτε χιὼν ἐπιπίλναται ἀλλ' αἴθρη πέπταται

ἀννέφελος. λευκή δ' ἐπιδέδρομεν αἴγλη. τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα

πάντα. (ῃερς. 42.) καὶ τοιοῦτος μὲν ὁ Ὄλυμπος τά γε ἄνω. τὰ γάρ τοι κάτω καὶ μετὰ

τὰ νέφη, ἀγάννιφός που λέγεται. (ῃερς. 44.) Τὸ δὲ αἴθριον τοῦ Ὀλύμπου καὶ

ἀνέφελον καὶ αἰγλῆεν, εὔλογον. διότι οὐδὲ ἀναθυμίασις ἄνεισιν ἕως τῶν

ὑψηλοτάτων. Ἰστέον δὲ ὡς πολλὰ καὶ ἄλλα ὄρη μὴ νεφελοῦσθαι τὰς κορυφὰς

ἱστόρηνται, γνωσθέντα ἐκ πείρας θυτικῆς. θύσαντες γὰρ καὶ τῇ σποδῷ ἐντυπώσαντες

γράμματα, εἶτα εἰς ἔτος ἀνελθόντες, εὗρον αὐτὰ πάλιν διηρθρωμένα καὶ εἰς τὸ πᾶν

ἀσκέδαστα. οἱ δὲ παλαιοὶ φασὶ καὶ ἐπουράνιον καλεῖσθαι τὴν τοῦ Μακεδονικοῦ

Ὀλύμπου κορυφήν. σημειούμενοι καὶ ὅτι οὐρανός ἐστι καθ' Ὅμηρον, τὸ ἀπὸ νεφῶν

ἕως τοῦ κατηστερισμένου τόπου διάστημα. συνωνύμως τῷ καταστερισμένῳ.

καλούμενον καὶ αὐτὸ οὐρανός. (ῃερς. 42.) Ὅρα δὲ ὅτι τὸ μὲν εἶναι θεῶν ἔδος τὸν

Ὄλυμπον, ἐνδοιαστικῶς εἶπεν. ἔφη γάρ. ὅθι φασὶ θεῶν ἕδος εἶναι. τὰ δὲ ἑξῆς ἤγουν

τὸ μὴ ἀνέμους ἔχειν μηδὲ ὄμβρους μηδὲ χιόνα αἴθρην δὲ καὶ αἴγλην, ἀποφαντικῶς

προήγαγεν. ἐκεῖνο μὲν γὰρ, μυθικόν. ταῦτα δὲ, ἀληθῆ. ἄλλως δέ γε καὶ τὸ μυθικὸν

θεραπεύεται, εἰ θεοὶ ὑπονοηθεῖεν οἱ ἀστέρες καὶ τὰ προσεχῶς ὑπ' αὐτοὺς καὶ κατ'

αὐτούς. τότε γὰρ τὸ φασὶν, οὐ κατ' ἐνδοιασμὸν κείσεται, ἀλλὰ κατὰ κοινὴν δόξαν.

αἰγλήεντα γὰρ τὰ ἐκεῖ καὶ μεστὰ αἴθρης, καὶ νεφέλαις ἀσκίαστα. (ῃερς. 43.) Τεχνικῶς

δὲ τὸ χωρίον κατὰ γοργότητα προῆκται καὶ κάλλος. ὡράϊσται γὰρ παρίσοις τῷ,

τινάσσεται. δεύεται. πίλναται. πέπταται. τούτων δὲ τῶν τεσσάρων τὰ μὲν δύο, ἄλλως

παθητικῶς λέγονται, τὸ τινάσσεται καὶ τὸ δεύεται. τὸ δὲ πίλναται καὶ τὸ πέπταται,

ἑτέρως κατὰ μόνην φωνὴν παθητικήν. (ῃερς. 44.) οὐ πελάζει γὰρ περὶ τὸν οὐρανὸν

χιὼν, ἀλλὰ αἴθρη ἥπλωται. καὶ εἴρηται τοῦτο μὲν, κατὰ θέσιν. ἐκεῖνα δὲ τὰ τρία,

κατὰ ἄρσιν. Γίνεται δὲ τὸ πίλναται, ἀπὸ τοῦ πελῶ μεταβληθέντος τοῦ ˉε εἰς ˉι ἅμα

τῇ ἐπενθέσει τοῦ ˉν. ὁμοίως τῷ κεδῶ κιδνῶ. καὶ ἑτέροις πολλοῖς. Αἴθρη δὲ, φανερῶς

ἡ εὐδία. ὅθεν δοκεῖ καὶ Βορέας αἰθρηγενέτης γίνεσθαι. (ῃερς. 45.) Τὸ δὲ πέπταται

ἀντὶ τοῦ ἐξήπλωται, ἀπὸ μικροπρεποῦς λέξεως εἰς μέγα πρᾶγμα τέτραπται. κυρίως

γὰρ ἐπὶ πτηνῶν ἡ λέξις. ἐνταῦθα δὲ ἁπλῶς τὸ χύμα τῆς ἄνω αἰθρίας δηλοῖ. Τὸ δὲ

ἀννέφελος, εἰ καὶ μὴ ἐδίπλαζε τὸ ˉν, ὅμως εἶχε καὶ ἄλλως ἐκτείνειν τὴν ἄρχουσαν,

ὡς τὸ ἀκάματος καὶ ἀθάνατος. Τὸ δὲ ἐπιδέδρομεν, ἀντὶ τοῦ ἐπιτρέχει. ἐπιπολάζει. καὶ

ἔχει διαφορὰν πολλὴν πρὸς τὸ ἀναδέδρομεν. ὅπερ οὐκ ἔστιν οἰκεῖον ἐνταῦθα

λεχθῆναι. οὐ γὰρ κάτωθεν ἀναδέδρομεν εἰς Ὄλυμπον αἴθρη οὗ νεφελώδη τὰ κάτω,

ἀλλ' ἐπιδέδρομεν ὡς εἴρηται. (ῃερς. 52.) Ὅτι ἀφελῶς ἡ δέσποινα ἐνταῦθα ἐπ' ἐσχάρῃ

κάθηται, ἴσως διὰ τὸ προῤῥηθὲν ψύχος. οὕτω δὲ καθημένην καὶ ἐν τοῖς ἑξῆς,

Ὀδυσσεὺς ἱκετεύσει αὐτήν. κάθηται δὲ νῦν σὺν ἀμφιπόλοισι γυναιξὶ, ἠλάκατα (ῃερς.

53.) στρωφῶσ' ἁλιπόρφυρα, τουτέστι μέλανα κατὰ τὸ ἰοδνεφὲς εἶρος ὃ πρὸ τούτου

εἶχεν ἡ Ἑλένη. καὶ ἄλλως δὲ εἰπεῖν, ἁλιπόρφυρα, τὰ ὅμοια πορφυρούσῃ ἁλί. ἢ τὰ ἐκ

1.238 θαλασσίας πορφύρας. (ῃερς. 52.) Τὸ δὲ ἀμφιπόλοισι γυναιξὶ, διὰ τὸ σαφὲς

οὕτως ἐφράσθη. οὐ μόνον διότι καὶ τύμβοι ἀμφίπολοι λέγονται ὡς καὶ ἀλλαχοῦ

ἐγράφη, ἀλλὰ καὶ ὡς εἰκὸς ὂν, καὶ ἐπὶ ἀνδρῶν νοεῖσθαι τὸ τοὺς δεσπότας

ἀμφιπολεῖν. (ῃερς. 53.) Ἠλάκατα δὲ, ὅτι τὰ ἔρια, πολλαχοῦ δηλοῦται. καὶ ὅτι

στρωφᾶν, τὸ στρέφειν ἤτοι κλώθειν, λέγεται. (ῃερς. 54.) Ὅτι ξυμβαλέσθαι καὶ

ξυμβαλεῖν, οὐ μόνον τὸ νοῆσαι καὶ τὸ κατὰ μάχην συμμίξαι, ἀλλὰ καὶ τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

270

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!