18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Καὶ ὅρα ὡς δυνάμενος ὁ ποιητὴς καὶ νῦν ποιῆσαι τὴν Πηνελόπην ἐπιφαινομένην

τοῖς μνηστῆρσιν, ὅμως οὐ ποιεῖ οὕτω, διὰ τὸ ἀνήνυτον. ταμιεύεται δὲ αὐτὸ τοῖς ἑξῆς

ἐν ἑτέρᾳ ἐπιβουλῇ μελετωμένη κατὰ Τηλεμάχου, ἐκκλίνων τὸ ὁμοειδές. Καὶ

σημείωσαι ὅτι κἀνταῦθα βραχυλόγος ἡ κοινὴ ἠθοποιΐα ἐστί. δίστιχος γάρ. (ῃερς.

772.) Ὅτι ἀστοχίαν δηλοῖ νοήματος τὸ, ὡς ἄρα τις εἴπεσκε, τὰ δ' οὐκ ἴσαν ἤτοι ἔγνων

ὡς ἐτέτυκτο. Ἔστι δὲ τὸ ἴσαν, παρατατικὸς τοῦ ἴσημι. (ῃερς. 774.) Ὅτι παίδευσις εἰς

τὸ ταχὺ ἐκτελέσαι τὸ μυστηριωδῶς βουλευθὲν, τὸ τοῦ Ὁμηρικοῦ Ἀντινόου, τὸ,

δαιμόνιοι. μύθους μὲν ὑπερφιάλους ἀλέασθε πάντας ὁμῶς, μήπου τις ἀπαγγείλῃσι

καὶ εἴσω. (ῃερς. 776.) ἀλλ' ἄγε σιγῇ τοῖον ἤγουν οὕτως ὡς ἔχομεν ἀναστάντες,

τελέωμεν μῦθον ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν. (ῃερς. 777.) Ἰστέον δὲ ὅτι τὸ,

ὃς ἐν φρεσὶν ἤραρεν, ἀντὶ τοῦ ὅσπερ θυμήρης ἡμῖν. ταυτὸν γὰρ θυμῆρες εἰπεῖν καὶ

φρεσὶν ἀραρός. καὶ ὅτι ἐκ τοῦ φρεσὶν ἄραρε, καὶ ὁ φρενήρης σύγκειται. (ῃερς. 778.)

Ὅτι πρὸ βραχέων ἐνεργητικῶς εἰπὼν, κρίνας ἀνὰ δῆμον ἀρίστους, ἐνταῦθα

παθητικῶς φησίν. ἐκρίνατο ἐείκοσι φῶτας ἀρίστους. διφορεῖται γὰρ καὶ ἡ τοῦ

ῥήματος τούτου διάθεσις ὡς πολλαχοῦ φαίνεται. (ῃερς. 780.) Ὅτι τὴν εἰς ἀνάπλουν

ἑτοιμασίαν, συντόμως οὕτω φράζει ὁ ποιητής. νῆα μὲν οὖν πάμπρωτον ἁλὸς

βένθοσδε ἔρυσσαν. ἐν δ' ἱστόν τε τίθεντο καὶ ἱστία νηῒ μελαίνῃ. ἠρτύναντο δ' ἐρετμὰ

τροποῖς ἐν δερματίνοισι. τεύχεα δέ σφ' ἤνεικαν ὑπέρθυμοι θεράποντες. ὑψοῦ δ' ἐν

νοτίῳ τήν δ' ὥρμισαν. Καὶ ὅρα τὸ ἀρτύνειν πλεονασμῷ τοῦ ˉν γεγονὸς ἐκ τοῦ

ἀρτύειν ὅπερ ἀνωτέρω εἶπεν Ὅμηρος. (ῃερς. 782.) Τὸ δὲ ἐρετμὰ, μεταπέπλασται. ἔστι

γὰρ καὶ ἀρσενικὸν ὁ ἐρετμός. Τροποὶ δὲ ὀξυτόνως ἤτοι κοινότερον εἰπεῖν

τροπωτῆρες, ἱμάντες οἷς ἡ κώπη πελάζουσα ἐνείρεται τῷ ἰδιωτικῶς λεγομένῳ

σκαλμῷ. ἐν δὲ λεξικῷ ῥητορικῷ, κεῖται καὶ ὅτι ὁ ῥηθεὶς ἱμὰς, καὶ ἐπικωπητὴρ

λέγεται. γίνεται δὲ παρὰ τὸ τρέπεσθαι ὅ ἐστι στρέφεσθαι. κάμπτεσθαι. κλώθεσθαι.

εἰλεῖσθαι. γυροῦσθαι. ὥσπερ δὲ τρόχος μὲν κατὰ τοὺς παλαιοὺς, ὁ ἄγγελος ἔτι δὲ καὶ

ὁ δρόμος. τροχὸς δὲ ὀξυτόνως ἐπὶ ἅρματος καὶ ἀπήνης καὶ τῶν τοιούτων. οὕτω καὶ

τρόπος μὲν βαρυτόνως, ἐπὶ ἤθους. τροπὸς δὲ, ὁ ῥηθεὶς ἱμάς. ὃν διεσάφησεν ὁ ποιητὴς

ἐν τῷ, τροποῖς ἐν δερμαντίνοις. (ῃερς. 785.) Τὸ δὲ ὑψοῦ ἐν νοτίῳ, δηλοῖ διττὸν εἶναι

τὸ ἐφ' ὕψους ὁρμίζεσθαι. τὸ μὲν, ἐπὶ ξηρᾶς τῆς ὑπερκειμένης τοῦ παραιγιαλίου

ὕδατος ἔνθα ἡ ναῦς ὁρμεῖ καταπλέουσα καὶ παυομένη τοῦ πλοῦ. τὸ δὲ, ἐπὶ ὕδατος

ὑπερκειμένου γῆς. ἐν ᾧ ἡ ναῦς ὁρμίζεται ἀναπλέουσα. καὶ τοῦτό ἐστι τὸ ὑψοῦ ἐν

νοτίῳ. τουτέστιν ἐν ὑγρῷ. ὥσπερ ἐκεῖνο, ὑψοῦ ἐν ξηρῷ. τουτέστιν ἐπὶ τοῦ κατὰ τὴν

ξηρὰν αἰγιαλοῦ. ὥστε τὸ, ὑφοῦ ἐν νοτίῳ ὥρμισαν, πρὸς διαστολὴν εἴρηται τοῦ ἐπὶ

γῆς ὁρμισθῆναι. ὅπερ ἦν, ὑψοῦ ἐν ξηρῷ. (ῃερς. 786.) Ὅτι ὀψὲ μὲν ὥρας μετὰ δείλην ὁ

δόρπος, οὐ μὴν νύκτερος, ἀλλὰ πρὸ ἑσπέρας, ὡς δηλοῖ τὸ, δόρπον ἕλοντο, μένον δ'

ἐπὶ ἕσπερον ἐλθεῖν, ἤτοι τὴν ἑσπέραν ὡς καὶ προηρμήτευται. (ῃερς. 789.) Ὅτι καὶ

ἐνταῦθα ἐν δυσὶ τόποις, τὸ ὁρμαίνειν κεῖται ἐπὶ τοῦ διαλογίζεσθαι καὶ μήπω

καταστῆναι ἢ στῆσαι τὸ βούλευμα, ἀλλ' ἐν κινήσει ἔτι καὶ ὁρμῇ εἶναι. (ῃερς. 788.)

Ὅτι λύπης παραστατικὸν τῆς ἐπὶ κινδύνῳ υἱοῦ ὑπὸ ἐχθρῶν τὸ, κεῖτ' ἂρ ἄσιτος

ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος, ὁρμαίνουσα ἢ ὁρμαίνων εἴ οἱ θάνατον φύγοι υἱὸς

ἀμύμων, ἢ ὅγε ὑπὸ τοῖς δεῖνα ὑπερφιάλοισι δαμείη. Τὸ δὲ ἄπαστος ἐδητύος ἠδὲ

ποτῆτος, διασαφητικόν ἐστι τοῦ ἄσιτος. ἵνα μὴ νοοῖτο ἐπὶ μόνης ἀσιτίας. (ῃερς. 791.)

Ὅτι πάνυ ἀποσεμνύνει τὴν Πηνελόπην ὁ ποιητὴς, λέοντι παραβαλὼν αὐτὴν ἐν οἷς

φησίν. ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ δείσας ὁππότε μιν δόλιον περὶ

κύκλον ἄγωσι, τὸν ἐκ δικτύων δηλαδὴ ἢ ἀνδρῶν περικυκλούντων, τόσσά μιν

ὁρμαίνουσαν, ἐπήλυθε νήδυμος ὕπνος. καὶ ἰδοὺ κατὰ τὸν πρὸ βραχέων θυμολέοντα

Ὀδυσσέα, τοιαύτη τις καὶ ἡ γυνὴ Πηνελόπη. Καὶ ὅρα ὅπως οὐ λέοντι αὐτὴν εἴκασε

θρασυνομένῳ καὶ βλεμεαίνοντι καὶ 1.193 ἀνδρικά τινα δρῶντι, τοῦτο γὰρ ὑπὲρ

γυναῖκα, καὶ ἀνδρὸς ἄντικρυς θυμολέοντος, ἀλλὰ λέοντι παραβάλλει αὐτὴν, δεδιότι,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

219

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!