18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

αἰνὸς κάματος. (ῃερς. 299.) Ὅτι καταποικίλλων πανταχοῦ πολυειδῶς καὶ τὴν

ποίησιν ταύτην Ὅμηρος παραπλέκει τῷ τοῦ Ὀδυσσέως κινδύνῳ καὶ ἠθοποιΐας τινάς.

φησὶ γοῦν ἐν προοιμίοις τοῦ κακοῦ, ὅτι ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα

θυμόν. ᾤμοι ἐγὼ δειλός. τί νύ μοι μήκιστα γένηται. λέγει δὲ καὶ δεδιέναι μὴ

νημερτέα ἡ Καλυψὼ εἴπῃ, φαμένη ἐν πόντῳ αὐτὸν πρὶν εἰς τὴν πατρίδα ἐλθεῖν,

ἄλγε' ἀναπλήσειν. ἐκφοβεῖ δὲ αὐτὸν καὶ τὸ νέφεσι περιστέφεσθαι (ῃερς. 303.) τὸν

οὐρανὸν ἤτοι τὸν ἀέρα ὡς προγέγραπται. καὶ τὸ ταράσσεσθαι τὸν πόντον. καὶ τὰς

ἀέλλας τῶν ἀνέμων ἐπισπέρχειν. καὶ φησί. (ῃερς. 305.) νῦν μοι σῶς αἰπὺς ὄλεθρος. ὃ

κεῖταί που καὶ ἐν Ἰλιάδι. καὶ ὅτι τρισμάκαρες ∆αναοὶ καὶ τετράκις, οἳ τότ' ὄλοντο

Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρείδῃσι φέροντες. καὶ δὴ ἔγωγ' ὄφελον θανέειν καὶ πότμον

ἐπισπεῖν ἤματι τῷ, ὅτε μοι (ῃερς. 310.) πλεῖστοι χαλκήρεα δοῦρα Τρῶες ἐπέῤῥιψαν

περὶ Πηλείωνι θανόντι. ὅτε δηλαδὴ Ὀδυσσεὺς, μὲν, ἐβάστασε τὸν Ἀχιλλέα νεκρὸν,

Αἴας δὲ ὑπερήσπιζεν. οὕτως ἂν ἔλαχόν φησι κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί.

νῦν δέ με (ῃερς. 312.) λευγαλέῳ θανάτῳ ὅ ἐστιν ὀλεθρίῳ παρὰ τὸν λοιγὸν ἢ

θανασίμῳ παρὰ τὸ λέγω τὸ κοιμίζω εἵμαρτο ἁλῶναι. ὁποῖος δηλαδὴ σὺν ἄλλοις καὶ

ὁ ἐν θαλάσσῃ. Ὅρα δὲ τὸ, πρὸς ὃν μεγαλήτορα θυμόν. τὸ γὰρ ἐναγώνιον, οὐκ ἐδίδου

καὶ ἐκλαλεῖσθαι τὰ κατὰ θυμόν. ἡ μέντοι Ὁμηρικὴ Μοῦσα οἶδεν αὐτὰ κἂν εἰ μὴ

ἐξεβοῶντο. ἐν δὲ τοῖς ἑξῆς τὸ, εὔξατο ὃν κατὰ θυμὸν, ἄλλον ἔχει λόγον. ἐκεῖ γὰρ καὶ

τὸ ὕδωρ προσπελάζον τοῖς χείλεσιν, οὐκ ἀφίησι προφορικῶς εὔχεσθαι. πρὸ δὲ

τούτων ὁ Ποσειδῶν μυθικῶς κινήσας τὴν κεφαλὴν προστί ὃν μυθήσατο θυμὸν; διὰ

τὸ μόνος εἶναι καὶ μὴ ἔχειν τινὰ ᾧ ἂν μυθήσεται. (ῃερς. 299.) Τὸ δὲ ᾤμοι ἐγὼ δειλὸς,

καινότερον ἐσχημάτισται. τὸ γὰρ κοινὸν καὶ οὐδὲ ἔμψυχον, ᾤμοι τῷ δειλῷ. Τὸ δὲ τί

νύ μοι μήκιστα γένηται, ἀντὶ τοῦ, τίνα μοι κακὰ μείζω γενήσεται. εἰ δὲ γράφεται

μήχιστα, ἐρωτᾷ τί ἄν μοι γένοιτο μῆχος ἤτοι μηχανή. (ῃερς. 302.) Τὸ δὲ ἄλγε'

ἀναπλήσειν, ἀντὶ τοῦ ἐντελῶς παθεῖν καὶ πληρέστατα. γράφεται δὲ καὶ ἀνατλήσειν.

(ῃερς. 306.) Τὸ δὲ καὶ τετράκις, ἀφελῶς εἴρηται καὶ πρὸς οὐδὲν μέγα. ἐν γὰρ τῷ

τρισμάκαρες, καὶ τὸ τετράκις καὶ τὰ ἐφεξῆς νοοῦνται. οὐ γὰρ ὥρι 1.227 σται τὸ

τρισμάκαρες, ἀλλ' ἀντὶ τοῦ πολυμάκαρες λέγεται. εἰ μὴ ἄρα κατὰ Πινδαρικὴν

ἔννοιαν οἱ ἐξηγηταὶ δηλοῦσιν ἐκεῖ, τὸ τρισμάκαρες καθὰ καὶ τὸ τρισάθλιοι,

τριαδικὸν αὐτὸ δὴ τοῦτο μόνον δηλοῦσιν ἀριθμόν. εἰ δὲ καὶ τοῦτο, ἀφελῶς πάλιν

εἴρηται τὸ τετράκις καὶ οὐδέν τι μεγαλεῖον ἔχει, οἷα ἐν κινδύνῳ ἀσκέπτως ῥηθέν.

μεῖζον γὰρ ἦν, πεντάκις ἢ δεκάκις ἢ τοιοῦτόν τι εἰπεῖν. Σημείωσαι δὲ καὶ ὅτι ἀπὸ

συνθέτου τοῦ, τρισμάκαρες, ἰδίᾳ λαβὼν ἔθετο τὸ, καὶ τετράκις. ὡς εἴπερ καὶ ἐκεῖ τὸ

τρὶς μὲν ἰδίᾳ ἔκειτο ἰδίᾳ δὲ αὖθις τὸ μάκαρες. ὅμοιόν τι καὶ ἐν τοῖς ἑξῆς τὸ διοθανέες

ὅτε ἅπαξ θνήσκουσ' ἄνθρωποι. Σημείωσαι δ' ἐν τῷ τρισμάκαρες, οὕτω δὲ καὶ ἐν τῷ,

νῆσοι μακάρων, καὶ τῷ, μακάρεσι θεοῖσιν, ὅτι τὸ μάκαρ, οὐκ ἔσχεν ἀποκοπὴν ἐκ τοῦ

μακάριος. οὐ γὰρ ἂν ἀποκοπὲν ἐκλίνετο. τὰ γὰρ οὕτω παθόντα μένουσι τοῦ λοιποῦ

ἀμετάβατα εἰς κλίσιν, ὡς οἷα ποδῶν ἐκοπέντα τῶν ἐν αὐτοῖς τελευταίων συλλαβῶν

αἷς αἱ μεταβάσεις τῶν κλίσεων γίνονται. τὸ γοῦν δῶ καὶ τὸ κρῖ καὶ ὁ παρὰ τῷ

γεογράφῳ ἧλ δαιμόνιος ἀποκεκομμένα ἐκ τοῦ δῶμα καὶ κρίμνον καὶ ἧλος, οὐκέτι

κινοῦνται. οὕτω δὲ καὶ τὸ νίφα καὶ σκέπα τὰ τοῦ Ἡσιόδου καὶ τἄλλα. οὔκουν ὁ

μάκαρ ἀπεκόπη ἐκ τοῦ μακάριος, ἀλλὰ πρωτότυπον αὐτὸ ἐκείνου ἐστί. διὸ ὡς Καίσαρ

καίσαρος καισάριος, οὕτω μάκαρ μάκαρος μακάριος. ἐξ οὗ κατὰ συγκοπὴν ὁ μάκαρς,

πρὸς ὁμοιότητα τοῦ ἃλς ὁ ἐκ θαλαττίου ὕδατος συμπαγεὶς, οὗ προϋπάρχει ὁ ἅλιος.

διὸ καὶ κλίνεται ὥσπερ ὁ ἃλς τοῦ ἁλτὸς, καὶ ἐξωθήσει τοῦ ˉτ ἁλὸς διὰ κανόνα

γραμματικὸν, οὕτω καὶ μάκαρς μάκαρος. ἀφ' οὗ μακάρτατος μακαριώτατος. εἰ μή τι

ἄρα καὶ αὐτὸ ἐκ τοῦ μακαριώτατος συγκέκοπται. Τὸ δὲ οἳ τότ' ὄλοντο, πολὺν μὲν

ἔχει νοῦν. γοργότατα δὲ εἴρηται. πότε γὰρ τότε; ὅτε πάντως Ἑλένη μὲν ἡρπάγη.

Ἀχαιοὶ δὲ ἔπλευσαν. καὶ τὰ, καὶ τὰ ἐγένετο. ἐν οἷς καὶ τὸ τοῦ Ἀχιλλέως πτῶμα καὶ τὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

258

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!