18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὑλήεντι Ζακύνθῳ, οὐδέν τι κωλύει ταῖς νήσοις ταύταις τὸ θῆλυ γένος φυλάσσεσθαι.

Ἐν δὲ τῷ (ῃερς. 25.) χθαμαλὴ πανυπερτάτη, ἀπορεῖται μὲν πῶς κατ' ἐναντιότητα

ἐπιθέτων ἡ αὐτὴ καὶ χθαμαλὴ καὶ πανυπερτάτη ἐστί. συμβιβάζεται δὲ τὸ ἄπορον,

οὕτως. ἄλλως μὲν χθαμαλή ἐστι, πρὸς δὲ τὰς πλησίον, ὑπερτάτη. ἢ τῇ μὲν θέσει

χθαμαλή. οὐ τοιαύτη δὲ, διὰ τὴν τῶν ἐνοικούντων λαμπρότητα. (ῃερς. 27.)

κουροτρόφος γὰρ ἀγαθὴ ὅ ἐστι νέους ἀγαθοὺς φέρουσα. ἧς καὶ ὁ βασιλεὺς Ὀδυσσεὺς

πρὸ βραχέων οὐρανόμηκες ἔχειν ἔφη κλέος. οὗ τί ἂν εἴη ὑπέρτατον; ἴσως δὲ καὶ

(ῃερς. 25.) ἄλλως χθαμαλὴ μὲν τὰ κάτω, διὰ δὲ τὸ Νήριτον ἢ Νήϊον ὄρος ὑπερτάτη.

διὸ ἡ τῆς Κίρκης νῆσος χθαμαλὴ μὲν κεῖται οὐ μὴν ὑπερτάτη. ὁ δὲ γεωγράφος φησὶν

1.321 ὅτι χθαμαλὴ μὲν, ὡς τῇ ἀντικρὺ Ἠπείρῳ πρόχωρος, πανυπερτάτη δὲ, ὡς πρὸς

τὰς ἐκεῖ πάσας ἐσχάτη τετραμμένη πρὸς Ἄρκτον. τοῦτο γὰρ σημαίνει φησὶ τὸ, πρὸς

ζόφον. οὔτε γοῦν ἁπλῶς ταπεινὴ ἀλλὰ πρόσχωρος τῇ Ἠπείρῳ ἐγγυτάτω οὔσῃ

ἀντιπέραν, οὔθ' ἁπλῶς ὑψηλοτάτη, ἀλλὰ πανυπερτάτη πρὸς ζόφον, ἤγουν ἐσχάτη

πρὸς ἄρκτον ὑπὲρ πάσας. (ῃερς. 27.) Τὸ δὲ τρηχεῖα, ἱστορικῶς εἴρηται καθὰ καὶ πρὸ

τούτων τὸ αἰγίβοτος, ἵνα λέγῃ ὥσπερ ἐκεῖ ὅτι αἰγίβοτός ἐστιν ἡ Ἰθάκη, οὕτω καὶ νῦν

ὅτι τρηχεῖα ἐστίν. οὗ ἀντίθετον εὐθὺς τὸ, ἀλλ' ἀγαθὴ κουροτρόφος ὡς προεγράφη.

καὶ ἔστι τὸ νόημα μίγμα ψόγου τε καὶ ἐπαίνου. ἐν ᾧ καὶ τὸ φιλόπατρι τοῦ Ὀδυσσέως

δηλοῦται καὶ τὸ φιλάληθες, εἰ μὴ ἀποκρύπτει τὰ τῆς πατρίδος ἐλαττώματα, καὶ τὸ

μὴ ἐμποδὼν εἶναι χώρας λυπρότητα πρὸς γένεσιν ἀνδρὸς ἀγαθοῦ. (ῃερς. 28.)

Σημείωσαι δὲ καὶ ὅτι τεχνικωτέρα ἐγκωμιαστικὴ μέθοδος ἡ τοῦ Ὀδυσσέως ἐπὶ Ἰθάκῃ

παρὰ τὴν τοῦ Τηλεμάχου. οἷα τοῦ ποιητοῦ, κάλλιον ἐπίτηδες χαρισαμένου τῷ

γέροντι ῥήτορι. Τὸ δὲ οὔτι ἔγωγε δύναμαι, ἀποφαντικῶς ἔφη λόγῳ σεμνότητος.

(ῃερς. 31.) Τὸ δὲ ἧς γαίης, ἧς πατρίδος εἶπεν ὑποκατιών. Κίρκη δὲ νῦν μὲν συνήθως

κύριον ὄνομα, ἐξ ἧς που καὶ Κιρκαῖον πεδίον. ὅτι δὲ καὶ ὄρνιθος ὄνομα ἡ κίρκη

δηλοῦσιν οἱ παλαιοί. ὧν καὶ ὁ Αἰλιανός. ἄλλο δέ τι ἡ τοιαύτη παρὰ τὸν κίρκον.

(ῃερς. 32.) Τὸ δὲ Αἰαίη, ἀντὶ τοῦ Κολχικὴ κατὰ ἐπωνυμίαν τοπικήν. Αἶα γὰρ πόλις

Κολχίδος παρά τε ἄλλοις καὶ παρὰ Λυκόφρονι. ἧς ὁ πολίτης Αἰαῖος. καὶ ἡ πολίτις

Αἰαία. καὶ ἡ νῆσος δὲ τῆς Κίρκης Αἰαία, διὰ τὴν τοιαύτην Κίρκην. ἄλλως γὰρ εἴπερ

πρωτοτυπίαν ἔχει ἡ Αἰαῖα νῆσος διὰ τῶν δύο αˉι, ὤφειλεν ἡ ἀπ' αὐτῆς Κίρκη ἔχειν

καὶ τρίτον αˉι, ἵνα ἦν Αἰαιαίη, ὅ περ οὐκ ἔστι διά τε τὸ κακόφωνον καὶ διὰ τὴν

ῥηθεῖσαν ὁμωνυμίαν. Ὁ δὲ γεωγράφος Αἶαν εἰπὼν πόλιν περὶ τὸν Φάσιν λέγει καὶ

ὅτι περὶ τὴν τοιαύτην Κολχικὴν Αἶαν καὶ Αἰαίη νῆσος ἡ τῆς Κίρκης. ὅτι δὲ καὶ Αἰήτης

ὁ ἥρως ἀπὸ τῆς τοιαύτης Αἴας ἐκλήθη, δηλοῦσιν οἱ παλαιοί. (ῃερς. 34.) Τὸ δὲ

δεύτερον περὶ πατρίδος γνωμικὸν πλατύτερόν ἐστι τοῦ πρώτου, παραφραστικῶς τε

παραποιηθὲν καὶ προσθήκην ἔχον τὴν τῶν γονέων, καὶ διαφορὰν τοπικήν. (ῃερς.

36.) Τὸ δὲ γαίη καὶ τὸ ναίη, ἔχει τι κάλλους διὰ παρίσωσιν. (ῃερς. 37.) Ὅτι ἀρξάμενος

Ὀδυσσεὺς διηγεῖσθαι παρὰ Φαίαξι τὴν κατ' αὐτὸν πλάνην, ἀφ' ἧς φανεῖται πολλῶν

ἀνθρώπων ἰδὼν ἄστεα καὶ νόον γνοὺς, κατὰ φύσιν τάττει τὰ πράγματα. καὶ

εὐτάκτως προϊὼν φησὶν ὅτι κατὰ τὸν πολυκηδέα νόστον, ὅν μοι Ζεὺς ἐφέηκε

Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν. Ἰσμάρῳ. (ῃερς. 40.) ἔνθα δ' ἐγὼ

πόλιν ἔπραθον. ὤλεσα δ' αὐτούς. ὡς τῶν Τρώων δηλαδὴ συμμάχους καθὰ καὶ ἡ

Βοιωτία δηλοῖ. ἐκ πόλιος δ' ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες δασσάμεθα. (ῃερς.

42.) ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης. ἧς καθόλου ἐπεμελοῦντο οἱ παλαιοὶ ἔν τε

τραπέζῃ καὶ ἄγρας μερισμῷ καὶ λείας δασμῷ. Ἀχιλλεὺς οὖν διαλοιδορεῖταί που τῷ

βασιλεῖ, ὅτι ὀλίγα διδοὺς πολλὰ ἐκεῖνος εἶχε. ∆ῆλον δὲ ὅτι ἐν τῷ, ἴσης, λείπει τὸ,

μοίρας. διὸ καὶ λαμβάνεται ἡ λέξις ἀντὶ ἰσομοιρίας. (ῃερς. 40.) Ἔστι δὲ ἁλώσεως

πόλεως ἔκφρασις τὸ, πόλιν ἔπραθον. ὤλεσα δ' αὐτούς. καὶ τὸ ἑξῆς. εἶτα διηγεῖται καὶ

ὡς ἐγὼ μὲν διερῷ ποδὶ φευγέμεν ἡμέας ἠνώγεα. τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο,

πολλὰ δὲ μῆλα ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς. τόφρα δ' ἂρ οἰχόμενοι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

365

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!