18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

σπῶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, ἡ συνεσπαμένη καὶ εἰς ἑαυτὴν συνεστραμμένη καὶ

κυκλοτερῶς, ἢ παρὰ τὸ αἴρω κατὰ τοὶς παλαιοὺς, ἡ εἰς ὕψος ἀειρομένη. ἐξ αὐτῆς δὲ,

τὸ σφαιρομαχεῖν καὶ σφαιρίζειν παρὰ Πλάτωνι. (ῃερς. 101.) Τὸ δὲ Ναυσικάα,

σημειῶδες, ἐπεὶ τὸ μὲν ἁπλοῦν, νηυσὶ διὰ τοῦ ˉη παρὰ τῷ ποιητῇ. τὰ δὲ σύνθετα, διὰ

τοῦ ˉα. Ναυσικάα. Ναυσίθοος. Ναυσίκλυτος. καὶ τὰ ὅμοια. (ῃερς. 102.) Τὸ δὲ εἶσι κατ'

οὔρεος, Ἀττικὴν ἔχει σύνταξιν. ὡς καὶ τὸ, κατὰ σπλάγχνων ἔβαψε ξίφος. καὶ τὸ,

ὁρᾶν κατὰ γῆς. καὶ τὸ, κατὰ δὲ κεφαλῆς οὔλας ἧκε κόμας. ὅτι δὲ καὶ μετὰ αἰτιατικῆς

δύναται ἡ τοιαύτη συνταχθῆναι πρόθεσις, δηλοῖ ἐπαχθὲν εὐθὺς τὸ, (ῃερς. 103.) ἢ

κατὰ Τηΰγετον ἢ Ἐρύμανθον. ὧν τὸ μὲν Τηΰγετον ἤγουν Ταύγετον περὶ οὗ

πολλαχοῦ δηλοῦται, ὄρος ἐστὶ Λακωνικόν. περὶ οὗ φησὶν ὁ γεωγράφος, ὅτι τε ὄρος

τὸ Ταύγετον, ὑψηλὸν καὶ ὄρθιον, μικρὸν ὑπὲρ τῆς Λακωνικῆς θαλάσσης, συνάπτει δὲ

πρὸς ἄρκτον ταῖς Ἀρκαδικαῖς ὑπωρείαις. καὶ ὅτι ὄρος Ταύγετον, ᾧ ὑποπέπτωκε

Σπάρτη ἐν μεσογαίῳ καὶ Ἀμύκλαι Ὁ δὲ Ἐρύμανθος, ὄρος τε καὶ ποταμὸς περὶ

Ἀρκαδίαν, ἔνθα ὁ Ἐρυμάνθιος κάπρος κατὰ Ἡρακλέα. φαίνεται δ' ἐν τούτοις

κάπρους μάλιστα τρέφεσθαι καὶ ἐλάφους. περιᾴδεται γοῦν καὶ ὁ Ἐρυμάνθιος κάπρος,

ἐξ οὗ ληφθὲν εἴρηται τὸ, Ἐρυμάνθιοι τῷ ὄντι σύαγροι περιεφέροντο, σιβύναις

ἀργυρέαις διαπεπερονημένοι. Καὶ ὅρα τὸ σύαγροι, ὅπερ Ἴων ἀνὴρ διαλύσας, σύες

ἄγριοι ἐρεῖ. καὶ τὸ, σιβύναις οὐ μὴν ζιβύνες κοινότερον διὰ τοῦ ζῆτα. (ῃερς. 102.)

Ἰοχέαιρα δὲ ὡς καὶ ἐν ἄλλοις δεδήλωται, ἢ ἡ χαίρουσα ἰοῖς, ἢ μᾶλλον ἡ χέουσα ἰούς.

κατὰ τὸ, βέλεα στονόεντα χέοντο. τοῦτο δὲ, καὶ ἀσπίδος ἐπίθετον τῆς ἰοφόρου, παρὰ

τοῖς ὕστερον. (ῃερς. 105.) Κοῦραι δὲ ∆ιὸς τουτέστιν ἀέρος, νύμφαι αἱ κατ'

ἀλληγορίαν τὴν πολλαχοῦ ῥηθεῖσαν, διὰ τὸ ἐξ ἀέρος ἐνδίδοσθαι τῇ γῇ τὸ θρεπτικὸν

ἐν φυτοῖς καὶ γόνιμον, εἰς ὃ αἱ νύμφαι ἀλληγοροῦνται ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται.

(ῃερς. 106.) Ἀγρο 1.242 νόμοι δὲ παροξυτόνως μὲν, αἱ τὰ ἄγρια νέμουσαι ἢ ἐν ἀγρῷ

νέμουσαι. εἰ δὲ καὶ παροξύνεται ἴσως ἡ λέξις, πάθος ἂν εἴη δηλοῦσα καθ' ὁμοιότητα

τοῦ προτότοκοι καὶ τῶν ὁμοίων. δοκεῖ δὲ ἀπεμφαίνειν ἡ τοιαύτη σημασία. οὐ γὰρ ἂν

αἱ νύμφαι νέμεσθαι λεχθεῖεν ἂν, εἰ μὴ ἄρα τὸ νέμεσθαι νοηθείη ἀντὶ τοῦ ἁπλῶς

διάγειν καὶ οἰκεῖν. οὗ χρήσεις, ἐν τῇ Ὁμηρικῇ Βοιωτίᾳ ἱκαναί. Τὸ δὲ παίζειν,

σεσημείωται ὡς μὴ ἀναλογοῦν. λέγεται γὰρ ὅτι τὰ εἰς ˉζˉω εἰ παραλήγονται τῇ ˉαˉι

διφθόγγῳ, ἀνεκφώνητον ἔχουσι τὸ ˉι. οἷον. σφαδᾴζω. βορᾴζω τὸ ἐσθίω. ματᾴζω τὸ

μάταια φρονῶ. τὸ παίζω φασὶν ἐκ τοῦ παῖς παιδὸς παιδίζω συγκέκοπται. (ῃερς. 107.)

Τὸ δὲ γέγηθε δέ τε φρένα Λητὼ, παρῳδίαν ἔχει τοῦ, γέγηθε δέ τε φρένα ποιμήν.

(ῃερς. 108.) Τὸ δὲ πασῶν ὑπερέχειν κάρη καὶ μέτωπα καὶ ἀριγνώτην εἶναι, γυναικὸς

καλῆς ἔπαινος. ἰδίᾳ τῶν μετώπων ἐκφωνηθέντων ποιητικῷ τρόπῳ μετὰ τὸ κάρη.

(ῃερς. 109.) Τὸ δὲ καλαὶ δέ τε πᾶσαι, οὐ περιττῶς κεῖται, ἀλλ' οἷον ἐπιφωνηματικῶς.

ἵνα οὕτω σὺν τῇ δεσποίνῃ καὶ τὰς ἀμφιπόλους σεμνύνῃ. Ἀδμὴς δὲ, νῦν μὲν

παρθένου ἐπίθετον. πρὸ δὲ τούτων, καὶ βοὸς ἀδαμάστου. ἣν δηλαδὴ οὔπω ταῦρος

ἐδάμασε. ὥστε, καλῶς καὶ ἀταύρωτος γυνὴ λέγεται ἡ ἄζυξ καὶ παρθένος. ἣν καὶ

ἀταυρώτην λέγει ὁ κωμικός. (ῃερς. 111.) Τὸ δὲ πτύσσειν εἵματα ὅ ἐστι διπλοῦν,

συντελεῖ καὶ εἰς νόησιν τοῦ περιπτύσσεσθαι. καὶ τοῦ, μύθοις προσπτύσσεσθαι ὅπερ

πρὸ τούτων ἔφη ὁ ποιητής. (ῃερς. 115.) Τὸ δὲ σφαῖραν ἔπειτ' ἔῤῥιψε βασίλεια,

∆ιονυσόδωρος λέγεται γράψαι, πάλλαν ἔπειτ' ἔῤῥιψεν. ὡς ταυτὸν ὂν εἰπεῖν σφαῖραν

καὶ πάλλαν ἀπὸ τοῦ πάλλεσθαι. Ῥωμαῖοι μέντοι, πίλαν τὴν σφαῖραν φασὶν, ὡς ἐν

Λατινικῷ εὕρηται λεξικῷ, κατά τινα συγγένειαν τοῦ ˉι πρὸς τὸ ἄλφα. ἐπεί τοι καὶ

πῖλος παρὰ τοῖς ἀρχαίοις ἐκαλεῖτο. Σουΐδας γοῦν ἐν τῷ ˉα, φησίν. ὡς ἡ Λάρισσα

σφαιρίζουσα πίλῳ, ὤλισθεν εἰς τὸν Πηνειόν. σκοπητέον δὲ εἴπερ ἡ κατὰ σφαῖραν

αὕτη παιδιὰ, ἡ λεγομένη ἐφετίνδα ἐστί. τοιαύτη δὲ λέγεται παρὰ τοῖς παλαιοῖς, ὅταν

ἄλλῳ προσδείξαντες τὴν σφαῖραν, ἄλλῳ ἐφῶσιν. ἡ δ' αὐτὴ καὶ φεννὶς ἐλέγετο. ἔστι

γάρ φασι φεννὶς, παιδιὰ διὰ σφαίρας. ὁπηνίκα ἑτέρῳ προδεικνύντες, εἶτα ἄλλῳ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

275

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!