18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

συμβάλλεταί τι ὡς ἐῤῥέθη καὶ αὐτὸ, πρὸς τὴν διατριβὴν τοῦ ἔργου καὶ τὸ λεπτὸν καὶ

περίμετρον. (ῃερς. 110.) Τὸ δὲ οὐκ ἐθέλουσα καὶ τὸ ὑπ' ἀνάγκης, τὴν τῶν μνηστήρων

ὡς καὶ προείρηται βίαν ἐνδείκνυται. καὶ τοιαῦτα μὲν ἄχρις ὧδε τὰ κατὰ τὸν ἱστὸν

τῆς Πηνελόπης. τὸν εἴτε ὡς ἐν ὑποθέσει, εἴτε καὶ καθ' ἱστορίαν ἀληθῆ. ἡ μέντοι

ἀλληγορία κατὰ ἀστειοτέραν ἀναγωγὴν, φιλοσοφίαν μὲν καὶ πάλιν τὴν Πηνελόπην

νοεῖ. ἱστὸν δὲ ὑπ' αὐτῆς ὑφαινόμενον, τὴν φιλόσοφον τῶν προτάσεων ἐπισύνθεσιν.

ἐξ ὧν αἱ συλλογιστικαὶ ὑφαινόμεναι γίνονται συμπλοκαί. ἀνάλυσιν δὲ ὑπ' ἀνάγκης

γινομένην τοῦ τοιούτου ἱστοῦ ὑπονοεῖ, τὴν οὕτω παρὰ τοῖς φιλοσόφοις λεγομένην

τῶν ἐξ ἀνάγκης πλεκομένων συλλογισμῶν ἀνάλυσιν. ἧς οὐκ ἐπαΐουσιν οἱ σπάταλοι

καὶ παχεῖς μνηστῆρες τῆς Πηνελόπης, οἷα μὴ δὲ ἐξευρεῖν οἴκοθέν τι λεπτὸν

ἐξισχύοντες. θεῖον γὰρ ἀληθῶς τὸ τοιοῦτον ἔργον. διὸ καὶ ἡ Πηνελόπη λέγει που ἐν

τοῖς ἑξῆς, θεὸν ἐμπνεῦσαι αὐτῇ τὰ κατὰ τὸν τοιοῦτον ἱστόν. καὶ οὕτω μὲν οἱ

τρυφηταὶ μνηστῆρες οὐδὲν οἴδασι. θεράπαινα δέ τις τῶν ἔνδον, ἐκφαίνει τὸ ἔργον.

εἴη δ' ἂν αὕτη, ἡ τῇ φιλοσόφῳ ταύτῃ ὑφαντικῇ προστετηκυῖα καὶ ταύτην

φιλοπονοῦσα, ἀναλυτικὴ συλλογιστικὴ μέθοδος. εἰ καὶ οἱ ἀμέθοδοι καὶ οὐ

ποθοῦντες τὴν τοιαύτην ὑφαντικὴν, ταχὺ παύουσι τὸ φιλόσοφον ἔργον, κύβοις

αὖθις ἑαυτοὺς ἐπιῤῥίπτοντες καὶ αἰγανέαις παραβάλλοντες. καὶ νῦν μὲν ὦ οὗτος,

οὐκ οἶδας εἴπερ καλῶς ἡμῖν ἀνῆκται ὁ λόγος ὁ περὶ τοῦ ἱστοῦ, ἔτι γὰρ τῶν

εἰσαγωγικῶν εἶ προθύρων. ὅτε δὲ εἰς μνηστῆρα τῆς φιλοσόφου Πηνελόπης

ἐγγραψάμενος καὶ αὐτὸς, τὸν ἱστὸν περιεργάσῃ τοῦτον, καὶ σοὶ τὰς τῆς γνώσεως

δαΐδας 1.87 ἡ Πηνελόπη φιλοσοφία καθ' ἡσυχίαν ὑπανάψασα τὴν ἀνάλυσιν τοῦ

τοιούτου ἱστοῦ ὑποφήνῃ, γνοίης ἂν ὅτι καλῶς αὐτῇ συνυφάναμεν τὰ τῆς τοιαύτης

ἀναγωγῆς. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. (ῃερς. 111.) Τὸ δὲ μνηστῆρες ὑποκρίνονται,

ἀντὶ τοῦ ἀποκρίνονται Ἰωνικῶς καθὰ καὶ ἐν Ἰλιάδι. καὶ ὑποκριτήςφασιν. ἐντεῦθεν,

ὁ ἀποκρινόμενος τῷ χορῷ. λέγει δὲ καὶ Ἡρόδοτος. οἱ μὲν, ταῦτα ὑποκρινάμενοι,

ἀπηλλάττοντο. δοκεῖ δὲ καὶ Ἀττικὴ ἡ λέξις εἶναι. φησὶ γοῦν Θουκυδίδης. οὐδὲν

ὑπεκρίνοντο. Ὅρα δὲ ὅπως ὁ Ἀντίνοος ἑαυτῷ τοὺς ὅλους μνηστῆρας προσλογίζεται,

ὡς αὐτὸς ὢν οἱ πάντες. διὸ αὐτὸς λαλῶν, ὅμως φησί σοί. δ' ὧδε μνηστῆρες

ὑποκρίνονται. καλῶς ἄρα πρὸ πάντων αὐτὸς πεσεῖται ὑπὸ Ὀδυσσέως βληθείς. (ῃερς.

114.) Τὸ δὲ ᾧ πατὴρ κέλεται καὶ ἀνδάνει αὐτῇ, πρὸς ἀκρίβειαν ἐῤῥέθη πολιτικήν. οὐ

γὰρ δουλικῶς ὁ πατὴρ τῇ θυγατρὶ τὰ τοιαῦτα κελεύσει, ἀλλ' αἱρήσεται καὶ αὐτή.

Σημείωσαι οὖν ὅτι καὶ πρὸ ὀλίγων ἐν τῷ, δοίη δ' ᾧ κ' ἐθέλῃ καὶ οἱ κεχαρισμένος

ἔλθῃ, τὸ μὲν δοίη ᾧ ἂν ἐθέλῃ, διὰ τὸν πατέρα κεῖται. τὸ δὲ καί οἱ κεχαρισμένος ἔλθῃ,

διὰ τὴν θυγατέρα. ἵνα λέγῃ, καὶ ὃς ἂν τῇ Πηνελόπῃ χαρίεις δόξῃ. (ῃερς. 115.) Τὸ δὲ εἰ

δ' ἔτ' ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν, ἢ ἀναπόδοτον ἔμεινε καθὰ καὶ ἐν

Ἰλιάδι τὸ, ἀλλ' εἰ μὲν δώσουσι γέρας Ἀχαιοί. ἀγωνιῶν γὰρ ὁ Ἀντίνοος, ἐπέσχετὴν

συντακτικὴν ἀπόδοσιν εἰς τὸ, οὔτις ὁμοῖα νοήματα τῇ Πηνελόπῃ ἤδη μετὰ στίχους

ἑπτά. ἴσως δὲ καὶ μὴ ἔχων εἰπεῖν τι ἐξ αὐτοσχεδίου καίριον. ἢ μετὰ δώδεκα στίχους

ἀποδίδωσι τὴν σύνταξιν, ἐν τῷ, ἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα ἴμεν. ἵνα λέγῃ ὅτι εἰ δὲ καὶ

εἰσέτι ἡμᾶς ἀνιᾷ ἡ Πηνελόπη, ἡμεῖς δὲ οὐκ ἀπαλλαττόμεθα πρὶν αὐτὴν γήμασθαι ᾧ

ἂν ἐθέλῃ. δύναται δὲ ὀρθῶς ἀποδίδοσθαι καὶ μετὰ στίχους δέκα ἐν τῷ, μέγα μὲν

κλέος αὐτῆς. καὶ ἔστι καὶ τοῦτο, παράδειγμα μακροῦ ὑπερβατοῦ. (ῃερς. 117. σθθ.)

Ὅρα δὲ καὶ ὅτι ἐν τῷ ῥηθέντι Ὁμηρικῷ χωρίῳ, δῶρα λέγεται Ἀθηνᾶς, τὸ ἔργα

ἐπίστασθαι περικαλλῆ. καὶφρένες ἐσθλαί. καὶ κέρδεα. ὅ ἐστιν ἐπίνοιαι. μηχαναί. ὧν

μετεῖναι τῇ Πηνελόπῃ ὁ Ἀντίνοος λέγει εἴπέρ τινι ἄλλῃ τῶν παλαιῶν ἡρωΐδων.

ὁποία καὶ ἡ Μυκήνη. ἧς ἐπώνυμος ἡ ἐν Ἄργει πόλις Μυκήνη. καὶ ἡ Τυρὼ περὶ ἧς ἐν

τοῖς ἑξῆς που ῥηθήσεται. καὶ ἡ Ἀλκμήνη ἡ τοῦ Ἡρακλέος μήτηρ. ὧν καὶ μόνων

ἐμνήσθη Ἀντίνοος, κατ' ἐξοχὴν ἀρέσκουσαν αὐτῷ κατὰ τὸ αὐτοσχεδίως ἐπελθόν.

Ἰστέον δὲ, ὅτι ἔργα ἐπίστασθαι δίδωσιν Ἀθηνᾶ, ἐπεὶ κατὰ Παυσανίαν ἐργάνη λέγεται,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

99

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!