18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα. καὶ τοιάδε μὲν ταῦτα. (ῃερς. 123.) Εὐῆρες δὲ ὅτι

οὐ μόνον ἐπὶ ἐρετμοῦ οὐδὲ μόνον ἐπὶ πλοίου ἀλλὰ καὶ τὸ ἁπλῶς ἐπιεικὲς καὶ πρᾷον

ἡ λέξις δηλοῖ καὶ εὐάγωγον, καὶ ἀλλαχοῦ ἐδηλώθη. καιρία δὲ ὡς ἐν ποιήσει λέξις τὸ,

εὐῆρες ἐρετμόν. διὸ καὶ τρὶς ἐνταῦθα χρῆται Ὅμηρος ταύτῃ κατὰ σχῆμα ἐπιμονῆς.

(ῃερς. 121.) Τὸ δὲ εἰσόκε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν γέγονέ ποτε χρήσιμον

κατὰ παρῳδίαν Ἀμαρδίωνι τῷ Ἀχαιῷ, ὃς φεύγων Φίλιππον καὶ εὑρεθεὶς καὶ

ἐρωτηθεὶς ἕως πότε οὕτω ποιήσει, ἔφη, εἰσόκε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι Φίλιππον.

(ῃερς. 122.) Ἐν δὲ τῷ, οὐδέθ' ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν, ὀκνοῦσι τινὲς τοὺς

ἅλας νοῆσαι, λέγοντες ὡς καὶ παρὰ ἠπειρώταις, οἳ οὐκ ἴσασι θάλασσαν, ἅλες

εὑρίσκονται, οἷον ὀρυκτοὶ, ἢ καὶ ἄλλως, ἐκ τοῦ ἀναβράττειν ἁλμυρὰ φρεατιαῖα

ὕδατα. ὃ δή που καὶ περὶ τὰ ἀρκτῷα γίνεται. ἤδη δὲ καὶ ἀπὸ ῥιζῶν τινῶν ὑφαλμύρων

καύσεως. 1.404 ἑρμηνεύουσιν οὖν τὸ ἅλεσσι μεμιγμένον εἶδαρ, ἀντὶ τοῦ τοῖς ἐκ

θαλάττης βρώμασι. τὸ μέντοι εἰπεῖν ἅλεσσι ταῖς θαλάσσαις οὐδόλως προσδέδεκται,

διὰ τὸ τὴν κλῆσιν τῆς ἁλὸς μὴ διαβαίνειν. ἐπέκεινα τῶν ἑνικῶν, ὁμοίως τῇ γαίᾳ.

ἐκείνη γὰρ καὶ εἰς πληθυντικὰ μεταβαίνει ὡς πολλαχοῦ φαίνεται. κρεῖττον μέντοι

νοεῖν τοὺς κοινῶς λεγομένους ἅλας, ἵνα δηλοῖ ἄκραν ἀγροικίαν ἀνθρώπων ἐκείνων

οἳ οὐδαμῶς ἅλας οἴδασιν, οὔτε θαλασσίους οὔτε ὀρυκτοὺς οὔτε τοὺς ἄλλοθεν. (ῃερς.

123.) Νῆες δὲ φοινικοπάρῃοι αἱ ἀλλαχοῦ μιλτοπάρῃοι διὰ τὸ τῆς μίλτου φοινικοῦν.

(ῃερς. 124.) Πτερὰ δὲ νηὸς, τὰς κώπας λέγει, κρεῖττον ἤπερ ὁ Λυκόφρων τὰ ἱστία. εἰ

γὰρ καὶ τάχους αἴτια τῇ νηῒ καὶ τὰ ἱστία καθὰ καὶ αἱ κῶπαι, ἀλλὰ τὸ σχῆμα τῶν

πτερῶν μᾶλλον αἱ κῶπαι σώζουσιν ἤπερ τὰ λαίφεα. καί πως κατὰ τὰ σχιζόπτερα

πέτεται ἡ ναῦς ταῖς κώπαις ὅσα καὶ πτεροῖς. (ῃερς. 127.) Ἐν δὲ τῷ, ἀνὰ φαιδίμῳ ὤμῳ,

δοτικῇ συντάσσεται ἡ ἀνˉα πρόθεσις ὡς καὶ ἐν τῇ Ἰλιάδι σεσημείωται. (ῃερς. 129.) Τὸ

δὲ ἱερὰ καλὰ τὸ ὕστερον καλλιερεῖν καὶ τὸ καλλιέρημα συνέθηκεν. (ῃερς. 130.)

Ἀρνειὸς δὲ, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, θύεται Ποσειδῶνι διὰ τὸ πρᾷον τῆς θαλάσσης

ὅτε ἠρέμα πορφύρει γαλήνιον, ταῦρος δὲ διὰ τὸ κατὰ σφοδρότητα κινήσεως

πληκτικὸν, ἔτι δὲ καὶ διὰ τὸ μυκητικὸν καὶ διὰ τὰς ἐν τῷ ὕδατι δὲ καμπτὰς δίκην

κεράτων. κάπρος δὲ διὰ τὸ τοῦ ὑγροῦ γόνιμον. συνουσιαστικὸν γὰρ ὁ ἄῤῥην καπρός.

ὅθεν καὶ καπρᾶν τὸ οὕτως ὀρέγεσθαι, καὶ καπρῶσα γυνὴ ἡ οὕτως ἐφιεμένη. Τὸ δὲ

συῶν ἐπιβήτορα περίφρασίς ἐστι τοῦ κάπρου. Ἰστέον δὲ ὅτι ἡ τοιαύτη θυσία τριττύα

λέγεται παρὰ τοῖς παλαιοῖς, οἳ τριττύαν ἔλεγον τὴν ἐκ τριῶν ζώων θυσίαν, οἷον, δύο

μήλων καὶ βοὸς, ὡς Ἐπίχαρμος, ἢ βοὸς καὶ αἰγὸς καὶ προβάτου, ἢ κάπρου καὶ κριοῦ

καὶ ταύρου. ἡ δὲ τοιαύτη καὶ βούπρωρος φασὶν ἐλέγετο διὰ τὸ προηγεῖσθαι αὐτῆς οἷα

νηὸς πρώραν τὸν βοῦν. φράζει δέ τινα τριττύαν καὶ (ῃερς. 431.) ὁ κωμικὸς ἐν τῷ,

βουθυτεῖ ὗν, καὶ τράγον καὶ κριόν. ἐλέγετο δὲ καὶ δωδεκαῒς θυσία ἡ ἐκ δώδεκα

ζῴων. ἡ δ' αὐτὴ καὶ διὰ τοῦ ˉη δωδεκηΐς. ὡς δὲ καὶ ἑκατόμβη ἐλέγετο ἡ ἐξ ἑκατὸν,

καὶ χιλόμβη ἡ ἀπὸ χιλίων, δῆλόν ἐστιν. οὕτω δὲ καὶ ὅτι ἀρνειὸς μὲν ὀξυτόνως ζῷον,

ἀρνεῖος δὲ μὴν προπερισπωμένως. (ῃερς. 133.) Τὸ δὲ νοστῆσαι περιφράζων οἴκαδε

ἀποστείχειν λέγει. Θάνατος δὲ ἔξαλος ὁ ἠπειρωτικὸς καὶ ἔξω θαλάσσης, ἵνα λέγῃ ὅτι

εἰ καὶ δυστυχεῖς ὦ Ὀδυσσεῦ κατὰ θάλασσαν, ἀλλ' ὁ θάνατός σοι οὐκ ἐν αὐτῇ ἔσται

ἀλλ' ἔξω αὐτῆς. τινὲς δὲ ἐξ ἁλὸς γράφουσι κατὰ παράθεσιν ἐν δισὶ μέρεσι λόγου,

λέγοντες ὡς Τηλέγονος ὁ Κίρκης καὶ Ὀδυσσέως ἡφαιστότευκτον δόρυ ἔχων οὗ

ἀδαμαντίνη μὲν ἡ ἐπιδορατὶς, αἰχμὴ δὲ κέντρον θαλαττίας τρυγόνος, χρυσοῦς δὲ ὁ

στύραξ. καὶ ἐλθὼν ἐκ Τυρσηνίας εἰς ἀναψηλάφησιν τοῦ πατρὸς καὶ λεηλατῶν

ἀγνοίᾳ τὰ ἠπειρωτικὰ τοῦ Ὀδυσσέως κτήματα καὶ εὑρὼν ἀντίπαλον τὸν πατέρα,

ἀνεῖλεν οὐκ εἰδώς. καὶ οὕτω τῷ κατὰ θάλασσαν ἀεὶ κακῶς πράττοντι ἐκ θαλάττης

αὖθις ὁ θάνατος, ὃς ἔπεφνεν αὐτὸν, καθὰ καὶ Ὀππιανὸς ἱστορεῖ, τῷ τῆς τρυγόνος

κέντρῳ, ἣν Φόρκυς φασὶν ἀνεῖλεν φθείρουσαν τοὺς ἐν τῇ Φορκίδι λίμνῃ ἰχθῦς.

Ἰστέον δὲ ὡς εἰ καὶ ἐγράφη προσεχῶς οἷά τι ἕτερον ἡ ἐπιδορατὶς καὶ ἡ αἰχμὴ, ἀλλ' οἱ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

460

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!