18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἡ τέχνη αὐτοῦ. θεοπρόπιον δὲ, τὸ χρησμῴδημα. ὃ καὶ λόγιον ἔλεγον οἱ Ἀττικοί.

(ῃερς. 415.) Ἔτι ἰστέον καὶ ὅτι τὸ, εἴποθεν ἔλθοι, ἐλλέλειπται τῇ φράσει. τὸ γὰρ

πλῆρες, οὕτως ἔχει. οὔτε ἀγγελίαις ἔτι πείθομαι εἴποθεν ἔλθοι ἀγγελία δηλαδὴ

ἀγαθὴ περὶ τοῦ Ὀδυσσέως. ἢ ἄγγελος ἀγαθὸς περὶ τῶν ἐκείνου. καὶ τοῦτο μὲν, τὸ

κρεῖττον. δύναται δὲ καὶ γενικὴ ἑνικὴ εἶναι τὸ ἀγγελίης. ἵνα λέγῃ ὅτι οὔτε ὑπὸ

ἀγγελίας ἔτι πείθομαι εἴποθεν ἔλθοι ἀγγέλλουσά τι τῶν κατὰ τὸν Ὀδυσσέα. τὸ δὲ

εἰπεῖν ὅτι τὸ ἔλθοι ταυτόν ἐστι τῷ, ἔλθοιεν ἀγγελίαι δηλαδή τινες, Πινδάρῳ μὲν καὶ

τοῖς κατ' ἐκεῖνον δωρίζουσι, φιλεῖται. οὔκουν δὲ καὶ Ὁμήρῳ εἰ καὶ ἐν τῷ, γοῦνα καὶ

κνῆμαι παλάσσετο ἤγουν ἐπαλάσσοντο τουτέστιν ἐμολύνοντο, σχῆμα τοιοῦτον

∆ωρικῶς παρεμφαίνεται. Τὸ δὲ οὔτ' οὖν, ταυτόν ἐστι τῷ, οὔτε δή. οὐ γὰρ ἀεὶ

αἰτιολογεῖ ὁ οὖν σύνδεσμος, ἀλλ' ἐν μυρίοις καὶ παραπληροῖ. (ῃερς. 418.) Ὅτι ἔστιν

ἀληθεύειν τινὰ ἑκόντα ἐν τῷ αὐτῷ λόγῳ καὶ ψεύδεσθαι, ἀσχηματίστως. ἄλλως

μέντοι καὶ ἄλλως. ὡς ἐνταῦθα Τηλέμαχος ἀληθεύει μὲν λέγων αὐτὰ ἐκεῖνα ὅσα

ἤκουσεν ἐκ τῆς Ἀθηνᾶς, ἤγουν ὅτι Μέντης Τάφιος Ἀγχιάλου υἱὸς πατρῷος ἑταῖρος

ἔστιν ὁ ξένος. ἄλλως μέντοι ψεύδεται. φρεσὶ γὰρ οἶδεν, ὅτι Ἀθηνᾶ ἐστὶ καὶ οὐ

Μέντης ὁ αὐτῷ ἐμφανισθείς. (ῃερς. 422.) Ὅτι ἴδια τρυφώντων, καὶ ταῦτα. οἵδ' εἰς

ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν τρεψάμενοι, τέρποντο. (ῃερς. 423.) Ὅρα δὲ μή

ποτε ὁ ποιητὴς ἐπίτηδες διὰ κάλλος λόγου τὰ ῥήματα ταῦτα παρέθετο τὰ

παρηχοῦντα ἐκ τοῦ τέρπω καὶ τρέπω. (ῃερς. 424.) Ὅτι ὥσπερ χολὴ χόλος. ὠνὴ ὦνος.

δίνη δῖνος. διαλογὴ διάλογος. βολὴ βόλος ὅθεν καὶ τὸ βολίζειν. ῥοὴ ῥόος. γονὴ

γόνος. οὐ γάρ πω τις ἑὸν γόνον αὐτὸς ἀνέγνω. κοίτη κοῖτος. κοίτου τε μέδηται. πύλη

πύλος. ἐν πύλῳ ἐν νεκύεσσι. ποθὴ πόθος. βία βίος, οὕτως ἑσπέρα ἕσπερος. οἷον. τοῖς

δὲ, τερπομένοις, μέλας ἐπὶ ἕσπερος ἦλθε. τοῦτο δὲ πρέπει λεχθῆναι καὶ ἐπὶ τῶν

τρυφώντων δι' ὅλης ἡμέρας ἕως νυκτὸς, καὶ ἐπὶ τῶν σπαταλώντων ὀλέθρια. ἔχει

γάρ τι καὶ αἰνιγματῶδες οὗτος ὁ λόγος. ὡς τῶν μνηστήρων ἐν τῷ τρυφᾶν,

σφαγέντων καὶ σκότῳ παραπεμφθέντων ἐπ' αὐταῖς ταῖς τραπέζαις ἐν βαθείᾳ ἑσπέρᾳ.

ὡς δὲ σύνηθες ἦν τοῖς παλαιοῖς καθὰ καὶ τοῖς ὕστερον, καὶ πόῤῥω νυκτῶν

συμποσιάζειν, οὐκ ἔστιν ἀμφιβαλεῖν. σωφρονέστερον δὲ τοῦ τοιοῦδε συμποσίου, τὸ

πρὸ νυκτὸς λύον τὴν τοιαύτην πανήγυριν. ὡς δηλοῖ καὶ τὸ, τοῦ πότου προϊόντος καὶ

τῆς ὥρας ὑποσκιαζούσης. Ἔνθα ὅρα τὸ ὑποσκιαζούσης, φιλοσόφως 1.73 λεχθὲν ἀντὶ

τοῦ, ἠρέμα οὔσης νυκτέρου. σκιὰ γὰρ ἐνταῦθα, οὐχ' ἁπλῶς ἀλλ' ἡ τὴν νύκτα

ὁρίζουσα. εἴγε κατὰ τοὺς σοφοὺς σκιὰ τῆς γῆς ἡ νὺξ ὡς ἐκεῖνοι ἀκριβῶς ἐθεώρησαν.

μνηστέον δ' ἐνταῦθα καὶ περὶ τῆς λοιπῆς ἐν ἡμέρᾳ σκιᾶς, ὡς αἴνιγμα ἐπ' αὐτῇ

παλαιὸν ἐκτέθειται ἀπεναντίας ἔχον οἷς Ὅμηρος ἐποίησεν ἐπὶ τῇ Ἔριδι. αὐτὴ μὲν

γὰρ τὰ πρῶτα, ὀλίγη κορυσσομένη κάτω, εἶτα οὐρανία αἴρεται. ὁ δὲ ἐπὶ τῇ σκιᾷ

γρῖφος εἶναί τινα φύσιν φησὶν, ἣ παρὰ τὴν γένεσιν καὶ φθίσιν μάλιστα ἐστὶ μεγίστη,

ἤγουν περὶ ἀνατολὴν ἡλίου καὶ δύσιν, περὶ δὲ τὴν ἀκμὴν ἐλαχίστη. ὅτε δηλαδὴ κατὰ

κάθετον ὁ ἥλιος τοῖς περὶ γῆν σώμασι γίνεται. Μέλας δὲ ἕσπερος εἴρηται, πρὸς

ἀντιδιαστολὴν τοῦ ἑσπέρου ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ. (ῃερς. 426.) Ὅτι

ὁ τοῦ Τηλεμάχου θάλαμος ὑψηλὸς δεδόμητο περικαλλέος αὐλῆς περισκέπτῳ ἐν

χώρῳ. ὁ δὲ περίσκεπτος χῶρος καὶ περιωπὴ ῥηθείη ἂν καὶ σκοπία καὶ τόπος ἄποπτος.

Ὅρα δὲ ὅτι παρὰ μὲν Ὁμήρῳ, θάλαμος καὶ ἀνδρεῖος οἶκος λέγεται. οἱ δὲ μεθ'

Ὅμηρον, τὴν γυναικωνίτην οὕτω καλοῦσιν. (ῃερς. 428.) Ὅτι πολλὰ φρεσὶ

μερμηρίζων, ὅμοιόν ἐστι τῷ, δαίεται ἦτορ. μερίζειν γάρ ἐστι καὶ τὸ δαίεσθαι καὶ τὸ

μερμηρίζειν. τούτοις δὲ ὅμοιόν ἐστι ἐν μιᾷ λέξει, τὸ δαΐφρων, ἤτοι δαιόμενος τὰς

φρένας τρόπῳ συμβουλῆς. (ῃερς. 429.) Ὅτι ὁ ποιητὴς μὲν, φησὶν αἰθομένας δαΐδας οἱ

δὲ παλαιοὶ, φασὶ καὶ ὅτι δᾲς, ἡ ἐκ δᾴδων λαμπάς. φανὸς δὲ ἡ τῶν κληματίδων. ἣ καὶ

πανὸς ἐλέγετο καθὰ ἐν ἄλλοις δεδήλωται. (ῃερς. 430.) Ὅτι σύνηθες πολλαχοῦ τῷ

ποιητῇ, εἴπου πρόσωπόν τι χρησιμεύσειν μέλλει αὐτῷ, συνιστᾶν αὐτὸ καὶ ἐγγράφειν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

83

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!