18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐοικότος μεσπίλῃ καὶ ὡς οἶνος αὐτοῦ ἐκθλίβεται καθὰ καὶ τῶν φοινίκων, ἱστοροῦσιν

εἰς πλάτος οἱ παλαιοὶ, φυτοκομοῦντες ἐπιμελῶς, καὶ τοῦ τῆς ἱστορίας λωτοῦ

κατατρυφᾶν τοῖς φιλολόγοις διδόντες. (ῃερς. 84.) Ἰστέον δὲ καὶ ὡς οἱ μὲν τῇ

Μήνιγγι νήσῳ τοὺς Λωτοφάγους ἐνπεριγράφουσι, λωτοφαγίτιν εἶναι λέγοντες τὴν

νῆσον ταύτην. οἱ δὲ φασὶν, ὅτι λωτὸς, πόα καὶ ῥίζα ἀφ' ἧς σιτούμενοι οἱ τὴν ἄνυδρον

νεμόμενοι οὐ δέονται ποτοῦ. ὅπερ οὐδὲ ἔχουσι διὰ τὴν ἀνυδρίαν. καὶ δοκεῖ καὶ ὁ

ποιητὴς οὐκ ἀπὸ δένδρου εἰδέναι εἶναι τὸν λωτὸν, οἷς ἄνθινον αὐτὸν εἶδαρ φησί, καὶ

ἐρέπτεσθαι αὐτὸν λέγει. ἀλόγοις γὰρ ζῴοις οἰκεῖον τὸ ἐρέπτεσθαι, ἃ ἐκ τῆς ἔρας

ἐσθίουσι. τινὲς δὲ ἱστοροῦσι καὶ ὅτι παρήκουσιν οἱ Λωτοφάγοι μέχρι τῶν ὑπὲρ

Κυρήνην τόπων, ἀρχόμενοι ἀπὸ τῶν ὑπὲρ τῆς μαυρουσίας ἑσπερίων Αἰθιόπων. τὰ δέ

γε τῆς Ὀδυσσείας ὑπομνήματα βοτάνην φασὶ τὸν λωτόν. ἣν Αἰγύπτιοι ξηραίνοντες

ἀλοῦσι, καὶ πέττοντες ἐσθίουσιν ἄλλην δηλονότι οὖσαν παρὰ τὴν ἐν τῇ Ἰλιάδι τε

λειμωνίαν βοτάνην, ὁποῖος καὶ ὁ ἑρσήεις λωτὸς, καὶ παρὰ τὴν ἐν τοῖς Τηλεμάχου

λόγοις, ὃς λωτόν φησι καὶ θρυὸν καὶ κύπειρον. Ἡρόδοτος δέ φησιν ὅτι ἐν Αἰγύπτῳ

ἐπὰν ὁ ποταμὸς πλήρης γένηται καὶ τὰ πεδία πελαγίσῃ, φύεται ἐν τῷ ὕδατι κρίνεα

πολλὰ, ἃ Αἰγύπτιοι καλοῦσι λωτόν. ταῦτα δρέψαντες Αἰγύπτιοι αὐαίνουσι πρὸς

ἥλιον. εἶτα τὸ ἐκ μέσου τοῦ λωτοῦ πτίσαντες ἐμφερὲς ὂν τῇ μήκωνι ποιοῦνται ἐξ

αὐτοῦ ἄρτους ὀπτοὺς πυρί. ἔστι δέ φησι καὶ ἡ ῥίζα τοῦ λωτοῦ τούτου ἐδωδίμη. ὁ δ'

αὐτὸς λέγει καὶ ὅτι ὁ καρπὸς τοῦ λωτοῦ μέγεθος ὅσον σχίνου, γλυκύτατος, τῷ

καρπῷ τοῦ φοίνικος ὁμοίως. ποιοῦνται δ' ἐκ τοῦ καρποῦ τούτου καὶ οἶνον. ἐν δὲ τοῖς

τοῦ Ἀθηναίου φέρεται περὶ λωτοῦ καὶ ταῦτα. ὁ τοῦ Αἰγυπτίου κυάμου, περὶ οὗ

ἀλλαχοῦ ἐγράφη, καυλὸς, μῆκος μὲν ὁ μακρότατος εἰς τέσσαρας πήχεις, πάχος δὲ

δακτυλιαῖος, ὅμοιος καλάμῳ μακρῷ ἀγονάτῳ. ἐπὶ τούτῳ δ' ἡ κωδύα. καὶ τὸ ἄνθος

διπλάσιον ἢ μήκωνος. τὸ δὲ τοιοῦτον ἄνθος στεφανωτικὸν ὂν Αἰγύπτιοι μὲν

καλοῦσι λωτὸν, Ναυκρατίται δὲ μελίλωτον. ἀφ' οὗ καὶ στέφανοι μελιλώτινοι, πάνυ

εὐώδεις. καὶ καύσωνος ὥρᾳ ψυκτικώτατοι. Ὅρα δ' ἐν τούτοις τὸ κωδύα διὰ τοῦ ˉυ

ψιλοῦ γραφόμενον ἐν τοῖς ἀντιγράφοις, ἄλλως παρὰ τὴν Ὁμηρικὴν κώδειαν.

Πολύβιος δὲ αὐτόπτης φησὶ τοῦ λωτοῦ γενέσθαι. καὶ εἶναι δένδρον οὐ μέγα, τραχύ,

ἀκανθῶδες, φύλλα ἔχον χλωρὰ ὅμοια ῥάμνῳ, καρπὸς δὲ αὐτοῦ τὴν μὲν ἀρχὴν

ὅμοιος λευκαῖς μυρτίσιν, αὐξόμενος δὲ γίνεται τῷ μὲν χρώματι φοινικοῦς, τῷ δὲ

μεγέθει γογγύλαις ἐλαίαις ὅμοιος. πυρῆνα δὲ ἔχει τελέως μικρόν. γίνεται δέ φησι καὶ

οἶνος ἐξ αὐτοῦ ἡδὺς καὶ ἀπολαυστικός, ᾧ χρῶνται χωρὶς ὕδατος. οὐ μένει δὲ πλέον

δέκα ἡμερῶν. διὸ καὶ ποιοῦσιν αὐτὸν κατὰ βραχὺ πρὸς τὴν χρείαν. ποιοῦσι δὲ καὶ

ὄξος ἐξ αὐτοῦ. Ὡς δὲ καὶ ἡ τοῦ φοίνικος ὀπώρα συντελεῖ εἰς οἶνον, καθωμίληται. ὡς

δὲ καὶ ῥοδίζων ἦν τις λωτὸς, ὁ Ἀθήναιος δηλοῖ ἐν οἷς ἱστορεῖ καὶ ὅτι Παγκράτης

ποιητὴς Ἀλεξανδρεὺς Ἀδριανῷ τῷ αὐτοκράτορι ἐπιδημήσαντι ἐν Ἀλεξανδρείᾳ, μετὰ

τερατείαςμυθικῆς αὐτὸν ἐπέδειξε. φάσκων ἀναπεμφθῆναι γῆθεν τὸν τοιουτόχροον

λωτὸν, ὅτε τὸ αἷμα ἡ γῆ ἐδέξατο τοῦ μαυροσίου λέοντος ὃν ἐκεῖ που ἐν κυνηγεσίῳ

καταβεβλήκει ὁ Ἀδριανὸς, μέγα χρῆμα ὄντα, καὶ 1.325 πολλῷ χρόνῳ κατανεμηθέντα

πᾶσαν Λιβύην, καὶ πολλὰ ἐκείνης ἀοίκητα πεποιηκότα. ἡσθεὶς οὖν ὁ βασιλεὺς ἐπὶ τῇ

τῆς ἐννοίας ταύτης εὑρέσει καὶ καινότητι, τὴν ἐν Μουσῶν αὐτῷ σίτισιν ἔχειν

ἐχαρίσατο. καὶ ὅρα τὸ ἐν Μουσῶν, ἐσχηματισμένον κατ' ἔλλειψιν Ἀττικῶς, ὡς εἴπερ

ἦν ἐν πρυτανείῳ Μουσῶν. δοκεῖ γὰρ τοιοῦτόν τι καὶ ἐν Ἀλεξανδρείᾳ εἶναι ὁποῖον

καὶ ἐν Ἀθήναις. (ῃερς. 92.) δίκαιοι δὲ μαρτυροῦνται οἱ Λωτοφάγοι καὶ φιλόξενοι.

ὅθεν οὐδὲ μήδονται ὄλεθρον. ἀλλὰ φιλοξένως διδόασι λωτοῦ πάσασθαι. διὸ καὶ ἡ

τῆς κατ' αὐτοὺς ἱστορίας ἀναγωγὴ χώραν ἡδονῆς τῆς περὶ γεῦσιν τὴν τῶν

Λωτοφάγων εἶναι βούλεται γῆν. καὶ τὴν τοῦ λωτοῦ προσφορὰν εἰς τὴν ἐν γευστοῖς

ἀρτύει ἀπόλαυσιν, ἣ κατέχει ὡς εἰπεῖν τῆς γλώττης τοὺς αὐτόθι γενομένους, οὐκέτι

παλινδρομῆσαι εἰς τὸ ἄλλως βιοῦν ἀφίησι. καὶ οὕτω μὲν οἱ πολλοὶ ὅσοι πρὸς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

369

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!