18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐκκακότητα φύγωμεν. οἱ δ' ἅμα πάντες ἀνέῤῥιψαν δείσαντες ὄλεθρον. (ῃερς. 130.)

Καὶ ὅρα τὸ ἀνέῤῥιψαν ἐλλιπῶς λεχθὲν ἀναλόγως τῇ πραγματικῇ σπουδῇ, ἀλλαχοῦ

δὲ ἐντελῶς ἐγράφη οἱ δ' ἀνεῤῥίπτουν ἅλα πηδῷ. λέγει δ' ἐνταῦθα Ὀδυσσεὺς καὶ ὅτι

ἀσπασίως ἐς πόντον ἐπηρεφέας φύγε πέτρας νῆυς ἐμή. (ῃερς. 132.) αὐτὰρ αἱ ἄλλαι

ἀολλέες αὐτόθ' ὄλοντο, αἱ ἕνδεκα δηλαδὴ, μιᾶς μόνης περιλειφθείσης τῆς κατὰ τὸν

Ὀδυσσέα ἣν καὶ πάνυ περιεποιεῖτο. Ὅρα δὲ καὶ τὸ, αἱ ἄλλαι ἀολλέες. ἐν ᾧ παρήχησίς

τις ἐμφαίνεται. (ῃερς. 131.) Ἀσπασίως δὲ εἰπεῖν καὶ ἀσμένως, ταυτόν ἐστι. διὸ εἰπὼν

ὡς ἀσπασίως ἐς πόντον ἐπηρεφέας ἔφυγε πέτρας ἡ ναῦς, ἐπάγει ὅτι ἐνθένδε προτέρω

πλέομεν ἄσμενοι ἐκ θανάτοιο. (ῃερς. 133.) ἀκαχήμενοι μὲν ἄλλως ἐπὶ τῷ τῶν φίλων

ὀλέθρῳ, χαίροντες δὲ οἷς ἐσώθημεν. (ῃερς. 131.) Τίνες δὲ αἱ ἐπηρεφέες πέτραι, πρὸ

ὀλίγου εἴρηται. νῦν δὲ ἔστιν εἰπεῖν καὶ ὅτι ἐπηρεφέες πέτραι νοηθεῖεν ἂν καὶ αἱ παρὰ

τῶν Λαιστρυγόνων ἀφιέμεναι χερμάδες, οὕτω συχναὶ οὖσαι ὡς καὶ οἷον ἐρέφειν

τοὺς βαλλομένους. (ῃερς. 135.) Ὅτι κἀνταῦθα τὴν νῆσον τῆς Κίρκης Αἰαίην καλεῖ

παρὰ τὴν Αἶαν, πόλιν ὡς προεγράφη Κολχικήν. ἀφ' ἧς καὶ Κίρκη Αἰαία ὡς Θήβη

Θηβαία, καὶ ἡ κατ' αὐτὴν νῆσος ὁμωνύμως Αἰαία, καὶ ὁ ἀδελφὸς Αἰήτης. φησὶ γοῦν

Αἰαίην δ' ἐς νῆσον ἀφικόμεθα, ἔνθα δ' ἔναιε Κίρκη ἐϋπλόκαμος δεινὴ θεὸς

αὐδήεσσα, αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο. (ῃερς. 138.) ἄμφω δ' ἐκγεγάτην ἤτοι

ἐξεγένοντο φαεσιμβρότου Ἠελίοιο, μητρός τ' ἐκ Πέρσης. τὴν Ὠκεανὸς τέκε παῖδα.

(ῃερς. 136.) λέγονται δὲ παῖδες Ἡλίου Κίρκη καὶ Αἰήτης ἢ ὡς βασιλεῖς καὶ διατοῦτο

καὶ διογενεῖς, Ζεὺς γὰρ ὁ Ἥλιος, ἢ καὶ ὡς λαμπροὶ ἄλλως ἐν τοῖς τότε καὶ ἐκφανεῖς,

ἢ καὶ διὰ τὸ ἐν αὐτοῖς ἡλιῶδες τοῦ κάλλους, εἰκὸς δὲ καὶ κατὰ κυριωνυμίαν Ἥλιον

λέγεσθαι τὸν τοιοῦτον πατέρα. οὗ προσφυῶς καὶ ἡ Πασιφάη θυγάτηρ λέγεται ἡ τοῦ

Μίνωος γυνή. ἐπεὶ καὶ Ἡλίῳ οἰκεῖον τὸ, πᾶσι φάειν, ἐξ οὗ τὸ φαέθειν. εἰ δὲ καὶ

ἠθικῆς τινὸς ἡ Κίρκη ἀλληγορίας προσάπτεται, τὰ ἑξῆς δηλώσουσι. ∆ῆλον δὲ ὅτι τῆς

τοιαύτης Κίρκης (ῃερς. 136.) παρώνυμον τὸ ἐν τῇ Ἰταλίᾳ Κιρκαῖον πεδίον, ὃ τινὲς καὶ

τόπῳ τινὶ ἀνατολικῷ ἐπιλέγουσιν. (ῃερς. 137.) Αὐδήεσσα δὲ καὶ νῦν, ἡ περιβόητος, ἢ

διαλέκτῳ ἀνθρωπίνῃ χρωμένη. γράφεται δὲ καὶ οὐδήεσσα, τουτέστιν ἐπίγειος κατὰ

τὴν Καλυψὼ καὶ τὰς λοιπὰς νύμφας. (ῃερς. 138.) Ὀλοόφρων δὲ ὁ Αἰήτης διὰ τὸ τοῦ

ἤθους οὐχ' ἱλαρὸν ὡς δηλοῖ τὰ κατὰ τὸν Ἰάσονα καὶ τὴν Μήδειαν. κατὰ δέ τινας, ὁ

συνετὸς καὶ φρονῶν ὁλόκληρα. Τὸ δὲ ἐκγεγάτην πρωτότυπόν ἐστι τοῦ ἔκγονος.

Φαεσίμβροτος δὲ ὁ Φαέθων βροτοῖς. οὗ ἡ παραγωγὴ ὡς τὸ τερψίμβροτος. (ῃερς. 130.)

Τὴν δὲ Πέρσην οἰκείως ὁ μῦθος γυναῖκα πλάττει τῷ Ἡλίῳ διὰ τὴν ἀεικίνητον αὐτοῦ

περαίωσιν, ἤγουν ἐκ περάτης εἰς περάτην ποιητικῶς εἰπεῖν, κίνησιν. διὸ καὶ

Ὠκεανοῦ θυγάτηρ αὕτη λέγεται, διὰ τὸ τὸν Ἥλιον ὠκὺ ἀνύειν τὸν δρόμον ὃν περᾷ

φυσικῶς. εἰ δὲ καὶ τὴν Ἑκάτην Ἡσίοδος Περσηΐδα καλεῖ, οὐ μακρὰν οὐδ' ἐκεῖνο

τοιαύτης ἀλληγορίας ἐστί. καὶ ἄλλως δὲ Ὠκεανοῦ θυγάτηρ ἡ Πέρση, διὰ τὴν τοῦ

Ἡλίου ἀνατολὴν καὶ δύσιν ἐξ Ὠκεανοῦ καὶ εἰς Ὠκεανόν. (ῃερς. 140.)Ὅτι κατάπλουν

εὐτυχῆ φράζει τὸ, ἔνθα δ' ἐπ' ἀκτῆς νηῒ κατηγαγόμεσθα σιωπῇ, ναύλοχον ἐς λιμένα.

(ῃερς. 141.) θεὸς δὴ ἡγεμόνευεν. ὃ δηλοῖ θεῖόν τι χρῆμα τὴν εὐτυχίαν εἶναι, καθά

φασι καὶ οἱ μεθ' Ὅμηρον σοφοί. (ῃερς. 140.) Ἔστι δὲ καὶ νῦν καταγάγεσθαι, τὸ

καταπλέειν. οὗπερ ἀνάπαλιν τὸ ἀνάγεσθαι. (ῃερς. 141.) Ναύλοχος δὲ καὶ νῦν λιμὴν ὁ

ναῦς κοιμίζων ὡς ἐπὶ λέχους, ἢ κρύπτων παρὰ τὸν λόχον. Οἱ τοῦ Ὀδυσσέως δὲ φίλοι

(ῃερς. 140.) νῦν σιωπῇ κατάγονται, οἷα ἤδη πεφοβημένοι διὰ 1.373 τὸ τῶν

Κυκλώπων καὶ τὸ τῶν Λαιστρυγόνων κακόξενον. οὓς πτοηθέντες ὑποπτεύουσι καὶ

τὴν τῆς Κίρκης νῆσον ὡς ἀνθρωπόλεθρον. ἡ δὲ καὶ αὐτὴ οὐκ ἀπῆγε μὲν ἀνθρώπους

τοῦ βίου, μετεποίει δὲ ἄλλως τὸν βίον αὐτοῖς ἐξ ἀνθρώπων εἰς θῆρας μετάγουσα.

(ῃερς. 142.) Ὅτι πολλοῦ καμάτου δηλωτικὸν τὸ, ἔνθα τότε δύο τ' ἤματα καὶ δύο

νύκτας κείμεθα ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες. ὅ πέρ ἐστιν ἐναντίον τῷ,

θυμὸν ἥδοντες ἤτοι εὐφραίνοντες. ἐξ οὗ ἡ θυμηδία. ὅτι δὲ ἡ λύπη θυμὸν ἔδει, καὶ ὁ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

424

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!